Εὐαγγέλιον
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΔ´ 36 - 51
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατὴρ μου μόνος. 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 1 - 46
1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ. 3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον. 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 1 - 2
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· 2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΒ´ 17 - 50
17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω· 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΔ´ 36 - 51
36 Διὰ τὴν ἡμέραν ὁμως ἐκείνην καὶ τὴν ὥραν, ποὺ θὰ λάβῃ χώραν ἡ δευτέρα παρουσία καὶ ἡ κρίσις, κανεὶς δὲν γνωρίζει πότε ἀκριβῶς θὰ εἶναι αὗται, οὔτε ἀκόμη οἱ οὐράνιοι ἄγγελοι, παρὰ μόνος ὁ Πατήρ μου. 37 Ναί· κανεὶς δὲν τὴν ξεύρει.Διότι, καθὼς ὑπῆρξαν αἱ ἡμέραι τοῦ Νῶε, ἔτσι θὰ εἶναι καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38 Καθὼς δηλαδὴ εἰς τὰς ἡμέρας, ποὺ προηγήθησαν τοῦ κατακλυσμοῦ, ἑξακολουθοῦσαν οἱ ἄνθρωποι νὰ τρώγουν καὶ νὰ πίνουν ἀσυλλόγιστα, νὰ νυμφεύωνται καὶ νὰ ὑπανδρεύουν τὰ παιδιά των, χωρὶς νὰ τοὺς ἔρχεται καμμία σκέψις μετανοίας διὰ τὸν ἁμαρτωλὸν βίον τους, μέχρις ἐκείνης τῆς ἡμέρας, ποὺ ἐμβῆκεν ὁ Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ δὲν ἐκατάλαβαν, ἕως ὅτου ἦλθεν ὁ κατακλυσμὸς καὶ τοὺς συνεπῆρεν ὅλους, ἔτσι θὰ γίνῃ καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἔξαφνα καὶ χωρὶς νὰ τὴν περιμένουν οἱ ἄνθρωποι τῆς ματαιότητος. 40 Ἡ στενή σας δὲ σχέσις καὶ συμβίωσις εἰς τὴν ζωὴν αὐτὴν δὲν θὰ ἐμποδίσῃ νὰ χωρισθῆτε καὶ νὰ ἔχετε διάφορον τύχην ὁ ἔνας ἀπὸ τὸν ἄλλον κατὰ τὴν δευτέραν παρουσίαν.Πράγματι τότε δύο θὰ εἶναι εἰς τὸν ἀγρόν.Ὁ ἔνας παραλαμβάνεται ἀπὸ τοὺς ἀγγέλους ἐν ἀσφαλείᾳ καὶ ὁ ἄλλος ἀφίνεται ἐκεῖ διὰ νὰ τιμωρηθῇ. 41 Δύο γυναῖκες θὰ ἀλέθουν εἰς τὸν αὐτὸν μύλον.Ἡ μία παραλαμβάνεται καὶ ἡ ἄλλη ἀφίνεται. 42 Γρηγορεῖτε λοιπόν, διότι δὲν ξεύρετε ποίαν ὥραν ἔρχεται ὁ κύριος σας καὶ συνεπῶς πρέπει νὰ εἶσθε πάντοτε ἕτοιμοι. 43 Ἐκ πείρας δὲ γνωρίζετε καὶ ἐκεῖνο, ὅτι δηλαδή, ἐὰν ἐγνώριζεν ὁ οἰκοδεσπότης εἰς ποῖον τρίωρον τῆς νυκτὸς ἔρχεται ὁ κλέπτης, θὰ ἀγρυπνοῦσε καὶ δὲν θὰ ἄφινε νὰ τοῦ τρυπήσουν τὸ σπίτι του. 44 Διὰ τοῦτο καὶ σεῖς, ἀφοῦ δὲν ξεύρετε πότε θὰ ἔλθῃ ὁ Κύριος, πρέπει νὰ ἑτοιμάζεσθε διαρκῶς, διότι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Θεάνθρωπος Κύριος, ἔρχεται δι’ ἕνα ἕκαστον ἀπὸ σᾶς διὰ τοῦ θανάτου καὶ δι’ ὅλους μαζὶ κατὰ τὴν δευτέραν παρουσίαν εἰς ὤραν, ποὺ δὲν περιμένετε. 45 Ποῖος ἆρά γε νὰ εἶναι ὁ ἔμπιστος δοῦλος καὶ ὁ μυαλωμένος, εἰς τὸν ὁποῖον ὁ κύριος τοῦ ἔδωκεν εἰδικὴν (ἐν τῇ θρησκευτικῇ κοινωνίᾳ του) ἐξουσίαν καὶ τὸν ἐγκατέστησε διὰ νὰ φροντίζῃ διὰ τοὺς ἄλλους δούλους καὶ διὰ νὰ δίνῃ εἰς αὐτοὺς τὴν ἀνάλογον τροφὴν εἰς τὸν κατάλληλον χρόνον; 46 Μακάριος θὰ εἶναι ὁ δοῦλος ἐκεῖνος, τὸν ὁποῖον, ὅταν ἔλθῃ ὁ κύριος του, θὰ εὕρῃ νὰ κάνῃ καὶ νὰ συμπεριφέρεται ἔτσι, φρόνιμα δηλαδὴ καὶ πιστά. 47 Ἀληθινὰ σᾶς λέγω, ὅτι θὰ τὸν ἐγκαταστήσῃ ἐπιστάτην καὶ διαχειριστὴν εἰς ὅλα τὰ ὑπάρχοντά του. 48 Ἐὰν ὅμως εἴπῃ ἀπὸ μέσα του ὁ κακὸς ἐκεῖνος δοῦλος· Ἀργεῖ νὰ ἔλθῃ ὁ κύριός μου, 49 καὶ ἀρχίσῃ νὰ χρησιμοποιῆ ἐγωϊστικῶς τὴν ἐξουσίαν του καὶ νὰ κτυπᾷ τοὺς συνδούλους του, νὰ τρώγῃ δὲ καὶ νὰ πίνῃ μὲ ἐκείνους ποὺ μεθοῦν, ζητῶν μὲ κάθε τρόπον νὰ εὐχαριστήσῃ τὸν ἑαυτόν του, 50 θὰ ἔλθῃ ὁ κύριος τοῦ δούλου ἐκείνου εἰς ἡμέραν, ποὺ δὲν περιμένει ἐκεῖνος, καὶ εἰς ὤραν ποὺ δὲν ξεύρει. 51 Καὶ θὰ τὸν τεμαχίσῃ εἰς τὰ δύο καί, ἀφοῦ πάρῃ τὴν ψυχήν του μὲ αἰφνίδιον θάνατον, θὰ ὁρίσῃ τὴν θέσιν του μαζὶ μὲ τοὺς ὑποκριτάς.Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν δοντιῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΕ´ 1 - 46
1 Τότε, ὅταν δηλαδὴ θὰ ἔλθῃ κατὰ τὴν δευτέραν παρουσίαν ὁ Μεσσίας, αὐτὰ ποὺ θὰ συμβοῦν μὲ τὴν βασιλείαν τῶν οὐρανῶν, θὰ παρουσιασθοῦν ὅμοια πρὸς ὅσα συνέβησαν εἰς δέκα παρθένους, αἱ ὁποῖαι, ἀφοῦ ἐπῆραν τοὺς λύχνους των, ἐβγῆκαν νὰ ὑποδεχθοῦν τὸν γαμβρόν, ποὺ θὰ ἤρχετο τὴν νύκτα νὰ παραλάβῃ τὴν νύμφην. 2 Πέντε δὲ ἀπὸ αὐτὰς ἦσαν φρόνιμοι καὶ μυαλωμένοι καὶ αἱ πέντε ἦσαν ἀσυλλόγιστοι καὶ ἀνόητοι. 3 Καὶ αἱ ἀνόητοι αὐταί, ὅταν ἐπῆραν τοὺς λύχνους των, δὲν ἐπῆραν μαζί τους καὶ λάδι. 4 Αἱ φρόνιμοι ὅμως μαζὶ μὲ τοὺς ἀναμμένους λύχνους των ἐπῆραν καὶ λάδι εἰς τὰ ξεχωριστὰ ἀγγεῖα των. 5 Ἀλλ’ ἐπειδὴ ἀργοῦσε τὴν νύκτα νὰ ἔλθῃ ὁ γαμβρός, ἐνύσταξαν ὅλαι καὶ ἐκοιμῶντο. 6 Κατὰ δὲ τὸ μεσονύκτιον ἠκούσθη μεγάλη φωνή· Ἰδοὺ ὁ γαμβρὸς ἔρχεται· ἐβγᾶτε νὰ τὸν προϋπαντήσετε. 7 Τότε ἐσηκώθησαν ὅλαι αἱ παρθένοι ἐκεῖναι καὶ διώρθωσαν τοὺς λύχνους των. 8 Αἱ ἀνόητοι δὲ εἶπαν εἰς τὰς φρονίμους· Δώσατέ μας ἀπὸ τὸ λάδι σας, διότι οἱ λύχνοι μας σβήνουν. 9 Ἀλλ’ αἱ φρόνιμοι ἀπεκρίθησαν καὶ εἶπαν· Δὲν μποροῦμε νὰ σᾶς δώσωμεν, διότι ὑπάρχει φόβος νὰ μὴ φθάσῃ καὶ δι’ ἡμᾶς καὶ διὰ σᾶς.Πηγαίνετε καλύτερα εἰς ἐκείνους ποὺ πωλοῦν καὶ ἀγοράσατε διὰ τοὺς λύχνους σας. 10 Ὅταν ὅμως αὐταὶ ἐπήγαιναν νὰ ἀγοράσουν, ἦλθεν ὁ γαμβρὸς καὶ αἱ ἐτοιμασμέναι παρθένοι ἐμβῆκαν μαζί του εἰς τὴν αἴθουσαν τοῦ γάμου, καὶ ἐκλείσθη ἡ θύρα. 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι καὶ ἔλεγαν· Κύριε, κύριε, ἄνοιξέ μας. 12 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπεν· Ἀληθινὰ σᾶς λέγω, ὅτι δὲν σᾶς γνωρίζω. 13 Τὸ συμπέρασμα λοιπὸν τῆς παραβολῆς εἶναι, ὅτι πρέπει νὰ εἶσθε προνοητικοί, ἔχοντες πάντοτε τὴν ψυχήν σας λάμπουσαν ἀπὸ τὸ φῶς τῆς ἀρετῆς καὶ ἐφωδιασμένην μὲ τὸ ἔλαιον τῆς ἐσωτερικῆς θερμότητος καὶ δυνάμεως, τὸ ὁποῖον ἡ σταθερὰ ἐπικοινωνία σας μὲ τὸν Θεὸν θὰ σᾶς προμηθεύῃ.Οὕτω δὲ νὰ περιμένετε τὸν ἐρχομὸν τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ Νυμφίου τῆς Ἐκκλησίας Χριστοῦ, ἄγρυπνοι καὶ ἕτοιμοι πάντοτε, διότι δὲν ἠξεύρετε τὴν ἡμέραν οὔτε τὴν ὥραν, κατὰ τὴν ὁποίαν θὰ ἔλθῃ, διὰ νὰ εἰσέλθετε μετ’ αὐτοῦ εἰς τὴν εὐφροσύνην καὶ μακαρίαν χαρὰν τῶν γάμων του. 14 Διὰ νὰ σᾶς εὔρῃ δὲ ὁ Κύριος ἑτοίμους, δὲν ἀρκεῖ νὰ εἶσθε μόνον προνοητικοὶ καὶ φρόνιμοι, ἀλλὰ καὶ δραστήριοι καὶ ἐπιμελεῖς· διότι ὅπως ἔνας ἄνθρωπος, ποὺ πρόκειται νὰ ταξιδεύσῃ, ἐκάλεσε τοὺς δούλους του καὶ τοὺς παρέδωκε τὰ ὑπάρχοντα του, διὰ νὰ ζητήσῃ ἐν καιρῷ ἀπὸ αὐτοὺς λογαριασμὸν περὶ τῆς διαχειρίσεως των, ἔτσι θὰ εἶναι ὁμοῖα καὶ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ κρίσις καὶ ἀνταπόδοσις, ποὺ θὰ κάμῃ ὁ Κύριος. 15 Ὁ ἄνθρωπος δηλαδὴ αὐτὸς ἔδωκεν εἰς ἄλλον μὲν πέντε τάλαντα, εἰς ἄλλον δὲ δύο, εἰς ἄλλον δὲ ἕν· εἰς ἕκαστον ἔδωκε σύμφωνα μὲ τὴν ἱκανότητα, ποὺ εἶχε νὰ ἐμπορευθῇ τὰ ὅσα θὰ τοῦ ἔδιδε.Καὶ ἐταξίδευσεν ἀμέσως.(Μὲ ἄλλας λέξεις ὁ Θεὸς ἐπροίκισε μὲ διάφορα χαρίσματα ἕκαστον ἄνθρωπον, διὰ νὰ τὰ χρησιμοποιήσῃ εἰς τὸ ἀγαθὸν καὶ πρὸς ὠφέλειαν τοῦ πλησίον). 16 Ἀφοῦ δὲ ἐπῆγεν ἐκεῖνος, ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, εἰργάσθη μὲ αὐτὰ καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα. 17 Τὸ ἴδιο καὶ ἐκεῖνος, ποὺ ἐπῆρε τὰ δύο τάλαντα, ἐκέρδησεν ἄλλα δύο.Καὶ οἱ δύο αὐτοὶ δοῦλοι ἐχρησιμοποίησαν μὲ ἴσον βαθμὸν καλῆς προαιρέσεως καὶ ζήλου τὰς ἱκανότητας καὶ τὰ χαρίσματα, ποὺ τοὺς ἔδωκεν ὁ Θεὸς πρὸς δόξαν αὐτοὺ καὶ ὡφέλειαν τοῦ πλησίον. 18 Ἐκεῖνος ὅμως, ποὺ ἐπῆρε τὸ ἕνα τάλαντον, ἐπῆγε καὶ ἔσκαψεν εἰς τὴν γῆν καὶ ἔκρυψεν ἐκεῖ τὸ χρῆμα τοῦ κυρίου του.Δὲν κατεχράσθη δηλαδὴ τὸ τάλαντον, ἀλλ’ ἔδειξεν ἀμέλειαν καὶ δὲν εἰργάσθη νὰ τὸ ἐπαυξήσῃ. 19 Ὕστερα δὲ ἀπὸ πολὺν χρόνον ἦλθεν ὁ κύριος τῶν δούλων ἐκείνων καὶ ἐλογαριάσθη μαζί τους. 20 Καὶ ἀφοῦ προσῆλθεν ἐκεῖνος, ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, ἐπρόσφερεν ἄλλα πέντε τάλαντα καὶ εἶπε· Κύριε, πέντε τάλαντα μοῦ παρέδωκες.Ἰδού, ἄλλα πέντε τάλαντα ἐκέρδησα μὲ αὐτά. 21 Εἶπε πρὸς αὐτὸν ὁ κύριος του· Εὖγε, δοῦλε ἀγαθὲ καὶ πιστέ! Εἰς ὀλίγα ἤσουν πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω.Ἔμβα μέσα διὰ νὰ ἀπολαύσῃς τὴν αὐτὴν χαρὰν μὲ τὸν κύριον σου.Ἀφοῦ ἐφάνης πιστὸς εἰς τὰ πέντε τάλαντα, ἐλθὲ νὰ γίνῃς συγκύριος εἰς τὴν μεγάλην περιουσίαν μου.Ἐλθὲ νὰ ἀπολαύσῃς τὴν ἀπεριόριστον μακαριότητα τοῦ οὐρανοῦ. 22 Πρόσηλθε δὲ καὶ ἐκεῖνος, ποὺ ἐπῆρε τὰ δύο τάλαντα καὶ εἶπε· Κύριε, δύο τάλαντα μοῦ παρέδωκες.Νά, ἄλλα δύο τάλαντα ἐκέρδησα μὲ αὐτά. 23 Εἶπε πρὸς αὐτὸν ὁ κύριος του· Εὖγε, δοῦλε καλὲ καὶ πιστέ! Εἰς ὀλίγα ἤσουν πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω.Ἔμβα καὶ σὺ μέσα νὰ ἀπολαύσῃς τὴν χαρὰν τοῦ κυρίου σου. 24 Προσῆλθε δὲ καὶ ἐκεῖνος, ποὺ εἶχε πάρει τὸ ἕνα τάλαντον καὶ εἶπε· Κύριε, σὲ ἐγνώρισα, ὅτι εἶσαι ἄνθρωπος σκληρός, ποὺ θερίζεις ἐκεῖ, ὅπου δὲν ἔσπειρες, καὶ μαζεύεις εἰς τὴν ἀποθήκην σου ἀπ’ ἐκεῖ, ὅπου δὲν ἐσκόρπισες καὶ δὲν ἐλίχνισες τὸ ἁλωνισμένον. 25 Καὶ ἐπειδὴ ἐφοβήθην, ἐπῆγα καὶ ἔκρυψα τὸ τάλαντόν σου μέσα εἰς τὴν γῆν.Νά, ἔχεις τὸ ἰδικόν σου. 26 Ἀπεκρίθη δὲ ὁ κύριος του καὶ εἶπεν εἰς αὐτόν· κακὲ καὶ τεμπέλη δοῦλε! Ἐγνώριζες, ὅτι θερίζω ἐκεῖ, ὅπου δὲν ἔσπειρα, καὶ συνάγω ἀπ’ ἐκεῖ, ὅπου δὲν ἐσκόρπισα εἰς τὸ ἁλῶνι διὰ νὰ λιχνισθῇ εἰς τὸν ἀέρα. 27 Ἔπρεπε λοιπὸν σὺ νὰ καταθέσῃς τὸ χρῆμα μου εἰς τοὺς τραπεζίτας, καὶ ὅταν θὰ ἠρχόμην ἐγώ, θὰ ἔπαιρνα μὲ τόκον αὐτό, ποὺ μοῦ ἀνῆκει. 28 Πάρετε λοιπὸν ἀπὸ αὐτὸν τὸ τάλαντον καὶ δώσατέ το εἰς ἐκεῖνον, ποὺ ἔχει τὰ δέκα τάλαντα. 29 Διότι εἰς καθένα, ποὺ ἔχει καὶ ηὔξησε μὲ ἐπιμέλειαν καὶ ζῆλον ἐκεῖνο ποὺ τοῦ ἐδόθη, θὰ τοῦ δοθοῦν καὶ ἄλλα καὶ θὰ περισσεύσουν.Ἀπ’ ἐκεῖνον δέ, ποὺ τοῦ ἐδόθησαν μὲν χαρίσματα, ἀλλὰ τὰ παρημέλησε καὶ δὲν τὰ εἰργάσθη, ὥστε νὰ ἔχῃ καὶ αὐτὸς κάτι μὲ τὴν ἰδικήν του ἐργασίαν, καὶ αὐτὸ τὸ ὀλίγον ποὺ τοῦ ἐδόθη καὶ τὸ ἀφῆκεν ἀκαλλιέργητον, θὰ τοῦ τὸ πάρουν. 30 Καὶ τὸν ἄχρηστον δοῦλον βγάλατέ τον ἀπ’ ἐδῶ, καὶ ρίψατέ τον εἰς τὸ πιὸ ἀπομονωμένον καὶ ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν μου σκοτάδι.Ἐκεῖ θὰ εἶναι τὸ κλάψιμον καὶ τὸ τρίξιμον τῶν δοντιῶν. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου μὲ τὴν δόξαν του καὶ ὅλοι οἱ ἅγιοι ἄγγελοι θὰ εἶναι μαζί του, τότε θὰ καθήσῃ εἰς θρόνον ἕνδοξον καὶ λαμπρόν. 32 Καὶ θὰ συναχθοῦν ἐμπρός του ὅλα τὰ ἔθνη, ὅλοι δηλαδὴ οἱ ἄνθρωποι, ποὺ ἔζησαν ἀπ’ ἀρχῆς τῆς δημιουργίας μέχρι τέλους τοῦ κόσμου, καὶ θὰ χωρίσῃ αὐτοὺς τὸν ἕνα ἀπὸ τὸν ἄλλον, καθὼς καὶ ὁ ποιμὴν χωρίζει τὰ πρόβατα ἀπὸ τὰ γίδια. 33 Καὶ θὰ στήσῃ τοὺς μὲν δικαίους, ποὺ εἶναι ἥμεροι σὰν τὰ πρόβατα, εἰς τὰ δεξιά του, τοὺς δὲ ἁμαρτωλούς, ποὺ εἶναι ἀτίθασοι καὶ ἄτακτοι σὰν τὰ γίδια, εἰς τὰ ἀριστερά του. 34 Τότε θὰ εἶπῃ ὁ βασιλεὺς εἰς ἐκείνους, ποὺ θὰ εἶναι εἰς τὰ δεξιά του· Ἐλᾶτε σεῖς, ποὺ εἶσθε εὐλογημένοι ἀπὸ τὸν Πατέρα μου, λάβετε ὡς κληρονομίαν τὴν βασιλείαν, ποὺ ἔχει ἐτοιμασθῇ διὰ σᾶς, ἀφ’ ὅτου ἐθεμελιώνετο ὁ κόσμος. 35 Σᾶς ἀνήκει δὲ ἡ κληρονομία αὐτή, διότι ἐπείνασα καὶ μοῦ ἐδώκατε νὰ φάγω, ἤμουν διψασμένος καὶ μὲ ἐποτίσατε, ξένος ἤμουν καὶ δὲν εἶχα ποὺ νὰ μείνω καὶ μὲ ἐπεριμαζεύσατε εἰς τὸ σπίτι σας, 36 γυμνὸς ἤμουν καὶ μὲ ἐνεδύσατε, ἀρρώστησα καὶ μὲ ἐπεσκέφθητε, μέσα εἰς φυλακὴν ἤμουν καὶ ἤλθατε νὰ μὲ ἰδῆτε καὶ νὰ μὲ παρηγορήσετε. 37 Τότε θὰ ἀποκριθοῦν εἰς αὐτὸν οἱ δίκαιοι καὶ θὰ εἶπουν· Κύριε, πότε σὲ εἴδαμεν πεινασμένον καὶ σὲ ἐθρέψαμεν, ἢ διψασμένον καὶ σοῦ ἐδώκαμεν νὰ πίῃς; 38 Πότε δὲ σὲ εἴδαμεν ξένον καὶ σὲ ἐπεριμαζεύσαμεν, ἢ γυμνὸν καὶ σὲ ἐνεδύσαμεν; 39 Πότε δὲ σὲ εἴδαμεν ἄρρωστον ἢ φυλακισμένον καὶ ἤλθαμεν νὰ σὲ ἐπισκεφθῶμεν; 40 Καὶ θὰ ἀποκριθῇ ὁ βασιλεὺς καὶ θὰ τοὺς εἶπῃ· Ἀληθινὰ σᾶς λέγω, ὅτι κάθε τι ποὺ ἐκάματε εἰς ἕνα ἀπὸ τοὺς πτωχοὺς αὐτοὺς ἀδελφούς μου, ποὺ ἐφαίνοντο ἄσημοι καὶ πολὺ μικροί, τὸ ἐκάματε εἰς ἐμέ. 41 Τότε θὰ εἴπῃ καὶ εἰς ἐκείνους, ποὺ θὰ εἶναι εἰς τὰ ἀριστερά του· Σεῖς ποὺ ἀπὸ τὰ ἔργα σας ἐγίνατε καταραμένοι, πηγαίνετε μακρὰν ἀπὸ ἐμὲ εἰς τὸ πῦρ τὸ αἰώνιον, ποὺ ἔχει ἐτοιμασθῆ διὰ τὸν διάβολον καὶ τοὺς ἀγγέλους του. 42 Διότι ἐπείνασα καὶ δὲν μοῦ ἐδώκατε νὰ φάγω, ἐδίψασα καὶ δὲν μὲ ἐποτίσατε, 43 ξένος ἤμουν καὶ δὲν μὲ ἐπεριμαζεύσατε πρὸς φιλοξενίαν, γυμνὸς καὶ δὲν μὲ ἐνεδύσατε, ἄρρωστος ἤμουν καὶ μέσα εἰς τὴν φυλακὴν καὶ δὲν μὲ ἐπεσκέφθητε. 44 Τότε θὰ τοῦ ἀποκριθοῦν καὶ αὐτοὶ καὶ θὰ εἶπουν· Κύριε, πότε σὲ εἴδαμεν νὰ πεινᾷς ἢ νὰ διψᾷς ἢ νὰ εἶσαι ξένος ἢ γυμνὸς ἢ ἀσθενῇς ἢ μέσα εὶς φυλακὴν καὶ δὲν σὲ ὑπηρετήσαμεν; 45 Τότε θὰ τοὺς ἀποκριθῇ καὶ θὰ εἶπη· Ἀληθινὰ σᾶς λέγω, κάθε τι ποὺ δὲν ἐκάματε εἰς ἕνα ἀπὸ αὐτούς, τοὺς ὁποίους ὁ κόσμος ἐθεώρει πολὺ μικρούς, οὔτε εἰς ἐμὲ τὸ ἐκάματε. 46 Καὶ θὰ ἀπέλθουν αὐτοὶ εἰς κόλασιν, ποὺ δὲν θὰ ἔχῃ τέλος, ἀλλὰ θὰ εἶναι αἰώνια, οἱ δὲ δίκαιοι θὰ μεταβοῦν διὰ νὰ ἀπολαύσουν ζωὴν αἰώνιον.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚϚ´ 1 - 2
1 Καὶ συνέβη, ὅταν ἐτελείωσεν ὁ Ἰησοῦς ὅλους τοὺς λόγους αὐτούς, εἶπεν εἰς τοὺς μαθητάς του· 2 Ξεύρετε ὅτι μετὰ δύο ἡμέρας γίνεται ἡ ἑορτὴ τοῦ Πάσχα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου θὰ παραδοθῇ διὰ νὰ σταυρωθῇ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΒ´ 17 - 50
17 Κατὰ τὴν ὑποδοχὴν λοιπὸν ἐκείνην ἔδιδε μαρτυρίαν περὶ τοῦ θαύματος τοῦ Λαζάρου εἰς ὅσους δὲν τὸ εἶχαν ἴδει, ὁ λαός, ποὺ ἦτο τότε μαζί του, ὅταν ὁ Ἰησοῦς ἐφώναξεν ἀπὸ τὸ μνημεῖον τὸν Λάζαρον καὶ τὸν ἀνέστησεν ἐκ νεκρῶν. 18 Δι’ αὐτὸ καὶ τὸν προϋπάντησαν τὰ πλήθη τοῦ λαοῦ, διότι ἤκουσαν ἀπὸ τοὺς αὐτόπτας μάρτυρας, ὅτι αὐτὸς εἶχε κάμει τὸ μέγα τοῦτο θαῦμα. 19 Ὕστερα λοιπὸν ἀπὸ τὸν ἐνθουσιασμὸν αὐτὸν τοῦ λαοῦ εἶπαν οἱ Φαρισαῖοι μεταξύ τους· Βλέπετε, ὅτι δὲν κερδίζετε τίποτε μὲ τὸ νὰ περιμένετε καὶ νὰ ἀναβάλλετε τὴν σύλληψίν του; Ἰδοὺ τώρα, ὅτι ὅλος ὁ λαὸς μᾶς ἐγκατέλειψε καὶ ἠκολούθησεν αὐτόν. 20 Ἦσαν δὲ τότε μερικοὶ Ἕλληνες προσήλυτοι ἀπὸ ἐκείνους, ποὺ συνήθως ἀνέβαινον εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ προσκυνήσουν κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα. 21 Αὐτοὶ λοιπὸν ἦλθαν πρὸς τὸν Φίλιππον, ποὺ ἦτο ἀπὸ τὴν Βηθσαϊδὰ τῆς Γαληλαίας, καὶ τὸν παρεκάλουν λέγοντες· Κύριε, θέλομεν νὰ ἴδωμεν ἰδιαιτέρως τὸν Ἰησοῦν καὶ νὰ συνομιλήσωμεν μετ’ αὐτοῦ. 22 Ἐπειδὴ δὲ ὁ Φίλιππος ἐδίσταζε νὰ ἀναγγείλῃ τοῦτο εἰς τὸν Διδάσκαλον, ἦλθε καὶ ἀνεκοίνωσεν αὐτὸ εἰς τὸν συμπολίτην καὶ συμμαθητήν του Ἀνδρέαν. Καὶ πάλιν ὁ Ἀνδρέας καὶ ὁ Φίλιππος λέγουν εἰς τὸν Ἰησοῦν, ὅτι οἱ Ἕλληνες προσήλυτοι θέλουν νὰ τὸν ἴδουν. 23 Ὁ Ἰησοῦς δὲ ἀπεκρίθη πρὸς αὐτοὺς καὶ εἶπεν· Ἦλθεν ἡ ὥρα ἡ ὡρισμένη κατὰ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ διὰ νὰ δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου διὰ τοῦ θανάτου του καὶ τῆς ἀναλήψεώς του, ὁπότε καὶ θὰ ἀναγνωρισθῇ ὡς Μεσσίας καὶ ὑπὸ τῶν ἐθνικῶν. 24 Ἐν πάσῃ ἀληθείᾳ σᾶς λέγω, ἐὰν τὸ μικρὸ σπυρὶ τοῦ σιταριοῦ δὲν πέσῃ εἰς τὴν γῆν καὶ δὲν σαπίσῃ μέσα εἰς τὸ χῶμα, μένει μοναχό του καὶ δὲν πολλαπλασιάζεται. Ἐὰν ὅμως διὰ τῆς σπορᾶς του εἰς τὴν γῆν ἀποθάνῃ καὶ ταφῇ, βγάζει πολὺν καρπόν. Ἔτσι καὶ ἐγὼ ἐὰν ἀποθάνω, καθὼς ὁ Πατήρ μου ὥρισε, θὰ καρποφορήσω τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου γένους. 25 Ἐκεῖνος, ποὺ ἀγαπᾷ τὴν ζωήν του καὶ ἀποφεύγει τὸν θάνατον, τὸν ὁποῖον τοῦ ἐπιβάλλει τὸ καθῆκον, θὰ τὴν χάσῃ ἐν τῇ αἰωνίᾳ βασιλείᾳ· καὶ ἐκεῖνος, ὁ ὁποῖος διὰ τὸ καθῆκον περιφρονεῖ καὶ μισεῖ τὴν ζωήν του εἰς τὸν κόσμον αὐτόν, θὰ διατηρήσῃ καὶ θὰ φυλάξῃ αὐτήν, διὰ νὰ ἀπολαύσῃ τὴν αἰώνιον ζωὴν τοῦ μέλλοντος. 26 Ἐὰν κανεὶς μὲ ὑπηρετῇ καὶ εἶναι μαθητῆς μου, ἂς μὲ ἀκολουθῇ εἰς τὴν ὁδὸν τῆς αὐταπαρνήσεως μιμούμενος τὸ παράδειγμά μου. Καὶ ὅπου εἶμαι ἐγώ, τώρα μὲν κακοπαθῶν καὶ θυσιαζόμενος, εἰς τὸ μέλλον ὅμως δοξαζόμενος εἰς τοὺς οὐρανούς, ἐκεῖ θὰ εἶναι καὶ ὁ ἰδικός μου διάκονος. Πρέπει λοιπὸν καὶ αὐτὸς νὰ εἶναι πρόθυμος εἰς θυσίας ἐδῶ, διὰ νὰ δοξάζεται μαζί μου εἰς τὸ μέλλον. Καὶ ἐὰν κανεὶς μὲ ὑπηρετῇ, θὰ τὸν τιμήσῃ καὶ θὰ τὸν δοξάσῃ ἐν τῷ αἰωνίῳ μέλλοντι ὁ Πατήρ. 27 Τώρα, ὅταν ἡ ὥρα τοῦ θανάτου μου ἐπλησίασεν, ἡ ψυχή μου ἔχει ταραχθῇ ἐκ τῆς ἀγωνίας, τὴν ὁποίαν φυσικῶς δοκιμάζει ὁ ἄνθρωπος, ὅταν ἀντιμετωπίζῃ τὸν θάνατον. Καὶ τί νὰ εἴπω; Πάτερ μου, σῶσε μὲ καὶ ἁπάλλαξέ με ἀπὸ τὴν σκληρὰν αὐτὴν ὥραν τοῦ μαρτυρικοῦ μου θανάτου. Ἀλλὰ ἔφθασα μετ’ ἐγκαρτερήσεως καὶ αὐταπαρνήσεως μέχρι τῆς ὥρας αὐτῆς, ἀκριβῶς δι’ αὐτό, διὰ νὰ ὑποστῶ τουτέστι τὸν θάνατον αὐτὸν καὶ αὐτὸ ὑπῆρξεν ὁ ὅλος σκοπὸς τῆς ζωῆς μου. Θὰ εἶπω λοιπὸν τοῦτο: 28 Πάτερ, ὁ,τιδήποτε καὶ ἂν πρόκειται νὰ πάθω ἐγώ, φέρε σὺ εἰς αἴσιον πέρας τὸ ἔργον τῆς σωτηρίας καὶ ἀπολυτρώσεως τῶν ἀνθρώπων καὶ δόξασε οὕτω τὸ ὄνομά σου. Εἰς ἀπάντησιν λοιπὸν τῆς ἐπικλήσεως αὐτῆς τοῦ Ἰησοῦ ἦλθε φωνὴ ἀπὸ τὸν οὐρανόν, ἡ ὁποία ἔλεγε· Καὶ ἐδόξασα τὸ ὄνομά μου διὰ τῆς μέχρι τοῦδε ἐν μέσῳ τοῦ Ἰσραὴλ δράσεώς σου καὶ πάλιν θὰ δοξάσω αὐτὸ διὰ τοῦ ἐνδόξου παθήματος καὶ τῆς ἀναστάσεώς σου καὶ διὰ τῆς ἑξαπλώσεως τοῦ εὐαγγελίου εἰς τὰ ἔθνη. 29 Κατόπιν λοιπὸν τῆς φωνῆς αὐτῆς ὁ πολὺς λαός, ποὺ ἐστέκετο ἐκεῖ καὶ ἤκουσαν τὸν ἦχον της, χωρὶς νὰ ξεχωρίσουν καὶ τοὺς λόγους της, ἔλεγαν ὅτι ἔγινε βροντή· ἄλλοι ἔλεγαν, ὅτι ἄγγελος ὡμίλησεν εἰς αὐτόν. 30 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπε· Δὲν ἔγινε ἡ φωνὴ αὐτὴ δι’ ἐμέ, ὁ ὁποῖος γνωρίζω τὴν πρὸς ἐμὲ ἀγάπην τοῦ Πατρός μου, ἀλλὰ διὰ σᾶς, διὰ νὰ πληροφορηθῆτε ὅτι ἀπεστάλην ἀπὸ τὸν Θεόν. 31 Τώρα, ποὺ θὰ μὲ ἴδουν οἱ ἄνθρωποι περιφρονημένον καὶ σταυρωμένον, θὰ κριθῇ ὁ κόσμος αὐτὸς καὶ θὰ χωρισθοῦν οἱ πιστοὶ ἀπὸ τοὺς ἀπίστους. Τώρα ὁ ἄρχων τοῦ κόσμου τούτου, ὁ σατανᾶς, θὰ πεταχθῇ ἔξω ἀπὸ τὸ κράτος του καὶ θὰ χάσῃ τὴν ἐξουσίαν του. 32 Τουναντίον δὲ ἐγώ, ἐὰν ὑψωθῶ διὰ τοῦ σταυροῦ ἀπὸ τὴν γῆν καὶ ἀναληφθῶ εἰς τοὺς οὐρανούς, θὰ ἀποσπάσω ἀπὸ τὴν δουλείαν τοῦ διαβόλου καὶ θὰ ἑλκύσω πρὸς τὸν ἑαυτόν μου ὅλους, ὄχι μόνον τοὺς Ἰουδαίους, ἀλλὰ καὶ τοὺς Ἕλληνας, ὅσοι θὰ πιστεύσουν εἰς ἐμέ. 33 Ἔλεγε δὲ τοὺς περὶ τῆς ὑψώσεώς του ἐκ τῆς γῆς λόγους τούτους ὑποδεικνύων συνεσκιασμένως μὲ ποῖον εἶδος θανάτου ἔμελλε νὰ ἀποθάνῃ. 34 Ἀπεκρίθη εἰς αὐτὸν τὸ πλῆθος τοῦ λαοῦ· Ἡμεῖς ἔχομεν ἀκούσει ἀπὸ τὴν ἀνάγνωσιν τοῦ νόμου, ποὺ γίνεται εἰς τὰς συναγωγάς, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ δὲν ἀποθνήσκει ποτέ. Καὶ πῶς σὺ λέγεις, ὅτι πρέπει νὰ ὑψωθῇ ἐπὶ τοῦ σταυροῦ καὶ νὰ ἀποθάνῃ ὁ υἱὸς τοῦ ἀνθρώπου; Ποῖος εἶναι αὐτὸς ὁ υἱὸς τοῦ ἀνθρώπου, περὶ τοῦ ὁποίου ὁμιλεῖς; 35 Κατόπιν λοιπὸν τῆς ἐρωτήσεώς των αὐτῆς εἶπε πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Ὀλίγον χρόνον ἀκόμη ἔχετε μαζί σας ἐμέ, ὁ ὁποῖος εἶμαι τὸ φῶς τοῦ κόσμου. Ἐφ’ ὅσον λοιπὸν ἔχετε τὸ φῶς μεταξύ σας, περιπατεῖτε ὑπὸ τὴν ὁδηγίαν του καὶ τὸν φωτισμόν του, διὰ νὰ μὴ σᾶς κατακυριεύσῃ τὸ σκότος τῆς ἁμαρτίας καὶ τῆς πλάνης. Διότι ἐκεῖνος, ποὺ περιπατεῖ εἰς τὸ σκότος, δὲν ξεύρει ποὺ πηγαίνει. 36 Ἕως ὅτου ἔχετε μεταξύ σας ἐμέ, ποὺ εἶμαι τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς καὶ ἀναγνωρίσατε, ὅτι ἐγὼ εἶμαι τὸ φῶς, διὰ νὰ γίνετε παιδιὰ τοῦ φωτός, ὁλόκληροι φωτισμένοι ἀπὸ τὸ φῶς τῆς ἀληθείας καὶ τῆς ἁγιότητος. Αὐτὰ ἐλάλησεν ὁ Ἰησοῦς καὶ ἀναχωρήσας ἀπὸ τὸ ἱερὸν καὶ τὰ Ἱεροσόλυμα ἐκρύβη ἀπὸ αὐτούς, διὰ νὰ μὴ ἐρεθίζωνται ἀπὸ τὴν παρουσίαν του περισσότερον. 37 Καίτοι δὲ τόσον πολλὰ θαύματα εἶχε κάμει ἐμπρὸς εἰς τὰ μάτια των ὁ Ἰησοῦς, ὅμως αὐτοὶ ἐπέμεναν νὰ μὴ πιστεύουν εἰς αὐτόν, 38 διὰ νὰ πραγματοποιηθῇ καὶ ἐπαληθεύσῃ ὁ λόγος τοῦ προφήτου Ἡσαΐου, τὸν ὁποῖον εἶπε· Κύριε, ποῖος ἐπίστευσεν εἰς τὸ κήρυγμα, ποὺ ἀκούεται ἀπὸ τὸ στόμα μας; Καὶ ἡ δύναμις τοῦ Κυρίου, ποὺ εἰργάσθη διὰ τοῦ Χριστοῦ θαύματα, εἰς ποῖον ἐφανερώθη; Εἰς ἐλαχίστους μόνον. 39 Ἕνεκα δὲ τῆς δυστροπίας των αὐτῆς, τὴν ὁποίαν προεῖδεν ὁ Θεὸς καὶ προεῖπεν ὁ Ἡσαΐας, ἐπειδὴ ἦλθεν ἡ ὥρα νὰ πληρωθῇ ἡ προφητεία αὐτή, δὲν ἠμποροῦσαν νὰ πιστεύσουν, διότι πάλιν εἶπεν ὁ Ἡσαΐας· 40 Λόγῳ τῆς κακῆς των διαθέσεως καὶ προαιρέσεως παρεχώρησεν ὁ Θεὸς νὰ τυφλωθοῦν οἱ ὀφθαλμοὶ τῆς διανοίας των καὶ νὰ σκοτισθῇ ἡ καρδία των, διὰ νὰ μὴ ἴδουν μὲ τοὺς πνευματικοὺς ὀφθαλμοὺς καὶ νὰ μὴ ἐννοήσουν μὲ τὴν καρδίαν τους καὶ ἐπιστραφοῦν διὰ τῆς μετανοίας καὶ ἰατρεύσω τὰς ψυχάς των. 41 Ταῦτα εἶπεν ὁ Ἡσαΐας, ὅταν δι’ ἀποκαλυπτικῆς ὀπτασίας εἶδε τὴν δόξαν τοῦ Ἰησοῦ Χριστοῦ, ποὺ ἐκάθητο πρὸ τῆς ἐνανθρωπήσεώς του εἰς θρόνον ὑψηλόν, καὶ ὡμίλησεν ἀκολούθως περὶ αὐτῶν, ποὺ εἶδεν. 42 Μ’ ὅλα ταῦτα καὶ ἀπὸ τοὺς ἄρχοντας πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἐξ αἰτίας ὅμως τῶν Φαρισαίων δὲν ὡμολόγουν φανερὰ τὴν πίστιν των, διὰ νὰ μὴ ἀφορισθοῦν καὶ διωχθοῦν ἀπὸ τὴν συναγωγήν. 43 Τοὺς ἐφόβιζε δὲ ὁ ἀφορισμὸς αὐτός, διότι ἠγάπησαν τὴν τιμὴν καὶ ἐπιδοκιμασίαν τῶν ἀνθρώπων πολὺ περισσότερον, παρὰ τὴν δόξαν καὶ ἐπιδοκιμασίαν τοῦ Θεοῦ. 44 Ὁ Ἰησοῦς δὲ ἐφώναξε διὰ νὰ τὸν ἀκούσουν ὅλοι καὶ εἶπε· Διατί φοβεῖσθε νὰ ὁμολογήσετε τὴν εἰς ἐμὲ πίστιν σας; Μάθετε, ὅτι ἐκεῖνος ποὺ πιστεύει εἰς ἐμέ, δὲν πιστεύει εἰς ἐμέ, ἀλλ’ εἰς τὸν Θεόν, ὁ ὁποῖος μὲ ἔστειλε. 45 Καὶ ἐκεῖνος ποὺ μὲ τὰ πνευματικὰ μάτια, τὰ ὁποῖα ἀνοίγει καὶ φωτίζει ἡ πίστις, βλέπει ἐμέ, βλέπει τὸν Πατέρα ποὺ μὲ ἀπέστειλεν εἰς τὸν κόσμον. 46 Ἐγὼ ἦλθα εἰς τὸν κόσμον διὰ νὰ εἶμαι φῶς πνευματικὸν δι’ αὐτόν, διὰ νὰ μὴ μείνῃ εἰς τὸ ἠθικὸν σκότος τῆς ἁμαρτίας καὶ τῆς πλάνης κανεὶς ἀπὸ ἐκείνους, ποὺ πιστεύουν εἰς ἐμέ. 47 Καὶ ἐὰν κανεὶς ἀκούσῃ τοὺς λόγους μου καὶ δὲν τοὺς πιστεύσῃ, ὥστε νὰ ἐγκολπωθῇ αὐτοὺς καὶ νὰ τοὺς τηρήσῃ εἰς τὸν βίον του, ἐγὼ δὲν καταδικάζω αὐτὸν ἀπὸ τώρα, οὔτε θὰ εἶμαι ἐγὼ ὁ κύριος αἴτιος τῆς καταδίκης του. Διότι δὲν ἦλθα διὰ νὰ κατακρίνω τὸν κόσμον, ἀλλὰ διὰ νὰ σώσω τὸν κόσμον. 48 Ἐκεῖνος ποὺ μὲ παρακούει καὶ δὲν δέχεται τὰ λόγια μου, ἔχει μόνος του δημιουργήσει αὐτόν, ποὺ θὰ τὸν καταδικάσῃ· ὁ λόγος τὸν ὁποῖον ἐλάλησα, ἐκεῖνος θὰ τὸν κρίνῃ κατὰ τὴν ἐσχάτην ἡμέραν τῆς παγκοσμίου Κρίσεως. 49 Θὰ κρίνῃ δὲ ὁ λόγος μου κάθε ἄπιστον κατὰ τὴν ἡμέραν ἐκείνην, διότι ἐγὼ δὲν ἐλάλησα ποτὲ ἀπὸ τὸν ἑαυτόν μου, ἀλλ’ ὁ Πατήρ, ποὺ μὲ ἀπέστειλεν, αὐτὸς μοῦ ἔδωκεν ἐντολήν, τί νὰ διδάξω καὶ μὲ ποίους λόγους νὰ τὸ εἴπω. 50 Καὶ γνωρίζω, ὅτι ἡ ἐντολή του εἶναι ζωὴ αἰώνιος, διότι ὁ λόγος τοῦ Θεοῦ ἐγκλείει ζωοποιὸν καὶ ἀνακαινιστικὴν δύναμιν. Δι’ αὐτὸ λοιπὸν καὶ ἐγώ, ποὺ ἦλθα διὰ νὰ σᾶς μεταδώσω ζωὴν αἰώνιον, ἐκεῖνα, τὰ ὁποῖα λέγω καὶ διδάσκω, ὅπως μου τὰ ἔχει εἴπει ὁ Πατήρ, ἔτσι ἀκριβῶς τὰ λέγω καὶ τὰ διδάσκω.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου