Κυριακή 6 Φεβρουαρίου 2022

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς 6 Φεβρουαρίου 2022

 


Ἦχος πλ. δ´ - Ἑωθινόν ΙΑ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 15 - 25

15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. 20 ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ἀκολούθει μοι. 23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. 25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος πλ. δ´ - Ἑωθινόν ΙΑ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 15 - 25

15 Ὅταν λοιπὸν ἐπῆραν τὸ πρωϊνό τους, εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα Πέτρον· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς περισσότερον ἀπὸ αὐτούς, τοὺς ἄλλους συμμαθητάς σου, ὅπως μοῦ ἔλεγες καυχώμενος κατὰ τὴν νύκτα τῆς συλλήψεώς μου; Ὁ Πέτρος τώρα διδαγμένος ἀπὸ τὸ πάθημά του ἐκφράζεται μὲ γλῶσσαν ταπεινοφροσύνης καὶ λέγει εἰς αὐτόν· Ναί, Κύριε, σὺ γνωρίζεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Βόσκε τὰ λογικὰ ἀρνία τῆς πνευματικῆς μου ποίμνης καὶ φρόντιζε νὰ τρέφονται καὶ νὰ οἰκοδομοῦνται ταῦτα μὲ τὴν διδασκαλίαν τῆς ἀληθείας καὶ μὲ κάθε μέσον πνευματικῆς παιδαγωγίας. 16 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς πάλιν διὰ δευτέραν φοράν· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾷς; Λέγει εἰς αὐτόν· Ναί, Κύριε, σὺ γνωρίζεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ποίμαινε τὰ λογικὰ πρόβατά μου, ἐπιστατῶν καὶ ἀγρυπνῶν διὰ τὴν ἀσφάλειαν καὶ σωτηρίαν των. 17 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς διὰ τρίτην φοράν· Σίμων, υἱὲ τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾷς; Ἐπειδὴ δὲ ἐφαίνετο διὰ τῆς νέας αὐτῆς ἐρωτήσεως, ὅτι ὁ Διδάσκαλος ἀμφέβαλλεν ἀκόμη διὰ τὴν ἀγάπην τοῦ Πέτρου, ἐλυπήθη ὁ Πέτρος, διότι εἶπεν εἰς αὐτὸν ὁ Κύριος διὰ τρίτην φοράν· Μὲ ἀγαπᾷς; Καὶ ἐπειδὴ ἡ τριπλὴ ἄρνησις τὸν εἶχε διδάξει νὰ μὴ ἔχῃ πλέον ἐμπιστοσύνην εἰς τὸν ἑαυτόν του, εἶπεν εἰς αὐτόν· Κύριε, σὺ τὰ γνωρίζεις ὅλα, σὺ ἡξεύρεις, ὅτι σὲ ἀγαπῶ. Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Καὶ ἀφοῦ μὲ τὴν τριπλῆν αὐτὴν βεβαίωσίν του ὁ Πέτρος ἐπανώρθωσε τὸ ἁμάρτημα τῆς τριπλῆς ἀρνήσεώς του, καὶ ἀποκατεστάθη εἰς τὸ ἀποστολικὸν ἀξίωμα, ὁ Κύριος πληροφορῶν αὐτόν, ὅτι δὲν θὰ τὸν ἠρνεῖτο πλέον, τοῦ προσθέτει: 18 Ἀληθῶς, ἀληθῶς σοῦ λέγω, ὅταν ἤσουν νεότερος ἔζωνες μόνος σου τὸν ἑαυτόν σου καὶ ἐβάδιζες, ὅπου ἤθελες. Ὅταν δὲ θὰ γηράσῃς, θὰ ἑξαπλώσῃς τὰς χεῖρας σου καὶ ἄλλος θὰ σὲ ζώσῃ καὶ θὰ σὲ φέρῃ ἐκεῖνος εἰς μέρος, ὅπου δὲν θέλεις. Δηλαδὴ θὰ σὲ ὁδηγήσῃ εἰς τὸ μαρτύριον, τὸ ὁποῖον ἂν καὶ μὲ τὴν προαίρεσίν σου θὰ τὸ ἀσπάζεσαι, λόγῳ ὅμως τῆς φυσικῆς άποστροφῆς τῶν ἀνθρώπων πρὸς τὸν θάνατον, φυσικὰ καὶ σὺ θὰ τὸ ἀποστέργῃς. 19 Ὁ Κύριος λοιπὸν εἶπε τοῦτο σημαίνων μὲ ποῖον εἶδος θανάτου θὰ δοξάσῃ ὁ Πέτρος τὸν Θεόν. Καὶ ἀφοῦ εἶπε τοῦτο, λέγει εἰς αὐτόν· Ἀκολούθει με. 20 Ἐνῷ δὲ ἐβάδιζαν, ἔστρεψεν ὀπίσω ὁ Πέτρος καὶ εἶδε τὸν μαθητήν, ποὺ ἠγάπα ὁ Ἰησοῦς, νὰ ἀκολουθῇ καὶ αὐτός. Ὁ μαθητὴς αὐτὸς ἔπεσε καὶ κατὰ τὸ δεῖπνον ἐπὶ τοῦ στήθους τοῦ Ἰησοῦ καὶ εἶπε· Κύριε, ποῖος εἶναι αὐτός, ποὺ πρόκειται νὰ σὲ παραδώσῃ; 21 Αὐτὸν τὸν μαθητὴν ὅταν τὸν εἶδεν ὁ Πέτρος, λέγει εἰς τὸν Ἰησοῦν· Κύριε, αὐτὸς δὲ τί θὰ γίνῃ καὶ τί τοῦ ἐπιφυλάσσεται; 22 Τότε ὁ Ἰησοῦς εἶπεν εἰς τὸν Πέτρον· Ὑπόθεσε, ὅτι θέλω αὐτὸς νὰ μείνῃ εἰς τὴν ζωὴν αὐτὴν μέχρις ὅτου ἔλθω κατὰ τὴν δευτέραν μου παρουσίαν. Τί σὲ ἐνδιαφέρει αὐτὸ καὶ τί ἔχεις νὰ κερδίσῃς σύ, ἐὰν μάθῃς, τί θὰ ἀπογίνῃ αὐτός; Σὺ ἀκολούθει με καὶ φρόντιζε διὰ τὴν ἰδικήν σου σωτηρίαν. 23 Ἐκ παρεξηγήσεως λοιπὸν τῶν λόγων τούτων τοῦ Ἰησοῦ διεδόθη μεταξὺ τῶν ἀδελφῶν Χριστιανῶν ἡ φήμη αὐτή, ὅτι δηλαδὴ ὁ μαθητὴς ἐκεῖνος δὲν πεθαίνει. Καὶ δὲν εἶπεν ὁ Ἰησοῦς εἰς τὸν Πέτρον, ὅτι ὁ μαθητὴς αὐτὸς δὲν θὰ ἀποθάνῃ. Ἀλλ’ εἶπεν ὑποθετικῶς· Ἐὰν αὐτὸς θέλω νὰ μένῃ μέχρις ὅτου ἔλθω, τί νοιάζεσαι σύ; 24 Ὁ μαθητὴς δὲ ἐκεῖνος εἶναι αὐτός, ποὺ ἑξακολουθεῖ καὶ τώρα νὰ δίδῃ μαρτυρίαν δι’ αὐτά, ποὺ ἱστοροῦνται εἰς τὸ Εὐαγγέλιον τοῦτο, καὶ ὁ ὁποῖος κατέγραψε ταῦτα. Καὶ γνωρίζομεν, ὅτι ἡ μαρτυρία του εἶναι ἀληθής. 25 Ὑπάρχουν δὲ καὶ πολλὰ ἄλλα, ὅσα ἔκαμεν ὁ Ἰησοῦς, τὰ ὁποῖα, ἐὰν γράφωνται λεπτομερῶς ἕνα - ἕνα, νομίζω ὅτι καὶ αὐτὸς ὁ κόσμος μὲ ὅλας τὰς βιβλιοθήκας του δὲν θὰ χωρέσῃ τὰ βιβλία ποὺ θὰ γράφονται. Ἀληθῶς.
 
 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ´ 21 - 28

21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ´ 21 - 28

21 Καὶ ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ μέρος ἐκεῖνο ὁ Ἰησοῦς, ἀνεχώρησε πρὸς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 Καὶ ἰδοὺ μία γυναῖκα Χαναναία, ποὺ ἐβγῆκεν ἀπὸ τὰ σύνορα ἐκεῖνα, ἐφώναξε δυνατὰ πρὸς αὐτὸν καὶ εἶπεν· Ἐλέησόν με, Κύριε, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ.Ἡ θυγατέρα μου κατέχεται ἀπὸ δαιμόνιον καὶ ὑποφέρει φρικτά. 23 Αὐτὸς ὅμως δὲν ἀπεκρίθη εἰς αὐτὴν οὔτε λέξιν.Καὶ ἀφοῦ ἐπλησίασαν οἱ μαθηταί του, τὸν παρεκάλουν λέγοντες· Κάμε της αὐτὸ ποὺ ζητεῖ διὰ νὰ φύγῃ, διότι φωνάζει δυνατὰ ἀπὸ πίσω μας καὶ ἀπὸ τὰς φωνάς της θὰ μαζευθῇ λαὸς πολύς. 24 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν ἀπεστάλην ἀπὸ τὸν Πατέρα μου παρὰ διὰ τὰ χαμένα πρόβατα τοῦ Ἰσραηλιτικοῦ γένους. 25 Ἀλλ’ αὐτή, ἀφοῦ ἦλθε πλησίον, ἔπεσε μὲ εὐλάβειαν είς τοὺς πόδας τοῦ Κυρίου καὶ ἔλεγε· Κύριε, βοήθα με εἰς τὴν δυστυχίαν μου! 26 Αὐτὸς ὅμως ἀπεκρίθη καὶ εἶπε· Δὲν εἶναι σωστὸ νὰ πάρῃ κανεὶς τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίψῃ στὰ σκυλάκια. 27 Αὐτὴ δὲ εἶπε· Ναί, Κύριε· δέχομαι ὅτι εἶμαι σκυλάκι.Διότι καὶ τὰ σπιτίσια σκυλάκια τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πίπτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων των. 28 Τότε ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τῆς εἶπεν· Ὦ γυναῖκα, ἡ πίστις σου εἶναι μεγάλη.Ἂς γίνῃ εἰς σὲ ὅπως θέλεις.Καὶ πράγματι ἀπὸ τὴν ὥραν ἀκριβῶς ἐκείνην ἰατρεύθη ἡ θυγατέρα της.
 
 
 

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 18

16 τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 1

1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ϛ´ 16 - 18

16 Πῶς δὲ ἠμπορεῖ νὰ εὑρίσκωνται μαζὶ εἰς τὸν ἴδιον τόπον ὁ ναὸς τοῦ Θεοῦ καὶ τὰ εἴδωλα; Ναί· δὲν ἔχουν καμμίαν θέσιν τὰ εἴδωλα εἰς σᾶς. Διότι σεῖς εἶσθε ναὸς τοῦ ζῶντος Θεοῦ, καθὼς εἶπεν εἰς τὴν Παλαιὰν Διαθήκην ὁ Θεός· Ὅτι θὰ κατοικήσω μέσα των καὶ θὰ περιπατήσω μεταξύ των καὶ θὰ εἶμαι Θεὸς ἰδικός των καὶ αὐτοὶ θὰ εἶναι λαός μου. 17 Δι’ αὐτὸ ἐξέλθετε ἀπὸ μέσα ἀπὸ τοὺς ἀπίστους καὶ ξεχωρισθῆτε ἀπὸ αὐτούς, λέγει ὁ Κύριος, καὶ μὴ ἐγγιζετε ὀτιδήποτε ἀκάθαρτον. Καὶ ἑγὼ θὰ σᾶς δεχθῶ μὲ στοργὴν πατρικήν. 18 Καὶ θὰ γίνω πατέρας σας καὶ σεῖς θὰ εἶσθε παιδιά μου καὶ θυγατέρες μου, λέγει ὁ Κύριος ὁ παντοκράτωρ.

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Ζ´ 1 - 1

1 Αφοῦ λοιπὸν ἔχομεν τὰς ὑποσχέσεις αὐτάς, ἀγαπητοί, ἂς καθαρίσωμεν τοὺς ἑαυτούς μας ἀπὸ κάθε τι, ποὺ μολύνει τὸ σῶμα καὶ τὸ πνεῦμα μας καὶ ἂς τελειοποιούμεθα εἰς τὴν ἀγιωσύνην μὲ τὸν φόβον τοῦ Θεοῦ.

 
«Πᾶνος»  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου