Κυριακή 24 Μαρτίου 2024

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Α' ΝΗΣΤΕΙΩΝ (Τῆς Ὀρθοδοξίας) 24 Μαρτίου 2024


Ἑωθινόν 
 
Ἦχος α´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα

Ἦχος α´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Εἰς ἐπιβεβαίωσιν λοιπὸν τῆς μαρτυρίας ταύτης τῆς Μαρίας, ὅταν ἐβράδυασε κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἑβδομάδος, καὶ ἐνῷ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου ἦσαν μαζευμένοι οἱ μαθηταί, ἦσαν κλεισταὶ ἕνεκα τοῦ φόβου, ποὺ εἶχαν οὗτοι διὰ τοὺς Ἰουδαίους, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστάθη εἰς τὸ μέσον καὶ εἶπεν εἰς αὐτούς· ἂς εἶναι εἰρήνη εἰς σᾶς. 20 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τὴν πλευράν του διὰ να ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πεισθοῦν, ὅτι αὐτὸς ἦτο ὁ σταυρωθεὶς Διδάσκαλός των. Κατόπιν λοιπὸν τῆς πληροφορίας, τὴν ὁποίαν διὰ τῆς ἐπιδείξεως αὐτῆς τῶν θεραπευθεισῶν πληγῶν ἐσχημάτισαν, ἐχάρησαν οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον. 21 Ὅταν λοιπὸν ἡσύχασε κάπως ἡ πρώτη σφοδρὰ συγκίνησις, ποὺ ἐδοκίμασαν ἐξ αἰτίας τῆς μεγάλης των χαρᾶς οἱ μαθηταί, εἶπε πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς ἐν σχέσει πρὸς τὴν μέλλουσαν κλῆσιν καὶ ἀποστολὴν των· Ἂς εἶναι εἰρήνη εἰς σᾶς. Καθὼς μὲ ἀπέστειλεν ὁ Πατὴρ διὰ τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ σᾶς στέλλω πρὸς ἑξακολούθησιν τοῦ αὐτοῦ ἔργου. 22 Καὶ ἀφοῦ εἶπεν αὐτό, προκειμένου νὰ μεταδώσῃ εἰς αὐτοὺς τὴν πνοὴν τῆς νέας οὐρανίου ζωῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπά των, ὅπως ἄλλοτε ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ τοὺς εἶπε· Λάβετε Πνεῦμα Ἅγιον. 23 Εἰς ὅποιους συγχωρήσετε τὰς ἁμαρτίας, τοὺς συγχωροῦνται αὐταὶ καὶ ἀπὸ τὸν Θεόν· εἰς ὅποιους δὲ τὰς κρατεῖτε ἀσυγχώρητες, θὰ μείνουν γιὰ πάντα κρατημένες. 24 Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπὸ τοὺς δώδεκα Ἀποστόλους, ποὺ ἐλέγετο ἀπὸ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν γλῶσσαν Ἑβραίους Δίδυμος, δὲν ἦτο μαζί τους, ὅταν ἦλθεν ὁ Ἰησοῦς. 25 Ὅταν λοιπὸν ἦλθε, τοῦ ἔλεγαν οἱ ἄλλοι μαθηταί· Εἴδαμεν τὸν Κύριον. Αὐτὸς ὅμως τοὺς ἀπήντησεν· Ἐὰν δὲν ἴδω μὲ τὰ μάτια μου εἰς τὰς χεῖρας του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, ὥστε ὄχι μόνον μὲ τὰ μάτια μου, ἀλλὰ καὶ μὲ τὰ δάκτυλά μου νὰ βεβαιωθῶ, δὲν θὰ πιστεύσω. 26 Πράγματι δὲ ὕστερα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταὶ καὶ μαζὶ μὲ αὐτοὺς ἦτο καὶ ὁ Θωμᾶς. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦσαν κλεισταὶ αἰ θύραι καὶ ἐστάθη εἰς τὸ μέσον τῶν μαθητῶν καὶ εἶπεν· ἄς εἶναι εἰρήνη εἰς σᾶς. 27 Ἔπειτα λέγει εἰς τὸν Θωμᾶν· Φέρε ἐδῶ τὸν δάκτυλόν σου. Καὶ ἐνῷ μὲ τὴν ψηλάφησίν σου θὰ ἐξετάζῃς τὰ σημάδια τῶν πληγῶν μου, συγχρόνως καὶ μὲ τὰ μάτια σου ἴδε τὰς χεῖράς μου καὶ φέρε κάτω ἀπὸ τὰ ἐνδύματά μου τὴν χεῖρα σου καὶ βάλε την εἰς τὴν πλευράν μου, ποὺ ἐκτυπήθη ἀπὸ τὴν λόγχην,καὶ μὴ ἀφίνῃς τὸν ἑαυτόν σου νὰ κυριευθῇ ἀπὸ τὴν ἀπιστίαν, ὥστε νὰ γίνῃς μονίμως καὶ ἀνεπανορθώτως ἄπιστος, ἀλλὰ προόδευε καὶ στηρίζου εἰς τὴν πίστιν, ὥστε νὰ γίνῃς ἀμετακίνητος καὶ ἀδιάσειστος εἰς αὐτήν. 28 Καὶ ὁ Θωμᾶς τότε ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτόν· Πιστεύω καὶ ὁμολογῶ, ὅτι εἶσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐπίστευσες, ἐπειδὴ μὲ εἶδες. Μακαριώτεροι καὶ περισσότερον καλοτύχοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι, καίτοι δὲν εἶδαν μὲ τὰ μάτια τους, ὅπως εἶδες σύ, ἐπίστευσαν. Καὶ θὰ πιστεύσουν οὕτως ὅλα τὰ μέλη τῆς Ἐκκλησίας μου κατὰ τὰς ἐπερχομένας γενεάς. 30 Σύμφωνα λοιπὸν μὲ ὅσα ἐξιστορήσαμεν, ἐκτὸς ἀπὸ τὸ θαῦμα τῆς Ἀναστάσεώς του ἔκαμεν ὁ Ἰησοῦς ἐμπρὸς εἰς τὰ μάτια τῶν μαθητῶν του καὶ πολλὰ ἄλλα ἀποδεικτικὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν θεότητά του καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό. 31 Αὐτὰ δέ, ποὺ ἐξεθέσαμεν, ἐγράφησαν διὰ νὰ πιστεύσετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ὑπὸ τῶν προφητῶν προκηρυχθεὶς Χριστός, ὁ μονογενὴς Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ἔχετε ὡς ἀναφαίρετον κτῆμα σας τὴν νέαν καὶ θείαν καὶ αἰωνίαν ζωήν, ἡ ὁποία μεταδίδεται εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διὰ μέσου αὐτοῦ καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματός του. 
 

Εὐαγγέλιον 
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52

44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52

44 Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Ἰησοῦς νὰ ἀναχωρήσῃ εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει· Ἀκολούθησέ με εἰς τὸ ταξίδιον, τὸ ὁποῖον πρόκειται νὰ κάμω. 45 Ἦτο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βησθαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου. 46 Εὑρίσκει ἐν τῷ μεταξὺ ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ εἶπε πρὸς αὐτόν· Ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψεν ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ τὸν ὁποῖον προανήγγειλαν οἱ προφῆται, τὸν εὑρήκαμεν. Καὶ αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, καὶ κατάγεται ἀπὸ τὴν Ναζαρέτ. 47 Ἀλλ’ ὁ Ναθαναὴλ εἶπε πρὸς αὐτόν· Ἀπὸ τὴν Ναζαρέτ, τὸ κακὸ καὶ ἄσημον αὐτὸ χωριό, μπορεῖ νὰ βγῇ τίποτε καλόν; Λέγει πρὸς αὐτὸν ὁ Φίλιππος· Ἔλα καὶ ὅταν τὸν ἴδῃς μὲ τὰ μάτια σου, θὰ πεισθῇς. 48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει δι’ αὐτόν· Νὰ ἕνας γνήσιος καὶ πραγματικὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία καὶ ἀνειλικρίνεια, ἀλλ’ ὁ ὁποῖος μὲ εὐθύτητα ποθεῖ νὰ ἀνεύρῃ τὴν ἀλήθειαν. 49 Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· Ἀπὸ ποὺ μὲ γνωρίζεις; Καὶ πῶς εἶσαι πληροφορημένος περὶ τῆς εἰλικρινείας τῶν ἀποκρύφων σκέψεων καὶ ἐλατηρίων μου; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Προτοῦ νὰ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν μακρὰν ἀπὸ κάθε μάτι ἀνθρώπου ἦσο κάτω ἀπὸ τὴν συκῆν καὶ προσηύχεσο, ἐγὼ μὲ τὸ ὑπερφυσικὸν καὶ θεῖον μάτι μου σὲ εἶδα. 50 Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· Διδάσκαλε, πράγματι σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ ἐπεριμέναμε σύμφωνα μὲ τὰς προφητείας. 51 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοῦ εἶπεν· Ἐπειδὴ σοῦ εἶπα, ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς μεγαλύτερα καὶ θαυμαστότερα ἀπὸ αὐτά. 52 Καὶ λέγει εἰς αὐτόν· Ἐν πάσῃ ἀληθείᾳ σᾶς διαβεβαιῶ, ὅτι ἀπὸ τώρα, ποὺ ἤνοιξε κατὰ τὴν βάπτισίν μου ὁ οὐρανός, θὰ τὸν ἴδετε καὶ σεῖς ἀνοιγμένον καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ να ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ποὺ ἔγινε καὶ τέλειος ἄνθρωπος καὶ ὡς υἱὸς τοῦ ἀνθρώπου εἶναι μοναδικὸς ἀντιπρόσωπος τοῦ ἀνθρωπίνου γένους καὶ πρόκειται νὰ ἔλθῃ πάλιν κριτὴς ἔνδοξος καθήμενος ἐπὶ τῶν νεφελῶν. Θὰ ἀνεβαίνουν δὲ καὶ θὰ κατεβαίνουν οἱ ἄγγελοι διὰ νὰ ὑπηρετοῦν αὐτὸν καὶ τὴν Ἐκκλησίαν του.  
 

 Ἀπόστολος
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 24 - 26

24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 40

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 24 - 26

24 Ἕνεκα τῆς πίστεώς του ὁ Μωϋσῆς, ὅταν ἐμεγάλωσε καὶ ἔγινεν ἄνδρας, ἠρνήθη νὰ ὀνομάζεται βασιλόπαις, υἱὸς τῆς θυγατέρας τοῦ Φαραώ. 25 Καὶ ἐπροτίμησεν ὡς καλύτερον νὰ κακοπαθῇ μαζὶ μὲ τὸν λαὸν τοῦ Θεοῦ παρὰ νὰ ἔχῃ πρόσκαιρον ἀπόλαυσιν ἁμαρτίας, νὰ ζῇ δηλαδὴ ἄνετα καὶ μὲ τιμὰς σὰν Αἰγύπτιος ἄρχων μὲ τοὺς εἰδωλολάτρας, ποὺ κατεπίεζαν τοὺς Ἰσραηλίτας. 26 Kai ἀπὸ τοὺς θησαυροὺς καὶ τὰ ἀγαθὰ τῆς Αἰγύπτου ἐθεώρησε μεγαλύτερον πλοῦτον τὰς περιφρονήσεις, ποὺ ὠμοίαζαν πρὸς τὸν ὀνειδισμὸν καὶ τὴν περιφρόνησιν, τὰ ὁποῖα ὑστερώτερα ὑπέστη ὁ Χριστὸς διότι εἶχε καρφωμένα τὰ μάτια του εἰς τὰς οὐρανίους ἀνταμοιβάς.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 40

32 Καὶ τί ἀκόμη νὰ λέγω καὶ νὰ διηγοῦμαι; Πρέπει νὰ σταματήσω, διότι, δὲν θὰ μὲ ἀρκέσῃ ὁ χρόνος ἐὰν διηγοῦμαι διὰ τὸν Γεδεὼν καὶ τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε καὶ διὰ τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ καὶ τοὺς προφήτας. 33 Αὐτοὶ διότι εἶχαν πίστιν κατεπολέμησαν καὶ ὑπέταξαν βασίλεια, ἐκυβέρνησαν τὸν λαὸν μὲ δικαιοσύνην, ἐπέτυχαν τὴν πραγματοποίησιν τῶν ὑποσχέσεων, ποὺ τοὺς ἔδωκεν ὁ Θεός, ἐβούλωσαν καὶ ἔφραξαν στόματα λεονταριῶν, ὅπως ὁ Δανιήλ, 34 Ἔσβησαν τὴν καταστρεπτικὴν δύναμιν τῆς φωτιᾶς, διέφυγαν τὸν κίνδυνον νὰ σφαγοῦν μὲ μαχαίρια, ἔλαβον δύναμιν καὶ ἔγιναν καλὰ ἀπὸ ἀρρώστιες, ἀνεδείχθησαν ἰσχυροὶ καὶ ἀνίκητοι εἰς τὸν πόλεμον, ἔτρεψαν εἰς φυγὴν τὰς παρατάξεις καὶ τὰ πολυπληθῆ στρατεύματα τῶν ξένων καὶ ἐχθρῶν. 35 Διὰ τῆς πίστεως, ποὺ ειχαν εἰς τὴν ὑπερφυσικὴν δύναμιν τῶν προφητῶν αἱ γυναῖκες, τὰς ὁποίας ἀναφέρει ἡ Π. Διαθήκη, ἐπῆραν πάλιν ζωντανοὺς δι’ ἀναστάσεως τοὺς πεθαμένους τν. Ἄλλοι δὲ ἐδέθησαν εἰς τὸ βασανιστικὸν ὄργανον, ποὺ ἐλέγετο τύμπανον καὶ ἐδάρησαν σκληρὰ μέχρι θανάτου, μὴ δεχθέντες νὰ ἀρνηθοῦν τὴν πίστιν των καὶ ἔτσι νὰ ἐλευθερωθοῦν ἀπὸ τὸ μαρτύριον· ἐπροτίμησαν δὲ τὸ σκληρὸν αὐτὸ μαρτύριον, διὰ νὰ ἐπιτύχουν ἀνάστασιν καλυτέραν ἀπὸ τὴν πρόσκαιρον ἀποκατάστασιν εἰς τὴν ζωὴν αὐτήν. 36 Ἄλλοι δὲ ἐδοκίμασαν ἐμπαιγμοὺς καὶ μαστιγώσεις, ἀκόμη δὲ δεσμὰ καὶ φυλακήν. 37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ἐδοκίμασαν πολλοὺς πειρασμούς, ἀπέθανον μὲ τὸν διὰ μαχαίρας θάνατον, περιεφέροντο σὰν πλανόδιοι ἐδῶ καὶ ἐκεῖ· καὶ ἐφόρουν γιὰ ἐνδύματα προβατοδέρματα καὶ γιδοδέρματα, στερούμενοι, θλιβόμενοι καὶ κακοπαθοῦντες. 38 Τῶν ἁγίων αὐτῶν ἀνδρῶν δὲν ἦτο ἄξιος οὔτε ἠδύνατο νὰ συγκριθῇ πρὸς αὐτοὺς ὁλόκληρος ὁ κόσμος. Ἐπεριπλανῶντο εἰς τὰς ἐρήμους καὶ εἰς τὰ βουνὰ καὶ εἰς τὰ σπήλαια καὶ εἰς τὰς τρύπας τῆς γῆς. 39 Καὶ ὅλοι αὐτοί οἰ ἅγιοι ἄνδρες, καίτοι ἔλαβαν ἐγκωμιαστικὴν μαρτυρίαν διὰ τὴν πίστιν των, δὲν ἀπήλαυσαν τὴν ὑπόσχεσιν τῆς οὐρανίου κληρονομίας. 40 Διότι ὁ Θεὸς προέβλεψε δι’ ἠμᾶς κάτι καλύτερον, ὥστε αὐτοὶ νὰ μὴ λάβουν εἰς βαθμὸν τέλειον τὴν σωτηρίαν χωρὶς ἡμᾶς, ἀλλὰ νὰ τὴν λάβωμεν ὅλοι μαζί. Ἔτσι ἠμεῖς εὑρισκόμεθα εἰς πλεονεκτικωτέραν θέσιν, διότι ὄχι μόνον ζῶμεν εἰς τοὺς χρόνους τῆς ἀπολυτρώσεως τοῦ Χριστοῦ, ἀλλὰ καὶ ἡ περίοδος τῆς ἀναμονῆς εἶναι μικροτέρα δι’ ἡμᾶς.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου