Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός.Ἀμήν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
19 Εἰς ἐπιβεβαίωσιν λοιπὸν τῆς μαρτυρίας ταύτης τῆς Μαρίας, ὅταν ἐβράδυασε κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἑβδομάδος, καὶ ἐνῷ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου ἦσαν μαζευμένοι οἱ μαθηταί, ἦσαν κλεισταὶ ἕνεκα τοῦ φόβου, ποὺ εἶχαν οὗτοι διὰ τοὺς Ἰουδαίους, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστάθη εἰς τὸ μέσον καὶ εἶπεν εἰς αὐτούς· ἂς εἶναι εἰρήνη εἰς σᾶς. 20 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τὴν πλευράν του διὰ να ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πεισθοῦν, ὅτι αὐτὸς ἦτο ὁ σταυρωθεὶς Διδάσκαλός των. Κατόπιν λοιπὸν τῆς πληροφορίας, τὴν ὁποίαν διὰ τῆς ἐπιδείξεως αὐτῆς τῶν θεραπευθεισῶν πληγῶν ἐσχημάτισαν, ἐχάρησαν οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον. 21 Ὅταν λοιπὸν ἡσύχασε κάπως ἡ πρώτη σφοδρὰ συγκίνησις, ποὺ ἐδοκίμασαν ἐξ αἰτίας τῆς μεγάλης των χαρᾶς οἱ μαθηταί, εἶπε πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς ἐν σχέσει πρὸς τὴν μέλλουσαν κλῆσιν καὶ ἀποστολὴν των· Ἂς εἶναι εἰρήνη εἰς σᾶς. Καθὼς μὲ ἀπέστειλεν ὁ Πατὴρ διὰ τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ σᾶς στέλλω πρὸς ἑξακολούθησιν τοῦ αὐτοῦ ἔργου. 22 Καὶ ἀφοῦ εἶπεν αὐτό, προκειμένου νὰ μεταδώσῃ εἰς αὐτοὺς τὴν πνοὴν τῆς νέας οὐρανίου ζωῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπά των, ὅπως ἄλλοτε ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ τοὺς εἶπε· Λάβετε Πνεῦμα Ἅγιον. 23 Εἰς ὅποιους συγχωρήσετε τὰς ἁμαρτίας, τοὺς συγχωροῦνται αὐταὶ καὶ ἀπὸ τὸν Θεόν· εἰς ὅποιους δὲ τὰς κρατεῖτε ἀσυγχώρητες, θὰ μείνουν γιὰ πάντα κρατημένες. 24 Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπὸ τοὺς δώδεκα Ἀποστόλους, ποὺ ἐλέγετο ἀπὸ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν γλῶσσαν Ἑβραίους Δίδυμος, δὲν ἦτο μαζί τους, ὅταν ἦλθεν ὁ Ἰησοῦς. 25 Ὅταν λοιπὸν ἦλθε, τοῦ ἔλεγαν οἱ ἄλλοι μαθηταί· Εἴδαμεν τὸν Κύριον. Αὐτὸς ὅμως τοὺς ἀπήντησεν· Ἐὰν δὲν ἴδω μὲ τὰ μάτια μου εἰς τὰς χεῖρας του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, ὥστε ὄχι μόνον μὲ τὰ μάτια μου, ἀλλὰ καὶ μὲ τὰ δάκτυλά μου νὰ βεβαιωθῶ, δὲν θὰ πιστεύσω. 26 Πράγματι δὲ ὕστερα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταὶ καὶ μαζὶ μὲ αὐτοὺς ἦτο καὶ ὁ Θωμᾶς. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦσαν κλεισταὶ αἰ θύραι καὶ ἐστάθη εἰς τὸ μέσον τῶν μαθητῶν καὶ εἶπεν· ἄς εἶναι εἰρήνη εἰς σᾶς. 27 Ἔπειτα λέγει εἰς τὸν Θωμᾶν· Φέρε ἐδῶ τὸν δάκτυλόν σου. Καὶ ἐνῷ μὲ τὴν ψηλάφησίν σου θὰ ἐξετάζῃς τὰ σημάδια τῶν πληγῶν μου, συγχρόνως καὶ μὲ τὰ μάτια σου ἴδε τὰς χεῖράς μου καὶ φέρε κάτω ἀπὸ τὰ ἐνδύματά μου τὴν χεῖρα σου καὶ βάλε την εἰς τὴν πλευράν μου, ποὺ ἐκτυπήθη ἀπὸ τὴν λόγχην,καὶ μὴ ἀφίνῃς τὸν ἑαυτόν σου νὰ κυριευθῇ ἀπὸ τὴν ἀπιστίαν, ὥστε νὰ γίνῃς μονίμως καὶ ἀνεπανορθώτως ἄπιστος, ἀλλὰ προόδευε καὶ στηρίζου εἰς τὴν πίστιν, ὥστε νὰ γίνῃς ἀμετακίνητος καὶ ἀδιάσειστος εἰς αὐτήν. 28 Καὶ ὁ Θωμᾶς τότε ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτόν· Πιστεύω καὶ ὁμολογῶ, ὅτι εἶσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐπίστευσες, ἐπειδὴ μὲ εἶδες. Μακαριώτεροι καὶ περισσότερον καλοτύχοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι, καίτοι δὲν εἶδαν μὲ τὰ μάτια τους, ὅπως εἶδες σύ, ἐπίστευσαν. Καὶ θὰ πιστεύσουν οὕτως ὅλα τὰ μέλη τῆς Ἐκκλησίας μου κατὰ τὰς ἐπερχομένας γενεάς. 30 Σύμφωνα λοιπὸν μὲ ὅσα ἐξιστορήσαμεν, ἐκτὸς ἀπὸ τὸ θαῦμα τῆς Ἀναστάσεώς του ἔκαμεν ὁ Ἰησοῦς ἐμπρὸς εἰς τὰ μάτια τῶν μαθητῶν του καὶ πολλὰ ἄλλα ἀποδεικτικὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν θεότητά του καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό. 31 Αὐτὰ δέ, ποὺ ἐξεθέσαμεν, ἐγράφησαν διὰ νὰ πιστεύσετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ὑπὸ τῶν προφητῶν προκηρυχθεὶς Χριστός, ὁ μονογενὴς Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ἔχετε ὡς ἀναφαίρετον κτῆμα σας τὴν νέαν καὶ θείαν καὶ αἰωνίαν ζωήν, ἡ ὁποία μεταδίδεται εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διὰ μέσου αὐτοῦ καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματός του.
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ε´ 12 - 20
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλὰ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ε´ 12 - 20
12 Διὰ τῶν χειρῶν δὲ τῶν ἀποστόλων ἐγίνοντο συνεχῶς πολλὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν ἀλήθειαν τῆς διδασκαλίας των καὶ λόγῳ τοῦ ἐξαιρετικοῦ των χαρακτῆρος προεκάλουν κατάπληξιν μεταξὺ τοῦ λαοῦ. Καὶ ἐμαζεύοντο ὅλοι μαζὶ καὶ μὲ μίαν καρδίαν εἰς τὴν στοὰν τοῦ Σολομῶντος. 13 Ἀπὸ τοὺς λοιποὺς δέ, ποὺ δὲν εἶχαν πιστεύσει, κανεὶς δὲν εἶχε τὴν τόλμην νὰ ἀνακατευθῇ μὲ αὐτοὺς καὶ νὰ ἀστειευθῇ μαζί των καὶ νὰ τοὺς συμπεριφερθῇ ὡς πρὸς συνήθεις ἀνθρώπους τοῦ δρόμου, ἀλλ’ ὁ πολὺς λαὸς τοὺς ἐτίμα καὶ τοὺς ἐγκωμίαζε. 14 Ὁλονὲν δὲ καὶ περισσότερον προσειλκύοντο πλήθη καὶ ἀνδρῶν καὶ γυναικῶν, οἱ ὁποῖοι ἐπροστίθεντο εἰς τὸν ἀριθμὸν τῶν πιστῶν καὶ ηὔξανον αὐτόν. 15 Τόσον πολὺ δὲ ἐσέβετο αὐτοὺς ὁ λαός, ὥστε ἔβγαζαν ἀπὸ τὰ σπίτια των εἰς τὰς πλατείας τοὺς ἀσθενεῖς καὶ τοὺς ἔθετον ἐπάνω εἰς πολυτελῆ κρεββάτια οἱ πλουσιώτεροι καὶ εἰς πτωχικὰ καὶ πρόχειρα φορεῖα οἱ πτωχότεροι, μὲ τὸν σκοπόν, ὅταν θὰ ἐπέρνα ἀπὸ τὸ πλῆθος ἐκεῖνο ὁ Πέτρος, νὰ πέσῃ ἔστω καὶ ἡ σκιά του εἰς κάποιον ἀπὸ τοὺς ἀσθενεῖς αὐτοὺς διὰ νὰ τὸν θεραπεύσῃ. 16 Ἐμαζεύετο δὲ εἰς Ἱερουσαλὴμ καὶ τὸ πλῆθος τῶν κατοίκων τῶν γειτονικῶν πόλεων καὶ ἔφερον παντὸς εἴδους ἀσθενεῖς, καθὼς καὶ ἀνθρώπους, ποὺ ἠνωχλοῦντο ἀπὸ πνεύματα ἀκάθαρτα, οἱ ὁποῖοι ἐθεραπεύοντο ὅλοι. 17 Ἀπὸ ὅλα ὅμως αὐτὰ παρεκινήθησαν εἰς ἐνέργειαν καὶ δρᾶσιν ὁ ἀρχιερεὺς καὶ ὅλοι, ὅσοι ἦσαν μαζί του, οἱ ὁποῖοι ἀπετέλουν τὸ θρησκευτικὸν κόμμα τῶν Σαδδουκαίων. Καὶ ἐγέμισαν αἱ καρδίαι των ἀπὸ φθόνον καὶ κακίαν. 18 Καὶ ἔβαλον τὰ χέρια των ἐπὶ τῶν ἀποστόλων καὶ τοὺς συνέλαβον καὶ τοὺς ἔρριψαν εἰς τὴν δημοσίαν φυλακήν. 19 Ἄγγελος Κυρίου ὅμως ἐν καιρῷ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς καὶ ἀφοῦ τοὺς ἔβγαλεν ἔξω εἶπε· 20 Πηγαίνετε ἀμέσως καὶ σταθῆτε γεμᾶτοι θάρρος καὶ διδάσκετε δημοσίᾳ ἐν τῷ ἱερῷ περιβόλῳ τοῦ ναοῦ εἰς τὸν λαὸν ὅλα τὰ λόγια τῆς ζωῆς αὐτῆς, τὴν ὁποίαν σᾶς μετέδωκεν ὁ Ἰησοῦς καὶ τὴν ὁποίαν ἐκ πεῖρας ἐγνωρίσατε.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου