Δευτέρα 10 Απριλίου 2023

Τό Εὐαγγέλιο τῆς Μεγάλης Δευτέρας 10 ΑΠΡΙΛΙΟΥ 2023


Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΔ´ 3 - 35

3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. 15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ - ὁ ἀναγινώσκων νοείτω - 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός ἤ ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 15 - 46

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· 17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό, 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς, πειράζων αὐτόν καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· Τοῦ Δαυῒδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον καλεῖ αὐτὸν λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΓ´ 1 - 39

1 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ, καὶ οὐ ποιοῦσι. 4 δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἰματίων αὐτῶν, 6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββὶ ῥαββί. 8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ὑμῶν ἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. 10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ὑμῶν ἐστιν ὁ καθηγητὴς, ὁ Χριστός. 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. 13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. 16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; 18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. 23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες! 25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. 27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας. 29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. 37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΔ´ 3 - 35

3 Καὶ ἐνῷ αὐτὸς ἐκάθητο εἰς τὸ ὅρος τῶν Ἐλαιῶν, τὸν ἐπλησίασαν οἱ μαθηταὶ ἰδιαιτέρως καὶ εἶπαν· Εἰπέ μας, πότε θὰ γίνουν ὅλα αὐτὰ καὶ ποῖον εἶναι τὸ σημάδι, ποὺ θὰ προαναγγέλλῃ τὴν ἔνδοξόν σου παρουσίαν καὶ τὸ ὁριστικὸν τέλος τοῦ κόσμου αὐτοῦ; 4 Καὶ ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Προσέχετε νὰ μὴ σᾶς πλανήσῃ κανείς. 5 Διότι θὰ ἔλθουν πολλοί, ποὺ θὰ διεκδικοῦν καὶ θὰ οἰκειοποιοῦνται τὸ ὄνομα τοῦ Μεσσίου, τὸ ὁποῖον εἶναι ἰδικόν μου, καὶ θὰ λέγουν· ἐγὼ εἶμαι ὁ Χριστός.Καὶ θὰ πλανήσουν πολλούς. 6 Μέλλετε δὲ νὰ ἀκούετε πολέμους καὶ εἰδήσεις περὶ πολέμων, ποὺ θὰ γίνωνται εἰς ἄλλας χώρας.Προσέχετε, μὴ ταράσσεσθε νομίζοντες, ὅτι αὐτὰ εἶναι σημάδια, ποὺ προαναγγέλλουν τὸ τέλος, διότι σύμφωνα μὲ τὰς βουλὰς τῆς θείας προνοίας πρέπει ὅλα αὐτὰ νὰ γίνουν, ἀλλ’ ἀκόμη δὲν εἶναι οὔτε τὸ τέλος τοῦ κόσμου οὔτε ἡ καταστροφὴ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ της, ποὺ προεικονίζει καὶ προτυπώνει τὴν συντέλειαν τοῦ κόσμου. 7 Διότι θὰ σηκωθῇ τὸ ἕνα ἔθνος κατὰ τοῦ ἄλλου ἔθνους, καὶ τὸ ἕνα βασίλειον κατὰ τοῦ ἅλλου βασιλείου καὶ θὰ συμβοῦν πεῖνες καὶ μολυσματικοὶ ἐπιδημίαι καὶ σεισμοὶ ἐδῶ καὶ ἐκεῖ. 8 Ὅλα δὲ αὐτὰ εἶναι ἀρχὴ πόνων καὶ δεινῶν. 