Τρίτη 2 Αυγούστου 2022

Νεκτάριος Δαπέργολας: Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν

«Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα. Σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων. Μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. 

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε».

Καθώς μπήκαμε στήν κατανυκτική πορεία πρός τό Πᾶσχα τοῦ καλοκαιριοῦ, καλή δύναμη σέ ὅλους τούς Ὀρθοδόξους Ἕλληνες, καλή μετάνοια καί καλό πνευματικό ἀγῶνα. Μέ τή χάρη, τήν προστασία καί τίς πρεσβεῖες τῆς μεγάλης Μάνας μας…

«Πᾶνος»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου