Εμφάνιση αναρτήσεων με ετικέτα ΕΥΑΓΓΕΛΙΟ - ΑΠΟΣΤΟΛΟΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΥΑΓΓΕΛΙΟ - ΑΠΟΣΤΟΛΟΣ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 25 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Δευτέρας (Ἡ κατά σάρκα Γέννησις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ) 24 Δεκεμβρίου 2023


Εὐαγγέλιον 
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Β´ 1 - 12

1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα 2 λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. 3 ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ, 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. 7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον· 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· 12 καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

Κυριακή 24 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς (Πρό τῆς Χριστοῦ Γεννήσεως) 24 Δεκεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος δ´ - Ἑωθινόν Ζ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 1 - 10

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Κυριακή 17 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΙΑ΄ Λουκᾶ 17 Δεκεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος γ´ - Ἑωθινόν Ϛ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53

36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. 

Κυριακή 10 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Ι΄ Λουκᾶ 10 Δεκεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος β´ - Ἑωθινόν Ε´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 12 - 35

12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς. 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; 18 ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς·

Κυριακή 3 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΙΔ΄ Λουκᾶ 3 Δεκεμβρίου 2023


Ἑωθινόν 
 
Ἦχος α´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέoς ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις. 5 ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος α´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, μὲ τὰ βαθειὰ χαράματα ἦλθον αἱ γυναῖκες εἰς τὸ μνῆμα φέρουσαι τὰ ἀρώματα, ποὺ ἡτοίμασαν. Καὶ μαζί των ἦλθον καὶ μερικαὶ ἄλλαι. 2 Εὗρον δὲ τὴν πέτραν, ποὺ ἔφραζε τὸ μνημεῖον, κυλισμένην μακρὰν ἀπὸ αὐτό. 3 Καὶ ὅταν ἐμβῆκαν εἰς τὸ μνημεῖον, δὲν εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ συνέβη, ἐνῷ αὐταὶ εὑρίσκοντο εἰς μεγάλην ἀπορίαν διὰ τὸ συμβὰν αὐτό, καὶ ἰδοὺ δύο ἄγγελοι παρουσιάσθησαν αἴφνης εἰς αὐτὰς ὡς ἄνδρες μὲ στολάς, ποὺ ἤστραπτον ἀπὸ τὴν λαμπρότητα. 5 Ἐνῷ δὲ αὐταὶ ἔγιναν καταφοβισμέναι καὶ ἔγερναν τὸ πρόσωπόν των εἰς τὴν γῆν ἐξ εὐλαβείας, ἀλλὰ καὶ διότι δὲν ἀντεῖχον εἰς τὴν λάμψιν τῶν ἀγγέλων, εἶπον οὔτοι πρὸς αὐτάς· διατὶ ζητεῖτε μεταξὺ τῶν νεκρῶν αὐτόν, ποὺ τώρα πλέον εἶναι ζωντανός; 6 Δὲν εἶναι ἐδῶ, ἀλλ’ ἀνεστήθη. Ἐνθυμηθῆτε πῶς σᾶς ὡμίλησε καὶ τί σᾶς εἶπεν, ὅταν ἀκόμη ἦτο εἰς τὴν Γαλιλαίαν, 7 λέγων, ὅτι σύμφωνα μὲ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ νὰ σταυρωθῇ καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του νὰ ἀναστηθῇ. 8 Καὶ αἱ Μυροφόροι ἐνεθυμήθησαν τότε τοὺς λόγους τοῦ Κυρίου. 9 Καὶ ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὸ μνημεῖον, ἀνήγγειλαν ὅλα αὐτὰ εἰς τοὺς ἕνδεκα καὶ εἰς ὅλους τοὺς ἄλλους, ποὺ ἦσαν μαζὶ μὲ τοὺς Ἀποστόλους. 10 Αἱ γυναῖκες δέ, ποὺ ἔλεγαν αὐτὰ εἰς τοὺς Ἀποστόλους, ἦσαν ἡ Μαγδαληνὴ Μαρία καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία ἡ μήτηρ τοῦ Ἰακώβου καὶ αἱ λοιπαί, ποὺ ἦσαν μαζί των. 11 Καὶ ἐφάνησαν εἰς αὐτοὺς σὰν φλυαρία καὶ ἐπινόησίς τῆς φαντασίας οἱ λόγοι τῶν γυναικῶν αὐτῶν καὶ δὲν τὰς ἐπίστευαν. 12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε.
 
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 35 - 43

35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 35 - 43

35 Ὅταν δὲ ἐπλησίαζεν ὁ Κύριος εἰς τὴν Ἱεριχῶ, συνέβη κάποιος τυφλὸς νὰ κάθεται κοντὰ εἰς τὸν δρόμον καὶ νὰ ζητιανεύῃ. 36 Ὅταν δὲ ἤκουσε τὸν θόρυβον τοῦ λαοῦ ποὺ ἐπερνοῦσεν, ἠρώτησε, σὰν τί νὰ ἦσαν αὐτά, ποὺ ἤκουε. 37 Τοῦ ἀνήγγειλαν δέ, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἐπέρνα ἀπ’ ἐκεῖ. 38 Καὶ τότε αὐτὸς ἔβαλε φωνὴν δυνατὴν καὶ ἔλεγεν· Ἰησοῦ, ἀπόγονε ἔνδοξε τοῦ Δαβίδ, τὸν ὁποῖον προανήγγειλαν καὶ προεκήρυξαν οἱ προφῆται, ἐλέησέ με. 39 Καὶ αὐτοί, ποὺ ἐπροπορεύοντο, τὸν ἐπέπληττον καὶ τὸν ἀνάγκαζον νὰ σιωπήσῃ νομίζοντες, ὅτι μὲ τὰς φωνάς του θὰ ἠνωχλεῖτο ὁ Ἰησοῦς. Αὐτὸς ὅμως πολὺ περισσότερον ἐφώναζεν· Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με. 40 Διέκοψε δὲ τὴν πορείαν του ὁ Ἰησοῦς καὶ διέταξε νὰ τὸν φέρουν πλησίον του. Ὅταν δὲ αὐτὸς ἐπλησίασε, τὸν ἠρώτησεν ὁ Κύριος 41 καὶ τοῦ εἶπε· Τί θέλεις νὰ σοῦ κάμω; Ὁ δὲ τυφλὸς εἶπε· Κύριε, θέλω νὰ ἀποκτήσω πάλιν τὸ φῶς μου καὶ νὰ ξαναΐδω. 42 Καὶ ὁ Ἰησοῦς τοῦ εἶπεν: Ἀνάβλεψον· ἡ πίστις ποὺ ἔχεις, ὅτι εἶμαι ὁ ἀπόγονος τοῦ Δαβὶδ καὶ ὅτι ἔχω τὴν δύναμιν νὰ σοῦ δώσω τὴν ὑγείαν τῶν ματιῶν σου, σὲ ἔσωσεν ἀπὸ τὴν ἀθεράπευτον τύφλωσίν σου. 43 Καὶ τὴν ἴδια στιγμὴ ἀπέκτησε πάλιν τὸ φῶς του καὶ ἠκολούθει τὸν Ἰησοῦν δοξάζων τὸν Θεόν, ποὺ τὸν ἐθεράπευσε διὰ μέσου τοῦ Ἰησοῦ. Καὶ ὅλον τὸ πλῆθος τοῦ λαοῦ, ὅταν εἶδε τὸ θαῦμα, ἐδοξολόγησε καὶ ἀνύμνησε τὸν Θεόν. 
 

Ἀπόστολος 
 
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε´ 8 - 19

8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε´ 8 - 19

8 Σκεφθῆτε, τί ἦσθε εἰς τὸ παρελθόν. Τόσον πολὺ εἶχεν εἰσχωρήσει μέσα σας ὁ σκοτισμὸς τῆς ἁμαρτίας, ὥστε εἴχετε μεταβληθῆ εἰς σκότος. Τώρα ὅμως διὰ τῆς ἑνώσεώς σας μὲ τὸν Κύριον ἐγίνατε φῶς. Νὰ συμπεριφέρεσθε λοιπὸν σὰν παιδιὰ φωτός· σὰν ἄνθρωποι, ποὺ εἰς ὅλα των εἶναι φῶς καὶ διὰ τῆς ἀρετῆς των λάμπουν. 9 Ὀφείλετε δέ, ἀφοῦ ἐλάβατε τὸ Ἅγιον Πνεῦμα, νὰ δεικνύετε διαγωγὴν φωτεινήν, διότι ὁ καρπός, ποὺ παράγει τὸ Ἅγιον Πνεῦμα εἰς τὰς ψυχὰς τῶν φωτισμένων ὑπ’ αὐτοῦ, δεικνύεται ἐξωτερικῶς μὲ κάθε καλωσύνην καὶ δικαιοσύνην καὶ φιλαλήθειαν. 10 Καὶ ἐξετάζετε νὰ μάθετε, τί εἶναι εὐάρεστον ἐνώπιον τοῦ Κυρίου. 11 Καὶ μὴ γίνεσθε μὲ τὴν ἀνοχήν σας συγκοινωνοὶ καὶ συνένοχοι εἰς τὰ ἔργα τοῦ σκότους, τὰ ὁποῖα δὲν φέρουν κανένα ὠφέλιμον καρπόν. Ἀντὶ νὰ τὰ σκεπάζετε καὶ νὰ τὰ ἀνέχεσθε, ὀφείλετε μᾶλλον νὰ ἐλέγχετε τὰ ἔργα αὐτὰ καὶ νὰ τὰ βγάζετε εἰς τὸ φῶς, ἀποδεικνύοντες πόσον ὀλέθρια εἶναι. 12 Ὁ ἔλεγχος καὶ ἡ διαφώτισις αὐτὴ εἶναι ἐπιβεβλημένη καὶ ὠφέλιμος, διότι τὰ ἔργα, ποὺ πράττουν κρυφίως οἱ ἀπειθεῖς αὐτοί, εἶναι τόσον αἰσχρά, ὥστε καὶ μόνον τὸ νὰ ὁμιλῇ κανεὶς δι’ αὐτὰ φέρει ἐντροπήν. 13 Διὰ τοῦ ἐλέγχου ὅμως τὰ ἔργα αὐτά, ποὺ γίνονται κρυφά, φανερούνται. Γίνεται δηλαδὴ γνωστὸς ὁ αἰσχρός των χαρακτὴρ καὶ αἱ ὀλέθριαι συνέπειαί των καὶ διορθοῦνται ὅσοι ἔχουν καλὴν προαίρεσιν. Καὶ παύουν πλέον νὰ κάνουν τὰ κρυφὰ καὶ ἐργάζονται εἰς τὸ ἑξῆς φανερά. Διότι κάθε τι ποὺ δὲν φοβεῖται τὸν ἔλεγχον καὶ δὲν δυσκολεύεται νὰ φανερωθῇ, εἶναι φῶς. 14 Ἐπειδὴ δὲ πράγματι ἐπέρχεται διόρθωσις διὰ τοῦ ἐλέγχου, δι’ αὐτὸ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον χρησιμοποιεῖ τὸν ἔλεγχον καὶ φωνάζει πρὸς κάθε ἁμαρτωλὸν διὰ στόματος τῶν προφητῶν τῆς Καινῆς Διαθήκης: Σήκω ἐπάνω σύ, ποὺ κοιμᾶσαι τὸν ὕπνον τῆς ἁμαρτίας καὶ ἀναστήσου ἀπὸ τὴν νέκραν καὶ τὸν θάνατον, εἰς τὸν ὁποῖον σὲ ἔρριψεν ἡ ἁμάρτια. Καὶ θὰ σὲ φωτίσῃ ὁ Χριστός. 15 Ἐλάβατε δὲ καὶ σεῖς τὸν φωτισμὸν αὐτὸν ἀπὸ τὸν Χριστόν. Λοιπὸν προσέχετε, πῶς μὲ πᾶσαν ἀκρίβειαν νὰ συμπεριφέρεσθε ὄχι σὰν ἄσοφοι καὶ ἀσύνετοι, ἀλλ’ ὡς σοφοὶ καὶ φρόνιμοι. 16 Ἡ σύνεσις δὲ καὶ ἡ σοφία σας θὰ φαίνεται μὲ τὸ νὰ ἐπωφελῆσθε πνευματικῆς κάθε εὐκαιρίαν καὶ μὲ πᾶσαν σπουδὴν νὰ ἁρπάζετε αὐτήν. Δὲν πρέπει δὲ νὰ χάνετε καμμίαν εὐκαιρίαν, διότι αἱ ἡμέραι ἕνεκα τοῦ ἐπικρατοῦντος κακοῦ εἶναι γεμᾶται σκάνδαλα, καὶ ὡς ἐκ τούτου αἱ μὲν εὐκαιρίαι τοῦ ἀγαθοῦ παρουσιάζονται σπανιώτερον, αἱ δὲ ἀφορμαὶ πρὸς τὸ κακὸν εἶναι πολυπληθέστεροι. 17 Δι’ αὐτὸ λοιπὸν προσέχετε νὰ μὴ γίνεσθε ἀνόητοι, ἀλλὰ νὰ ἐξετάζετε καὶ νὰ κατανοῆτε, ποῖον εἶναι τὸ εἰς ἑκάστην περίπτωσιν θέλημα τοῦ Κυρίου, ὁπότε, ἐὰν συμμορφώνεσθε πρὸς αὐτό, θὰ γίνεσθε πράγματι σοφοὶ καὶ συνετοί. 18 Καὶ μὴ μεθᾶτε μὲ οἶνον. Εἰς τὴν μέθην ὑπάρχει διαφθορὰ καὶ ἀσωτία. Ἀλλὰ γεμίζετε τὸ ἐσωτερικόν σας μὲ Πνεῦμα Ἅγιον. 19 Καὶ ὁ θεῖος τότε ἐνθουσιασμός, ποὺ θὰ γεμίζῃ τὰς καρδίας σας, θὰ ἐξωτερικεύεται μὲ τὸ νὰ λαλῆτε μεταξύ σας μὲ ψαλμοὺς καὶ μὲ ὕμνους καὶ μὲ ᾠδὰς πνευματικὰς καὶ μὲ τὸ νὰ τραγουδᾶτε καὶ ψάλλετε εἰς τὸν Κύριον ὄχι μόνον μὲ τὸ στόμα σας, ἀλλὰ καὶ μὲ τὴν καρδίαν σας, ποὺ θὰ προσέχῃ τὰ ψαλλόμενα.
 
 
«Πᾶνος»  

Κυριακή 26 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΙΓ΄ Λουκᾶ 26 Νοεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος πλ. δ´ - Ἑωθινόν Γ´
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 9 - 20

9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. 11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς, ἠπίστησαν. 12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. 14 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ τὴν σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. 15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται· 17 σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· 18 ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. 19 Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.

Τρίτη 21 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Τρίτης (Τὰ εἰσόδια τῆς Θεοτόκου) 21 Νοεμβρίου 2023


Εὐαγγέλιον 
 
ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 - 42

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 - 28

27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Κυριακή 19 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Θ΄ Λουκᾶ 19 Νοεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος βαρύς - Ἑωθινόν Β´
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 - 8

1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Δευτέρα 13 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Δευτέρας (Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου) 13 Νοεμβρίου 2023


Εὐαγγέλιον
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ι´ 9 - 16

9 ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Κυριακή 12 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Η΄ Λουκᾶ 12 Νοεμβρίου 2023


Ἑωθινόν 
 
Ἦχος πλ. β´ - Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

Κυριακή 5 Νοεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Ε΄ Λουκᾶ 5 Νοεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος πλ. α´ - Ἑωθινόν ΙΑ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 15 - 25

15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. 20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ἀκολούθει μοι. 23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. 25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. 

Κυριακή 29 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Ζ΄ Λουκᾶ 29 Ὀκτωβρίου 2023


Ἑωθινόν
 
Ἦχος δ´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14

1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. 

Σάββατο 28 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τοῦ Σαββάτου (Ἁγίας Σκέπης - Ἐπέτειος του ΟΧΙ) 28 Ὀκτωβρίου 2023


Εὐαγγέλιον
 
ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 - 42

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

Πέμπτη 26 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Πέμπτης (Ἁγίου Δημητρίου τοῦ Μυροβλήτου) 26 Ὀκτωβρίου 2023


Εὐαγγέλιον
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΕ´ 17 - 27

17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.

Κυριακή 22 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΣΤ΄ Λουκᾶ 22 Ὀκτωβρίου 2023


 Ἑωθινόν
 
Ἦχος γ´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Κυριακή 15 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Δ΄ Λουκᾶ «Τῶν θεοφόρων πατέρων τῆς ἐν Νικαίᾳ ζ΄ Οἰκουμενικῆς συνόδου (787)» 15 ΟΚΤΩΒΡΙΟΥ 2023

 
 Ἑωθινόν
 
Ἦχος β' - Ἑωθινόν Η´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 11 - 18

11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. 12 ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. 15 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ραββουνί, ὃ λέγεται, διδάσκαλε. 17 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

Κυριακή 8 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Γ΄ Λουκᾶ 8 ΟΚΤΩΒΡΙΟΥ 2023


Ἑωθινόν
 
Ἦχος α' - Ἑωθινόν Ζ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 1 - 10

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Κυριακή 1 Οκτωβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Β΄ Λουκᾶ 1 ΟΚΤΩΒΡΙΟΥ 2023


Ἑωθινόν 
 
Ἦχος πλ. δ' - Ἑωθινόν ΣΤ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53

36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος πλ. δ' - Ἑωθινόν ΣΤ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53

36 Ἐνῷ δὲ αὐτοὶ διηγοῦντο αὐτά, αἴφνης αὐτὸς ὁ Ἰησοῦς ἐστάθη ἐν μέσῳ αὐτῶν καὶ λέγει εἰς αὐτούς· Εἴθε νὰ εἶναι εἰς σᾶς εἰρήνη· εἰρήνη μετὰ τοῦ Θεοῦ καὶ μεταξύ σας· εἰρήνη καὶ εἰς τὸ ἐσωτερικόν σας. 37 Ἡ αἰφνίδια ὅμως ἐμφάνισις τοῦ Κυρίου τοὺς κατετάραξε. Καὶ καταληφθέντες ἀπὸ φόβον ἐνόμιζαν, ὅτι ἔβλεπαν ψυχὴν ἀποθαμένου, ποὺ ἦλθεν ἀπὸ τὸν Ἅδην, χωρὶς νὰ ἔχῃ καὶ σῶμα. 38 Καὶ εἶπεν ὁ Κύριος εἰς αὐτούς· Διατὶ εἶσθε ταραγμένοι; Καὶ διατὶ διαλογισμοὶ ἀμφιβολίας περὶ τοῦ ἂν πράγματι εἶμαι ὁ ἀναστὰς Διδάσκαλός σας, γεννῶνται εἰς τὰς διανοίας σας; 39 Ἴδετε τὰς χεῖρας μου καὶ τοὺς πόδας μου, ὅτι φέρουν τὰ σημάδια τῶν καρφιῶν καὶ βεβαιωθῆτε, ὅτι εἶμαι ὁ σταυρωθεὶς Διδάσκαλός σας. Ψηλαφήσατέ με διὰ τῶν χειρῶν σας καὶ βεβαιωθῆτε, ὅτι δὲν εἶμαι ἄσαρκον πνεῦμα. Διότι ἡ ψυχὴ καὶ τὸ φάντασμα τοῦ πεθαμένου δὲν ἔχει σῶμα καὶ ὀστᾶ, καθὼς βλέπετε καὶ πείθεσθε, ὅτι ἔχω ἐγώ. 40 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἐπειδὴ δὲ αὐτοὶ ἠπίστουν ἀκόμη λόγῳ τῆς χαρᾶς των νομίζοντες, ὅτι ἔβλεπον ὄνειρον, καὶ ἐπειδὴ ἐθαύμαζον διὰ τὰ πρωτοφανῆ ταῦτα καὶ ἀνέλπιστα, τοὺς εἶπεν ὁ Κύριος· Ἔχετε ἐδῶ τίποτε φαγώσιμον διὰ νὰ φάγω καὶ διὰ νὰ πεισθῆτε ἔτσι ἀκόμη περισσότερον, ὅτι δὲν εἶμαι πνεῦμα; 42 Αὐτοὶ δὲ τοῦ ἔδωκαν ἕνα τεμάχιον ἀπὸ ψάρι ψημένον καὶ ὀλίγην κηρήθραν. 43 Καὶ ἀφοῦ τὰ ἐπῆρεν, ἔφαγεν ἐμπρός των, ὄχι διότι εἶχε ἀνάγκην συντηρήσεως τὸ σῶμα του, ἀλλ’ ἔπραξε τοῦτο διὰ νὰ βεβαιώσῃ αὐτούς, ὅτι ὄντως ἀνέστη. 44 Εἶπε δὲ πρὸς αὐτούς· Αὐτὰ τὰ γεγονότα, ποὺ βλέπετε καὶ σᾶς προκαλοῦν τὸν θαυμασμόν, εἶναι ἡ πραγματοποίησις τῶν λόγων, ποὺ σᾶς εἶπα προφητικῶς, ὅταν ἀκόμη ἤμην μαζί σας ζῶν, προτοῦ νὰ σταυρωθῶ. Σᾶς ἔλεγα δηλαδή, ὅτι σύμφωνα πρὸς τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει νὰ πληρωθοῦν καὶ νὰ πραγματοποιηθοῦν ὅλα, ὅσα ἔχουν γραφῆ περὶ ἐμοῦ εἰς τὸν νόμον τοῦ Μωϋσέως καὶ εἰς τοὺς προφήτας καὶ εἰς τοὺς ψαλμούς. 45 Τότε τοὺς μετέδωκε θεῖον φωτισμὸν καὶ τοὺς ἤνοιξε τὸν νοῦν διὰ νὰ ἐννοοῦν τὰς Γραφάς. 46 Καὶ ἀφοῦ ἀνέπτυξεν εἰς αὐτοὺς τὰς κυριωτέρας προφητείας, τοὺς εἶπεν, ὅτι ἔτσι ἔχει γραφῆ προφητικῶς εἰς τὰς Γραφάς, καὶ ἔτσι ἔπρεπε σύμφωνα μὲ τὰς προφητείας αὐτὰς νὰ πάθῃ ὁ Χριστὸς καὶ νὰ ἀναστηθῇ τὴν τρίτην ἀπὸ τοῦ θανάτου του ἡμέραν, 47 καὶ σύμφωνα μὲ ὅσα ἐδιδάχθητε καὶ ἐμάθετε διὰ τὸ ὄνομά μου ὡς τοῦ μόνου Σωτῆρος καὶ λυτρωτοῦ τῶν ἀνθρώπων νὰ κηρυχθῇ μετάνοια καὶ ἄφεσις ἁμαρτίων εἰς ὅλα τὰ Ἔθνη, νὰ ἀρχίσῃ δὲ τὸ κήρυγμα τοῦτο ἀπὸ τὴν Ἱερουσαλήμ. 48 Σεῖς δὲ εἶσθε μάρτυρες ὅλων αὐτῶν, δηλαδὴ τοῦ κηρύγματός μου, τοῦ βίου μου, τοῦ πάθους μου καὶ τῆς ἀναστάσεώς μου. Καὶ μὲ τὴν μαρτυρίαν, τὴν ὁποίαν θὰ κάνετε περὶ ἐμοῦ, θὰ συντελεσθῇ τὸ μέγα τοῦτο ἔργον τοῦ κηρύγματος μετανοίας καὶ ἀφέσεως ἁμαρτίων εἰς ὅλα τὰ ἔθνη. 49 Σᾶς ὑπόσχομαι δὲ καὶ ἐγὼ νὰ σᾶς βοηθήσω ἀποτελεσματικῶς εἰς τὸ ἔργον αὐτό. Ἰδοὺ ἐγώ, ποὺ ἀπὸ τώρα εἶμαι καὶ ὡς ἄνθρωπος ὁ βασιλεὺς τοῦ κόσμου καὶ ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ἀποστέλλω ἐκ τοῦ οὐρανοῦ ἐπάνω σας τὴν ἐπαγγελίαν, τὴν ὁποίαν ὁ Πατὴρ ὑπεσχέθη, δηλαδὴ τὸ Πνεῦμα τὸ Ἅγιον, περὶ τοῦ ὁποίου οἱ προφῆται προανήγγειλαν, ὅτι θὰ δοθῇ εἰς πᾶσαν σάρκα. Σεῖς δὲ καθίσατε εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ μὴ ἀπομακρυνθῆτε ἐξ αὐτῆς, ἕως ὅτου φορέσετε ὡς πνευματικὸν ἔνδυμα δύναμιν καὶ ἐνίσχυσιν, ποὺ θὰ σᾶς ἔλθῃ ἐξ οὐρανοῦ διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος. 50 Ὅταν δὲ ἐτελείωσε τὰς διδασκαλίας ταύτας, τοὺς ἔβγαλε ἔξω ἀπὸ τὰ Ἱεροσόλυμα, ἕως ποὺ ἐπλησίασαν πρὸς τὴν Βηθανίαν. Καὶ ἀφοῦ ὕψωσε τὰς χεῖρας του τοὺς ηὐλόγησε. 51 Καὶ συνέβη, ἐνῷ αὐτὸς τοὺς ηὐλόγει, ἐχωρίσθη καὶ ἀπεμακρύνθη ἀπὸ αὐτοὺς καὶ ἐφέρετο πρὸς τὰ ἐπάνω, πρὸς τὸν οὐρανόν. 52 Καὶ αὐτοί, ἀφοῦ τὸν προσεκύνησαν, ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ μὲ χαρὰν μεγάλην διὰ τὴν ἔνδοξον ἀνύψωσιν τοῦ διδασκάλου καὶ διὰ τὴν ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος, περὶ τῆς ὁποίας τοὺς ἐβεβαίωσε. 53 Καὶ ἦσαν πάντοτε, κατὰ τὰς ὤρας τῆς προσευχῆς καὶ λατρείας, εἰς τὸ ἱερόν, ὑμνοῦντες καὶ δοξολογοῦντες τὸν Θεόν. Ἀμήν. 
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΛΟΥΚΑΝ Ϛ´ 31 - 36

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ’ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΛΟΥΚΑΝ Ϛ´ 31 - 36

31 Καὶ μὲ ὀλίγας λέξεις, ὅπως θέλετε νὰ συμπεριφέρωνται πρὸς σᾶς καὶ νὰ σᾶς κάνουν οἱ ἄνθρωποι, καὶ σεῖς νὰ κάνετε εἰς αὐτοὺς τὰ ἴδια. 32 Διότι ἐὰν ἀγαπᾶτε μόνον ἐκείνους, ποὺ σᾶς ἀγαποῦν, ποία εὔνοια ἀπὸ τὸν Θεὸν καὶ ποία ἀμοιβὴ ἀπὸ αὐτὸν σᾶς ἀνήκει; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ ἀγαποῦν ἐκείνους, οἱ ὁποῖοι τοὺς ἀγαποῦν. 33 Καὶ ἂν κάνετε τὸ καλὸν εἰς ἐκείνους, ποὺ σᾶς εὐεργετοῦν, ποία εὔνοια καὶ χάρις καὶ ἀνταμοιβὴ σᾶς ἀνήκει ἀπὸ τὸν Θεόν; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ τὸ ἴδιο κάνουν. 34 Καὶ ἐὰν δανείζετε ἐκείνους, ἀπὸ τοὺς ὁποίους ἐλπίζετε νὰ λάβετε ὀπίσω τὰ δανεισθέντα, ποῖα χάρις καὶ ἀνταπόδοσις ἀπὸ τὸν Θεὸν σᾶς ἀνήκει; Καμμία. Διότι καὶ οἱ ἁμαρτωλοὶ δανείζουν ἄλλους ἁμαρτωλοὺς διὰ νὰ λάβουν ὀπίσω ὁλόκληρον τὸ δανεισθὲν ποσὸν ἢ καὶ ἐν καιρῷ ἀνάγκης λάβουν καὶ αὐτοὶ ἴσα ὠφελήματα καὶ δάνεια ἀπὸ ἐκείνους, ποὺ ἐδάνεισαν. 35 Σεῖς ὅμως νὰ ἀγαπᾶτε τοὺς ἐχθρούς σας καὶ νὰ τοὺς εὐεργετῆτε καὶ νὰ τοὺς δανείζετε, χωρὶς νὰ ἐλπίζετε τίποτε ὡς ἀνταπόδοσιν ἀπὸ αὐτούς. Καὶ θὰ εἶναι πολὺς ὁ μισθός σας καὶ μεγάλη ἡ ἀνταμοιβή σας ἀπὸ τὸν Θεόν. Καὶ θὰ εἶσθε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν κατὰ χάριν τέκνα τοῦ ὑψίστου Θεοῦ, πρὸς τὸν ὁποῖον θὰ ὁμοιάζετε ἡθικῶς. Διότι καὶ αὐτὸς εἶναι εὐεργετικὸς καὶ ὠφέλιμος εἰς τοὺς ἀνθρώπους, οἱ ὁποῖοι δεικνύουν ἀχαριστίαν εἰς τὰς τόσας εὐεργεσίας του καὶ οἱ ὁποῖοι δὲν ἔχουν καλὴν διάθεσιν καὶ προαίρεσιν ἀλλ’ εἶναι πονηροί. 36 Γίνεσθε λοιπὸν σπλαγχνικοὶ πρὸς τὸν πλησίον καὶ συμπονετικοὶ εἰς τὰς δυστυχίας του καὶ τὰς ἀνάγκας του, καθὼς καὶ ὁ οὐράνιος Πατήρ σας εἶναι εὐσπλαγχνικὸς πρὸς ὅλους.
 

Ἀπόστολος
 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 28

16 τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 1

1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 28

16 Πῶς δὲ ἠμπορεῖ νὰ εὑρίσκωνται μαζὶ εἰς τὸν ἴδιον τόπον ὁ ναὸς τοῦ Θεοῦ καὶ τὰ εἴδωλα; Ναί· δὲν ἔχουν καμμίαν θέσιν τὰ εἴδωλα εἰς σᾶς. Διότι σεῖς εἶσθε ναὸς τοῦ ζῶντος Θεοῦ, καθὼς εἶπεν εἰς τὴν Παλαιὰν Διαθήκην ὁ Θεός· Ὅτι θὰ κατοικήσω μέσα των καὶ θὰ περιπατήσω μεταξύ των καὶ θὰ εἶμαι Θεὸς ἰδικός των καὶ αὐτοὶ θὰ εἶναι λαός μου. 17 Δι’ αὐτὸ ἐξέλθετε ἀπὸ μέσα ἀπὸ τοὺς ἀπίστους καὶ ξεχωρισθῆτε ἀπὸ αὐτούς, λέγει ὁ Κύριος, καὶ μὴ ἐγγιζετε ὀτιδήποτε ἀκάθαρτον. Καὶ ἑγὼ θὰ σᾶς δεχθῶ μὲ στοργὴν πατρικήν. 18 Καὶ θὰ γίνω πατέρας σας καὶ σεῖς θὰ εἶσθε παιδιά μου καὶ θυγατέρες μου, λέγει ὁ Κύριος ὁ παντοκράτωρ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 1

1 Αφοῦ λοιπὸν ἔχομεν τὰς ὑποσχέσεις αὐτάς, ἀγαπητοί, ἂς καθαρίσωμεν τοὺς ἑαυτούς μας ἀπὸ κάθε τι, ποὺ μολύνει τὸ σῶμα καὶ τὸ πνεῦμα μας καὶ ἂς τελειοποιούμεθα εἰς τὴν ἀγιωσύνην μὲ τὸν φόβον τοῦ Θεοῦ.

 
«Πᾶνος»