9 Τότε θὰ σᾶς παραδώσουν εἰς θλίψεις καὶ δοκιμασίας.Καὶ θὰ θανατώσουν μερικοὺς ἀπὸ σᾶς, καὶ θὰ σᾶς μισοῦν ὅλα τὰ ἔθνη δι’ ἐμέ, ἐπειδὴ θὰ πιστεύετε εἱς τὸ ὄνομά μου. 10 Καὶ τότε θὰ σκανδαλισθοῦν καὶ θὰ κλονισθοῦν εἰς τὴν πίστιν πολλοί.Καὶ θὰ παραδώσουν ὁ ἔνας τὸν ἄλλον εἰς τοὺς ἀπίστους ἄρχοντας καὶ θὰ μισήσουν ὁ ἔνας τὸν ἄλλον. 11 Καὶ θὰ ἀναφανοῦν πολλοὶ ψευδοπροφῆται καὶ θὰ παρασύρουν εἰς τὰς πλανεμένας διδασκαλίας των πολλούς. 12 Καὶ ἐπειδὴ θὰ πληθύνῃ ἡ κακία καὶ ἡ φαυλότης, θὰ ψυχρανθῇ ἡ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπη τοῦ πλήθους τῶν συνήθων καὶ κατ’ ὅνομα Χριστιανῶν. 13 Ἐκεῖνος δὲ ποὺ θὰ δείξῃ ὑπομονὴν μέχρι τέλους τῶν δοκιμασιῶν αὐτῶν, αὐτὸς καὶ μόνον θὰ σωθῇ. 14 Καὶ θὰ κηρυχθῇ τὸ εὐαγγέλιον αὺτὸ τῆς βασιλείας εἰς ὅλην τὴν οἰκουμένην, διὰ νὰ εἶναι τὸ κήρυγμα τοῦτο ἔλεγχος δι’ ὅλα τὰ ἔθνη, ὅσα δὲν θὰ πιστεύσουν, ὥστε νὰ μὴ δύνανται νὰ προφασισθοῦν, ὅτι δὲν προσεφέρθη καὶ εἰς αὐτοὺς τὸ εὐαγγέλιον.Καὶ τότε θὰ ἔλθῃ τὸ τέλος τοῦ κόσμου, τοῦ ὁποίου εἰκὼν καὶ προτύπωσις θὰ εἶναι τὸ ἐπικείμενον τέλος τῶν Ἱεροσολύμων. 15 Ἀλλὰ τὸ τέλος τοῦ κόσμου θὰ βραδύνῃ ἀκόμη.Ἡ εἰκὼν ὅμως καὶ ἡ προτύπωσις τοῦ τέλους αὐτοῦ, δηλαδὴ ἡ καταστροφὴ τῶν Ἱεροσολύμων, πλησιάζει.Σᾶς δίδω λοιπὸν τὰ σημεῖα, ποὺ θὰ προαναγγέλλουν τὸν σύντομον ἐρχομὸν τῆς καταστροφῆς αὐτῆς.Θὰ ἴδητε πρῶτον τὸ μισητὸν καὶ βέβηλον σίχαμα, ποὺ θὰ προκαλέσῃ τὴν ἐρήμωσιν καὶ τὴν καταστροφὴν τῆς Ἱερουσαλήμ, καὶ τὸ ὁποῖον ἐλέχθη προφητικῶς διὰ τοῦ προφήτου Δανιήλ, νὰ στέκεται εἰς ἅγιον τόπον.Κάθε ἀναγνώστης ἂς τὸ νοιώσῃ καὶ ἂς λάβῃ τὰ μέτρα του.Ἂς ἐννοήσῃ, ὅτι τὸ σίχαμα αὐτὸ θὰ εἶναι πρῶτον μὲν οἱ ζηλωταὶ καὶ οἱ ξιφοφόροι, ποὺ θὰ καταλάβουν τὸ ἱερὸν καὶ θὰ τὸ βεβηλώσουν μὲ τὰς δολοφονίας των καὶ τὰ ἄλλα κακουργήματά των, ὕστερα δὲ καὶ τὰ ρωμαϊκὰ στρατεύματα, ποὺ θὰ ἔλθουν νὰ συμπληρώσουν τὴν βεβήλωσιν αὐτήν. 16 Ὅταν λοιπὸν θὰ ἴδητε τὴν βεβήλωσιν αὐτὴν τοῦ ἱεροῦ νὰ ἀρχίζῃ, τότε ἐκεῖνοι ποὺ θὰ κατοικοῦν εἰς τὰς πόλεις τῆς Ἰουδαίας, ἂς φεύγουν εἰς τὰ βουνὰ διὰ νὰ κρυβοῦν ἐκεῖ. 17 Καὶ ἐκεῖνος ποὺ εἶναι ἐπάνω εἰς τὸ ἠλιακωτὸν τοῦ σπιτιοῦ, ἂς μὴ καταβῇ διὰ νὰ πάρῃ ἀπὸ τὸ σπίτι του τὰ πράγματά του, ἀλλ’ ἂς φύγῃ τὸ ταχύτερον. 18 Καὶ ἐκεῖνος ποὺ μὲ μόνον τὸ ὑποκάμισον ἐργάζεται εἰς τὸ χωράφι, ἂς μὴ γυρίσῃ ὀπίσω διὰ νὰ πάρῃ καὶ τὰ ἐξωτερικά του ἐνδύματα. 19 Ἀλλοίμονον δὲ εἰς τὰς ἐγκύους καὶ εἰς ἐκείνας, ποὺ θὰ θηλάζουν μικρὰ παιδιὰ κατὰ τὰς ἡμέρας ἐκείνας, διότι θὰ εἶναι πολὺ δύσκολον εἰς αὐτὰς καὶ νὰ τρέξουν διὰ νὰ σωθοῦν, ἀλλὰ καὶ νὰ εὕρουν τὰ ἀπαραίτητα διὰ τὸν στηριγμὸν τοῦ ὀργανισμοῦ των. 20 Κάνετε δὲ τὴν προσευχήν σας νὰ μὴ γίνῃ ἡ φυγή σας εἰς χειμωνιάτικην κακοκαιρίαν, ἡ ὁποία θὰ σᾶς γίνεται ἐμπόδιον εἰς τὴν φυγήν· οὔτε νὰ συμπέσῃ ἡ φυγὴ εἰς ἡμέραν Σαββάτου, ποὺ ἀπαγορεύεται νὰ βαδίσετε δρόμον μακρυνόν. 21 Πρέπει δὲ εἰς τὴν φυγήν σας νὰ μὴ ἐμποδίζεσθε ἀπὸ τίποτε.Διότι τότε θὰ εἶναι θλῖψις μεγάλη, τέτοια ποὺ δὲν ἔχει γίνει ἀπὸ τὴν ἀρχὴν τοῦ κόσμου ἕως τώρα, οὕτε θὰ γίνῃ ποτὲ παρομοία. 22 Καὶ ἂν δὲν ὠλιγόστευεν ὁ ἀριθμὸς τῶν ἡμερῶν ἐκείνων, δὲν θὰ ἐσώζετο κανεὶς ἄνθρωπος.Ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, διὰ τοὺς ὁποίους ὁ Θεὸς θὰ προνοήσῃ νὰ μὴ ταλαιπωρηθοῦν πολύ, θὰ ὀλιγοστεύσουν αἱ ἡμέραι ἐκεῖναι. 23 Τότε, ἐὰν σᾶς εἴπῃ κανείς· Νά, ἐδῶ εἶναι ὁ Χριστὸς ἢ ἐδῶ, μὴ πιστεύσητε. 24 Διότι θὰ ἀναφανοῦν ψευδομεσσίαι καὶ ψευδοπροφῆται καὶ θὰ δείξουν σημάδια μεγάλα καὶ ἔργα καταπληκτικά, ὥστε νὰ πλανήσουν, ἐὰν θὰ εἶναι δυνατόν, καὶ αὐτοὺς τοὺς ἐκλεκτούς. 25 Ἰδοὺ σᾶς τὰ προεῖπα, ὥστε νὰ μὴ χωρῇ δικαιολογία διὰ τὴν τυχὸν ἀποπλάνησίν σας. 26 Ἐὰν λοιπὸν σᾶς εἶπουν· Ἰδοὺ εἰς τὴν ἔρημον εἶναι ὁ Μεσσίας, μὴ βγῆτε εἰς συνάντησίν του.Ἐὰν πάλιν σᾶς εἶπουν, ἰδοὺ ὁ Χριστὸς εἶναι μέσα εἰς τὰ ἰδιαίτερα δωμάτια, μὴ πιστεύσητε. 27 Διότι οὔτε κρυμμένος εἰς δωμάτια, οὔτε εἰς μέρος ἐρημικὸν θὰ παρουσιασθῇ ὁ Μεσσίας, ἀλλὰ καθὼς ἡ ἀστραπὴ βγαίνει ἀπὸ τὸ ἀνατολικὸν σημεῖον τοῦ ὁρίζοντος καὶ φαίνεται ἀμέσως ἕως τὸ ἀντίθετον δυτικὸν σημεῖον, ἔτσι θὰ γίνῃ καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Θὰ γίνῃ ἀμέσως παντοῦ καὶ εἰς ὅλους αἰσθητή. 28 Διότι ἐκεῖ ὅπου εἶναι τὸ νεκρὸν πτῶμα, ἐκεῖ θὰ μαζευθοῦν καὶ οἱ ἀετοὶ διὰ νὰ χορτασθοῦν ἀπὸ αὐτό.Μὲ ἄλλα λόγια.Ὅταν ἡ σαπίλα τοῦ κόσμου φθάσῃ εἰς τὸ ἀπροχώρητον, τότε θὰ ἔλθῃ ἄφευκτος καὶ εἰς ὅλους φανερὰ ἡ ἐξ οὐρανοῦ κρίσις καὶ τιμωρία. 29 Ἀμέσως δὲ ὕστερα ἀπὸ τὴν θλῖψιν καὶ τάς δοκιμασίας τῶν ἡμερῶν ἐκείνων, ὅταν πλέον θὰ πλησιάζῃ ἡ συντέλεια τοῦ κόσμου, ὁ ἥλιος θὰ χάσῃ τὴν λάμψιν του καὶ θὰ σκοτισθῇ, καὶ ἡ σελήνη δὲν θὰ δώσῃ τὸ φῶς της καὶ τὰ ἄστρα θὰ πέσουν ἀπὸ τὸν οὐρανὸν καὶ ὅλος ὁ κόσμος θὰ γίνῃ καινούργιος, καὶ αἱ οὐράνιαι δυνάμεις τῶν ἀγγέλων, αἱ συγκρατοῦσαι ἤδη τὴν τάξιν τοῦ σύμπαντος, θὰ σαλευθοῦν καὶ θὰ μετακινηθοῦν καὶ ἀπὸ τὴν βαθεῖαν των συγκίνησιν δι’ ὅσα θὰ συμβαίνουν κατὰ τὴν δευτέραν παρουσίαν, ἀλλὰ καὶ διότι ἡ παροῦσα μορφὴ τοῦ κόσμου θὰ παρέλθῃ διὰ νὰ ἀνακαινισθῇ τὸ σύμπαν. 30 Καὶ τότε θὰ φανῇ εἰς τὸν οὐρανὸν τὸ σημεῖον, ποὺ θὰ προαναγγέλλῃ τὴν ἐντὸς ὀλίγου ἔλευσιν καὶ παρουσίαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Καὶ τότε θὰ θρηνήσουν ὅλαι αἱ φυλαὶ τῆς γῆς, ὅσαι δὲν ἐπίστευσαν καὶ θὰ ἴδουν τὸν υἱὸν τοῦ ἀνθρώπου νὰ ἔρχεται καθισμένος εἰς τὰ σύννεφα τοῦ οὐρανοῦ μὲ δύναμιν καὶ συνοδείαν ἀγγέλων καὶ μὲ δόξαν πολλήν. 31 Καὶ θὰ ἀποστείλῃ τοὺς ἀγγέλους του μὲ σάλπιγγα ποὺ θὰ σημαίνῃ δυνατὰ καὶ θὰ μαζεύσουν τοὺς ἐκλεκτούς του ἀπὸ τὰ τέσσαρα σημεῖα τοῦ ὁρίζοντος, ἀπὸ τὰ ὁποῖα πνέουν οἱ τέσσαρες ἄνεμοι, ἀπὸ τὴν μίαν ἄκρην τοῦ ὁρίζοντος ἕως τὴν ἄλλην ἄκρην. 32 Ἀπὸ δὲ τὴν συκιὰν μάθετε τὴν ὁμοιότητα· ὅταν πλέον ὁ κλάδος της γίνῃ ἁπαλὸς καὶ βγοῦν τὰ φύλλα, γνωρίζετε, ὅτι τὸ θέρος εἶναι πλησίον. 33 Ἔτσι καὶ σεῖς· ὅταν ἴδητε νὰ συμβαίνουν ὅλα αὐτὰ τὰ σημεῖα, ποὺ σᾶς προεῖπα, νὰ γνωρίζετε, ὅτι πλησιάζει εἰς τὴν πόρταν, ἔφθασε καὶ θὰ ἐμφανισθῇ ἀμέσως ἡ κρίσις τοῦ Θεοῦ, ποὺ θὰ τιμωρήσῃ τὴν ἀπιστίαν τῶν Ἰουδαίων διὰ καταστροφῆς τῆς Ἱερουσαλήμ. 34 Ἀληθῶς σᾶς λέγω, δὲν θὰ περάσῃ ἢ γενεὰ αὐτὴ προτοῦ γίνουν ὅλα αὐτὰ καὶ προτοῦ πραγματοποιηθῇ καὶ ἡ καταστροφὴ τῆς Ἱερουσαλὴμ καὶ ὅσα περὶ πολέμων καὶ ψευδομεσσιῶν καὶ ψευδοπροφητῶν σᾶς προεῖπον. 35 Ὁ οὐρανὸς καὶ ἡ γῆ, ποῦ σᾶς φαίνονται τόσον μόνιμα καὶ στερεά, θὰ περάσουν καὶ θὰ ἐκλείψουν, οἱ λόγοι μου ὅμως δὲν θὰ περάσουν, ἀλλὰ θὰ ἐπαληθεύσουν ἐπακριβῶς.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 15 - 46

15 Τότε ἀφοῦ ἐπῆγαν οἱ Φαρισαῖοι εἰς τὸν τόπον τῶν συσκέψεών τους, συνεφώνησαν νὰ τὸν πιάσουν εἰς παγίδα μὲ λόγον. 16 Καὶ τοῦ ἀποστέλλουν τοὺς μαθητάς των μαζὶ μὲ ἐκεῖνους, ποὺ ἀνῆκον εἰς τὸ κόμμα τοῦ Ἡρῴδου, καὶ τοῦ εἶπαν· Διδάσκαλε, γνωρίζομεν, ὅτι εἶσαι εἰλικρινὴς καὶ ἀληθὴς καὶ διδάσκεις μὲ τὴν ἀλήθειαν καὶ χωρὶς ψέματα τὸν δρόμον τοῦ Θεοῦ καὶ δὲν σὲ μέλει γιὰ τίποτε· διότι δὲν ἐπηρεάζεσαι ἀπὸ σκέψεις καὶ ἰδέας ἀνθρώπων, οὔτε χαρίζεσαι εἰς πρόσωπα. 17 Εἰπέ μας λοιπόν, ποίαν γνώμην ἔχεις; Ἐπιτρέπεται ἢ δὲν ἑπιτρέπεται νὰ δώσωμεν κεφαλικὸν φόρον εἰς τὸν Καίσαρα καὶ νὰ ἀναγνωρίσωμεν ἔτσι ὅτι εἴμεθα ὑποτελεῖς καὶ δοῦλοι τοῦ Καίσαρος; Ἐσκόπευαν δὲ οἱ Φαρισαῖοι ἢ νὰ κινήσουν κατ’ αὐτοῦ τὴν ὀργὴν τοῦ πλήθους, ἐὰν ἐπέτρεπε τὴν πληρωμὴν τοῦ φόρου, ἢ νὰ τὸν καταγγείλουν διὰ τῶν Ἠρωδιανῶν ὡς ἐπαναστάτην, ἐὰν ἀπηγόρευε τὴν πληρωμὴν τοῦ φόρου. 18 Ὁ Ἰησοῦς ὅμως ἀντελήφθη τὴν πονηρίαν τους καὶ εἶπε· διατὶ μὲ ἐκθέτετε εἰς πειρασμόν, ὦ ὑποκριταί; 19 Δείξατέ μου τὸ νόμισμα, μὲ τὸ ὁποῖον πληρώνεται ὁ φόρος.Αὐτοὶ δὲ τοῦ ἔφεραν ἕνα δηνάριον, τὸ ὁποῖον ὡς νόμισμα ρωμαϊκὸν ἔφερεν ἐπάνω τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν τοῦ Καίσαρος. 20 Καὶ τότε δεικνύων τὸ νόμισμα τοὺς λέγει· Ποίου εἶναι αὐτὴ ἡ εἰκόνα καὶ ἡ ἐπιγραφή; 21 Λέγουν εἰς αὐτὸν· τοῦ Καίσαρος.Τότε τοὺς εἶπε· Δώσατε λοιπὸν ὀπίσω εἰς τὸν Καίσαρα ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Καίσαρα· καὶ εἰς τὸν Θεὸν δώσατε ἐκεῖνα, ποῦ ἀνήκουν εἰς τὸν Θεόν.Εἰς τὸν Καίσαρα καὶ εἰς τοὺς ἄρχοντας ἀνήκουν οἱ φόροι καὶ ὁ σεβασμὸς καὶ ἡ ὑποταγὴ εἰς τοὺς νόμους, ἐφ’ ὅσον δὲν παραβλάπτουν ταῦτα τὴν εὐσέβειαν.Ἡ ψυχή σας ὅμως καὶ ὁλόκληρον τὸ ἐσωτερικόν σας καὶ ὁ ἑαυτός σας ὅλος ἀνήκουν εἰς τὸν Θεόν. 22 Καὶ ὅταν ἤκουσαν τὴν ἀπάντησιν, ἐθαύμασαν καὶ ἀφοῦ τὸν ἄφησαν, ἔφυγαν. 23 Κατ’ ἐκείνην τὴν ἡμέραν τὸν ἐπλησίασαν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι ἔλεγαν, ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, καὶ τὸν ἡρώτησαν 24 λέγοντες· Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν· Ἐὰν κανεὶς ἀποθάνῃ χωρὶς νὰ ἀποκτήσῃ παιδιά, πρέπει νὰ νυμφευθῇ ὁ ἀδελφός του τὴν γυναῖκα του καὶ νὰ γεννήσῃ ἀπόγονον εἰς τὸν ἀδελφόν του. 25 Ἦσαν δὲ μεταξύ μας ἑπτὰ ἀδελφοί.Καὶ ὁ πρῶτος, ἀφοῦ ἦλθεν εἰς γάμον, ἀπέθανε καὶ ἐπειδὴ δὲν εἶχε παιδιά, ἀφῆκε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του· 26 Κατὰ τὸν ἴδιον τρόπον καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἐνυμφεύθησαν τὴν αὐτὴν γυναῖκα, μέχρις οὗ καὶ οἱ ἑπτὰ ἔλαβον αὐτήν. 27 Ὕστερον δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυνή. 28 Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου σύζυγος ἐκ τῶν ἑπτὰ θὰ εἶναι ἡ γυνή; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα. 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Πλανᾶσθε καὶ δὲν γνωρίζετε οὔτε τὰς Γραφάς, αἱ ὁποῖαι δὲν ὑποστηρίζουν ὑλιστικὰς καὶ παχυλὰς ἀντιλήψεις περὶ ἀναστάσεως, ὅπως φαντάζεσθε τὴν ἀνάστασιν σεῖς, αὔτε τὴν δύναμιν τοῦ Θεοῦ, διὰ τὴν ὁποίαν τίποτε δὲν εἶναι ἀδύνατον ἢ δύσκολον. 30 Πλανᾶσθε δὲ καὶ δὲν ἐννοεῖτε τὸ ἀληθὲς νόημα τῶν Γραφῶν, διότι δὲν ξεύρετε, ὅτι εἰς τὴν ἀνάστασιν οὔτε οἱ ἄνδρες ἔρχονται εἰς γάμον, οὔτε αἱ γυναῖκες δίδονται εἰς γάμον, ἀλλ’ εἶναι ὅλοι σὰν ἄγγελοι Θεοῦ εἰς τὸν οὐρανόν. 31 Διὰ τὴν ἀνάστασιν δὲ τῶν νεκρῶν δὲν ἀνεγνώσατε ἐκεῖνο, ποῦ σᾶς ἐλέχθη ἀπὸ τὸν Θεόν, ὁ ὁποῖος εἰς καιρόν, ποὺ πρὸ πολλοῦ εἶχον ἀποθάνει οἱ τρεῖς πατριάρχαι, εἶπεν· 32 Ἐγὼ εἶμαι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Δὲν εἶναι ὁ Θεός, Θεὸς νεκρῶν, ποὺ κατάντησαν εἰς ἀνυπαρξίαν, ὅπως φαντάζεσθε σεῖς, ἀλλ’ εἶναι Θεὸς ζωντανῶν.Καὶ οἱ πατριάρχαι λοιπόν, μολονότι εἶναι πεθαμένοι, ζοῦν. 33 Καὶ ὅταν ἤκουσαν αὐτὰ τὸ πλῆθος τοῦ λαοῦ ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ βαθὺν θαυμασμὸν διὰ τὴν διδαχήν του. 34 Οἱ δὲ Φαρισαῖοι, ὅταν ἤκουσαν, ὅτι ἀπεστόμωσε τοὺς Σαδδουκαίους, ἐμαζεύθησαν εἰς τὸ αὐτὸ μέρος ὅπου ἦτο καὶ ὁ Ἰησοῦς μετὰ τῶν Σαδδουκαίων, 35 καὶ ἕνας ἀπὸ αὐτοὺς νομοδιδάσκαλος ἠρώτησε δοκιμάζων αὐτόν, σὰν ποίαν ἀπόκρισιν θὰ ἔδιδε, καὶ λέγων· 36 Διδάσκαλε, ποία ἐντολὴ εἶναι ἡ πιὸ μεγάλη μέσα εἰς τὸν νόμον; 37 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπεν· Ὀφείλεις νὰ ἀγαπᾷς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδίαν, ὥστε αὐτὸν ἐξ ὁλοκλήρου νὰ ποθῇς, καὶ μὲ ὅλην σου τὴν ψυχήν, ὥστε ὁλόκληρος ἡ θέλησίς σου εἰς αὐτὸν νὰ εἶναι παραδομένη, καὶ μὲ τὸν νοῦν σου ὁλόκληρον, ὥστε αὐτὸν πάντοτε νὰ σκέπτεσαι. 38 Αὐτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή. 39 Δευτέρα δὲ ἐντολὴ ὁμοία πρὸς αὐτὴν εἶναι· Νὰ ἀγαπᾷς τὸν πλησίον σου, ὅπως ἀγαπᾷς τὸν ἑαυτόν σου. 40 Εἰς αὐτὰς τὰς δύο ἐντολὰς ὅλος ὁ νόμος καὶ ἡ διδασκαλία τῶν προφητῶν στηρίζονται. 41 Ἐνῷ δὲ ἦσαν συναγμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησεν ὁ Ἰησοῦς 42 λέγων· Τί ἰδέαν ἔχετε περὶ τοῦ Μεσσίου, ποὺ θὰ ἀναδειχθῇ καὶ θὰ χρισθῇ τοιοῦτος ἀπὸ αὐτὸν τὸν Θεόν; Τίνος ἀπόγονος εἶναι; Λέγουν εἰς αὐτόν· Εἶναι ἀπόγονος τοῦ Δαβίδ. 43 Λέγει εἰς αὐτούς· Πῶς λοιπὸν ὁ Δαβὶδ ἐμπνεόμενος ἀπὸ τὸ Ἅγιον Πνεῦμα τὸν ἀποκαλεῖ Κύριον, ὅταν λέγῃ: 44 Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν· Κάθησε ἐπὶ τοῦ θρόνου μου εἰς τὰ δεξιά μου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου σὰν ἄλλο ὑποστήριγμα, ποὺ θὰ ἀκουμποῦν καὶ θὰ πατοῦν ἐπάνω τὰ πόδια σου.Ἀλλ’ οἱ πάπποι ποτὲ δὲν καλοῦν τὰ ἐγγόνια καὶ τρισέγγονα τῶν κυρίους των.Οὔτε στέκει ποτὲ οἱ πρόγονοι νὰ προσφωνοῦν τοὺς ἀπογόνους των κυρίους. 45 Ἐὰν λοιπὸν ὁ Δαβὶδ τὸν ἀποκαλῇ Κύριον, πῶς εἶναι υἱὸς καὶ ἀπόγονός του; Αὐτὸ σημαίνει ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον υἱὸς τοῦ Δαβίδ, ἀλλὰ καὶ υἱὸς τοῦ Θεοῦ καὶ ὡς τοιοῦτος εἶναι καὶ κύριος τοῦ Δαβίδ. 46 Καὶ κανεὶς δὲν ἠμπόρεσε νὰ τοῦ ἀποκριθῇ οὔτε λέξιν, οὐδὲ ἐτόλμησε κανεὶς ἀπὸ τὴν ἡμέραν ἐκείνην νὰ τὸν ἐρωτήσῃ πλέον.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΓ´ 1 - 39

1 Τότε ὁ Ἰησοῦς ὡμίλησε πρὸς τὰ πλήθη τοῦ λαοῦ καὶ τοὺς μαθητάς του, 2 καὶ εἶπεν ἐπὶ τοῦ διδασκαλικοῦ θρόνου τοῦ Μωϋσέως ἐκάθισαν οἱ νομοδιδάσκαλοι. 3 Ὅλα λοιπόν, ὅσα ἐπὶ τῇ βάσει τοῦ νόμου θὰ σᾶς εἶπουν αὐτοὶ νὰ τὰ φυλάττετε, φυλάττετε καὶ πράττετε αὐτά.Μὴ πράττετε ὅμως σύμφωνα πρὸς τὰ ἔργα των καὶ τὸ παράδειγμά των.Διότι λέγουν μὲν καὶ διδάσκουν τὴν ἀλήθειαν τοῦ νόμου, δὲν πράττουν ὅμως σύμφωνα μὲ αὐτήν. 4 Μὲ ἄλλα λόγια, σφικτοδένουν φορτώματα βαρειὰ καὶ δυσκόλως βασταζόμενα καὶ τὰ ἐπιβάλλουν εἰς τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ ὅμως δὲν θέλουν οὔτε μὲ τὸ δάκτυλό τους νὰ τὰ κινήσουν.Μὲ τὰς ἰδικάς των δηλαδὴ γνώμας καὶ παραδόσεις μετέβαλαν τὸν νόμον εἰς βαρὺ φορτίον, τὸ ὁποῖον φορτώνουν εἰς τοὺς ἄλλους, ἐνῷ αὐτοὶ οὔτε κἂν τὸ ἐγγίζουν, διότι εὐρίσκουν τρόπους νὰ ξεφεύγουν αὐτοὶ ἀπὸ τὰς ὑποχρεώσεις αὐτάς, ποὺ ἐπιβάλλουν εἰς τοὺς ἄλλους. 5 Πράττουν δὲ ὅλα τὰ ἔργα των διὰ νὰ τοὺς βλέπουν οἱ ἄνθρωποι καὶ τοὺς ἐπαινοῦν.Διότι τὰ φυλακτά, ποὺ κρεμοῦν εἰς τὰς χεῖρας των ἢ δένουν εἰς τὰ μέτωπά των, τὰ κατασκευάζουν πλατειὰ καὶ μεγαλώνουν τὶς ἄκρες τῶν φορεμάτων τους, ὥστε νὰ γίνωνται περίβλεπτοι ὡς ἄνθρωποι εὐσεβεῖς, εἰς τοὺς ὁποίους τὰ φυλακτὰ καὶ τὰ κράσπεδά των τοὺς ὑπενθυμίζουν διαρκῶς τὸν νόμον τοῦ Θεοῦ. 6 Ἀγαποῦν δὲ τὴν πρώτην θέσιν εἰς τὰ δεῖπνα καὶ τὰ πρῶτα καθίσματα εἰς τὰς συναγωγάς, 7 καὶ τοὺς εὐλαβεῖς χαιρετισμοὺς εἰς τὰς ἀγορὰς καὶ θέλουν νὰ τοὺς φωνάζουν οἱ ἄνθρωποι, διδάσκαλε, διδάσκαλε. 8 Σεῖς δὲ μὴ ὀνομασθῆτε ἀπὸ τοὺς ἀνθρώπους ραββί· διότι ἕνας εἶναι ὁ διδάσκαλός σας, ὁ Χριστός· ὅλοι δὲ σεῖς εἶσθε ἀδελφοί. 9 Καὶ πατέρα σας μὲ κῦρος καὶ ἐξουσίαν ἀπεριόριστον καὶ ἀπόλυτον μὴ καλέσητε εἰς τὴν γῆν.Διότι ἔνας εἶναι ὁ Πατήρ σας, ἐκεῖνος ποὺ εἶναι εἰς τοὺς οὐρανούς. 10 Οὔτε καθηγηταὶ νὰ κληθῆτε, διότι ἕνας εἶναι ὁ καθηγητής σας, ποὺ μὲ τὴν διδασκαλίαν του σᾶς ὁδηγεῖ εἰς τὴν σωτηρίαν, ὁ Χριστός. 11 Ἐκεῖνος δέ, ποὺ μεταξύ σας εἶναι μεγαλύτερος εἰς τὴν γνῶσιν καὶ εἰς τὸ ἀξίωμα, πρέπει νὰ ὑπηρετῇ τοὺς ἄλλους, γινόμενος μὲ κάθε τρόπον χρήσιμος καὶ ὠφέλιμος εἰς αὐτούς. 12 Ἐκεῖνος ὅμως, ποὺ θὰ ὐψώσῃ τὸν ἑαυτόν του μεταχειριζόμενος τοὺς ἄλλους ὡς κατωτέρους του, θὰ ταπεινωθῇ καὶ θὰ ἐξευτελισθῇ.Καὶ ἐκεῖνος, ποὺ θὰ ταπεινώσῃ τὸν ἑαυτόν του γινόμενος διὰ τῆς χριστιανικῆς ἀγάπης δοῦλος καὶ ὑπηρέτης τῶν ἄλλων, θὰ ἀνυψωθῇ ἀπὸ τὸν Θεὸν καὶ θὰ δοξασθῇ. 13 Ἀλλοίμονον δὲ εἰς σᾶς, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι κατατρώγετε τὰ σπίτια καὶ τὴν περιουσίαν τῶν χηρῶν, σεῖς ποὺ μὲ πρόσχημα εὐλαβείας διὰ σκοποὺς συμφεροντολογικοὺς κάμνετε μακρὰς προσευχάς· δι’ αὐτὸ θὰ λάβετε μεγαλυτέραν καταδίκην ἀπὸ τοὺς ἄλλους ἀδίκους καὶ κλέπτας. 14 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι μὲ τὴν διεστραμμένην διδασκαλίαν σας, ποῦ ἐπισκοτίζει καὶ νοθεύει τὸ περιεχόμενον τοῦ νόμου, κλείετε τὴν θύραν τῆς βασιλείας τῶν οὐρανῶν πρὸ τῶν ἀνθρώπων.Ἀλλοίμονόν σας, διότι καὶ σεῖς δὲν εἰσέρχεσθε, ἀλλ’ οὔτε καὶ ἐκεῖνους, ποὺ ἔχουν τὴν διάθεσιν νὰ εἰσέλθουν, τοὺς ἀφίνετε νὰ ἔμβουν. 15 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι περιέρχεσθε τὴν θάλασσαν καὶ τὴν γῆν διὰ νὰ προσελκύσετε ἔστω καὶ ἕνα μόνον προσήλυτον καὶ ἀπὸ εἰδωλολάτρην νὰ τὸν κάμετε Ἰουδαῖον.Καὶ ὅταν γίνῃ, τὸν κάνετε παιδὶ τῆς γεέννης, ἄξιον νὰ ριφθῇ εἰς αὐτὴν πολὺ περισσότερον ἀπὸ ὅ,τι εἶσθε σεῖς. 16 Ἀλλοίμονόν σας, ὁδηγοὶ τοῦ λαοῦ τυφλοί, οἱ ὁποῖοι λέγετε· Ἂν τυχὸν κανεὶς ὁρκισθῇ εἰς τὸν ναόν, δὲν εἶναι τίποτε αὐτό· Ἐκεῖνος ὅμως ποὺ θὰ ὁρκισθῇ εἰς τὸν χρυσὸν τοῦ ναοῦ, εἶναι ὑποχρεωμένος νὰ τηρήσῃ τὸν ὅρκον του. 17 Μωροὶ καὶ τυφλοί ! Σᾶς ἀξίζουν αἱ ὀνομασίαι αὐταί, διότι ποῖος εἶναι ἀνώτερος κατὰ τὴν ἱερότητα, ὁ χρυσὸς ἢ ὁ ναός, ποὺ ἁγιάζει τὸν χρυσόν; 18 Λέγετε ἀκόμη καὶ τοῦτο· Ἐκεῖνος, ποὺ τυχὸν θὰ ὁρκισθῇ εἰς τὸ θυσιαστήριον, δὲν εἶναι τίποτε ὁ ὅρκος αὐτός.Ἐκεῖνος ὅμως, ποὺ θὰ ὁρκισθῇ εἰς τὸ δῶρον, ποὺ ἐτέθη ἐπὶ τοῦ θυσιαστηρίου, δεσμεύεται ἀπὸ τὸν ὅρκον του. 19 Εἶσθε μωροὶ καὶ τυφλοί· διότι, τί εἶναι μεγαλύτερον εἰς ἱερότητα, τὸ δῶρον ἢ τὸ θυσιαστήριον, ποῦ ἁγιάζει τὸ δῶρον; 20 Ἐκεῖνος λοιπόν, ποῦ ὡρκίσθη εἰς τὸ θυσιαστήριον, ὁρκίζεται εἰς αὐτὸ καὶ συγχρόνως εἰς ὅλα ποὺ εἶναι ἐπ’ αὐτοῦ. 21 Καὶ ἐκεῖνος, ποῦ ὡρκίσθη εἰς τὸν ναόν, ὁρκίζεται εἰς αὐτὸν καὶ εἰς τὸν Θεόν, ποῦ κατοικεῖ εἰς τὸν ναόν. 22 Καὶ ἐκεῖνος, ποὺ ὁρκίζεται εἰς τὸν οὐρανόν, ὁρκίζεται εἰς τὸν θρόνον τοῦ Θεοῦ, (διότι εἰς τὴν Γραφὴν ὁ οὐρανὸς λέγεται θρόνος τοῦ Θεοῦ), ἀλλ’ ὁρκίζεται συγχρόνως καὶ εἰς τὸν Θεόν, ποὺ κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ. 23 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι δίδετε δεκάτην καὶ ἀπὸ τὸν δυόσμον ἀκόμη καὶ ἀπὸ τὸ ἄνηθον καὶ ἀπὸ τὸ κύμινον, καὶ ἀφήκατε τὰ σπουδαιότερα τοῦ νόμου, δηλαδὴ τὴν δικαίαν κρίσιν καὶ τὴν εὐσπλαγχνίαν καὶ τὴν τιμιότητα, ποῦ κάμνει τὸν ἄνθρωπον ἀξιόπιστον.Ἐνῷ ἔπρεπε πρωτίστως τὰς τελευταίας αὐτὰς ἀρετὰς νὰ πράττετε καὶ νὰ ἀσκῆτε, κατὰ δεύτερον δὲ λόγον νὰ μὴ ἀφίνετε καὶ ἐκεῖνα. 24 Ὁδηγοὶ τυφλοί, ποὺ στραγγίζετε ἀπὸ τὸν οἶνον τὸ κουνούπι ὡς ἀκάθαρτον κατὰ τὸν νόμον, καταπίνετε ὅμως τὴν γκαμήλα, ποὺ καὶ αὐτὴ κατὰ τὸν νόμον εἶναι ἀκάθαρτος.Εἰς τὰ μικρὰ μόνον δίδετε ὁλόκληρον τὴν προσοχήν σας, εἰς καιρὸν ποὺ χωρὶς τύψιν κάνετε μεγάλα καὶ χονδρὰ ἁμαρτήματα. 25 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι καθαρίζετε τὴν ἐξωτερικὴν ἐπιφάνειαν τοῦ ποτηρίου καὶ τῆς πιατέλλας, μέσα δὲ εἶναι αὐτὰ γεμᾶτα ἀπὸ τροφάς, ποὺ προέρχονται ἀπὸ ἁρπαγὴν καὶ ἀδικίαν. 26 Φαρισαῖε τυφλέ, καθάρισε πρῶτον ἐκεῖνο, ποὺ εἶναι μέσα εἰς τὸ ποτήριον καὶ εἰς τὴν πιατέλλαν, φροντίζων νὰ μὴ προέρχεται τοῦτο ἐξ ἀδικίας καὶ ἁρπαγῆς, διὰ νὰ γίνῃ καὶ τὸ ἀπ’ ἔξω τοῦ ποτηρίου καὶ τῆς πιατέλλας καθαρόν.Διαφορετικά, ὅσον καὶ ἂν καθαρίζῃς τὰ σκεύη αὐτά, μένουν ἀκάθαρτα καὶ μολυσμένα. 27 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι ὁμοιάζετε πρὸς τάφους ἀσβεστωμένους, οἱ ὁποῖοι ἀπ’ ἔξω μὲν φαίνονται ὠραῖοι καὶ κατάλευκοι, ἀπὸ μέσα ὅμως εἶναι γεμᾶτοι ἀπὸ κόκκαλα ἀποθαμένων καὶ ἀπὸ κάθε ἀκαθαρσίαν. 28 Ἔτσι καὶ σεῖς, ἀπ’ ἔξω μὲν φαίνεσθε εἰς τοὺς ἀνθρώπους δίκαιοι, ἀπὸ μέσα ὅμως εἶσθε γεμᾶτοι ἀπὸ ὑπόκρισιν καὶ ἀπὸ κάθε παράβασιν τοῦ νόμου. 29 Ἀλλοίμονόν σας, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ στολίζετε τὰ μνήματα τῶν δικαίων, 30 καὶ λέγετε· Ἐὰν ἐζούσαμεν εἰς τὰς ἡμέρας τῶν πατέρων μας, δὲν θὰ ἐγινόμεθα συνεργοὶ καὶ συνένοχοί των εἰς τὸν φόνον τῶν προφητῶν. 31 Ὥστε σεῖς οἱ ἴδιοι μαρτυρεῖτε διὰ τὸν ἑαυτόν σας, ὅτι εἶσθε ἀπόγονοι ἐκείνων, ποὺ ἐφόνευσαν τοὺς προφήτας καὶ ἔχετε κληρονομικότητα κακήν, ἀπὸ τὴν ὁποίαν ὅμως δὲν ἐφροντίσατε νὰ ἀπαλλάγητε. 32 Συμπληρώσατε λοιπὸν καὶ σεῖς ἐκεῖνα, ποῦ λείπουν ἀκόμη ἀπὸ ὅσα ἔκαμαν οἱ πρόγονοί σας, ὥστε νὰ φθάσετε εἰς τὸ ἀκρότατον ὅριον τῆς κακίας. 33 Φίδια, γεννήματα ὀχιῶν, γεμᾶτοι κακίαν καὶ θανατηφόρον δηλητήριον, τὸ ὁποῖον ἐκληρονομήσατε καὶ ἀπὸ τοὺς προγόνους σας, πῶς εἶναι δυνατὸν νὰ φύγετε ἀπὸ τὴν καταδίκην, ποὺ θὰ σᾶς ρίψῃ εἰς τὴν γέενναν; 34 Δι’ αὐτὸ ἰδοὺ ἐγὼ κάνω τὴν τελευταίαν προσπάθειαν νὰ σᾶς σώσω καὶ σᾶς ἀποστέλλω προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, τοὺς ἀποστόλους μου δηλαδὴ καὶ τοὺς διαδόχους των, ποὺ θὰ εἶναι φωτισμένοι καὶ σοφισμένοι ἀπὸ τὸ Ἅγιον Πνεῦμα καὶ τὴν διδασκαλίαν μου.Καὶ ἄλλους ἀπὸ αὐτοὺς θὰ φονεύσετε καὶ θὰ σταυρώσετε· καὶ ἄλλους ἀπὸ αὐτοὺς θὰ μαστιγώσετε εἰς τὰς συναγωγάς σας καὶ θὰ τοὺς διώξετε ἀπὸ τὴν μίαν πόλιν εἰς τὴν ἄλλην, 35 διὰ νὰ πέσῃ ἐπάνω σας ἡ εὐθύνη καὶ ἡ καταδίκη διὰ κάθε δίκαιον αἷμα, ποὺ ἐχύθη ἄδικα εἰς τὴν γῆν, ἀπὸ τὸ αἷμα τοῦ δικαίου Ἄβελ, ἕως τὸ αἷμα τοῦ Ζαχαρίου τοῦ υἱοῦ τοῦ Βαραχίου, ποὺ τὸν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, καὶ ἔτσι ἐγίνατε ἔνοχοι ὄχι μόνον τοῦ ἐγκλήματος τοῦ φόνου, ἀλλὰ καὶ τῆς ἀσεβοῦς βεβηλώσεως τοῦ ναοῦ, τὸν ὁποῖον ἐβάψατε μὲ αἷμα ἀνθρώπου δικαίου. 36 Ἀλήθεια σᾶς λέγω, ὅτι ὅλα αὐτὰ τὰ δεινὰ θὰ πέσουν εἰς τὴν γενεὰν αὐτήν. 37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, δυστυχισμένη καὶ ταλαίπωρε πόλις, σὺ ποὺ φονεύεις τοὺς προφήτας καὶ λιθοβολεῖς ἐκεῖνους ποὺ ὁ Θεὸς σοῦ ἀπέστειλε! Πόσας φορὰς ἠθέλησα νὰ συμμαζεύσω τὰ παιδιά σου μὲ στοργὴν παρομοίαν πρὸς ἐκείνην, μὲ τὴν ὁποίαν περιμαζεύει ἡ ὅρνιθα τὰ πουλιά της κάτω ἀπὸ τὰ πτερά της, καὶ δὲν ἠθελήσατε. 38 Ἰδοὺ ἐγκαταλείπεται πρὸς τιμωρίαν καὶ καταστροφήν σας ἡ πόλις σας μὲ τὸν ναὸν της ἔρημος καὶ ἀπροστάτευτος ἀπὸ τὸν Θεόν. 39 Διότι σᾶς λέγω, ὅτι δὲν θὰ μὲ ἴδετε πλέον ἀπὸ τώρα, ἕως ὅτου συνέλθετε εἰς τὸν ἑαυτόν σας καὶ πιστεύσετε, ὁπότε συγκαταριθμούμενοι εἰς τὰ μέλη τῆς Ἐκκλησίας μου θὰ εἴπετε δι’ ἐμέ· Εὐλογημένος εἶναι αὐτός, ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου ὡς ἀντιπρόσωπός του καὶ ἀπεσταλμένος του.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου