Κυριακή 2 Ιουλίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Δ΄ Ματθαίου 2 ΙΟΥΛΙΟΥ 2023


Ἑωθινόν
 
Ἦχος γ´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέoς ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις. 5 ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος γ´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, μὲ τὰ βαθειὰ χαράματα ἦλθον αἱ γυναῖκες εἰς τὸ μνῆμα φέρουσαι τὰ ἀρώματα, ποὺ ἡτοίμασαν. Καὶ μαζί των ἦλθον καὶ μερικαὶ ἄλλαι. 2 Εὗρον δὲ τὴν πέτραν, ποὺ ἔφραζε τὸ μνημεῖον, κυλισμένην μακρὰν ἀπὸ αὐτό. 3 Καὶ ὅταν ἐμβῆκαν εἰς τὸ μνημεῖον, δὲν εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ συνέβη, ἐνῷ αὐταὶ εὑρίσκοντο εἰς μεγάλην ἀπορίαν διὰ τὸ συμβὰν αὐτό, καὶ ἰδοὺ δύο ἄγγελοι παρουσιάσθησαν αἴφνης εἰς αὐτὰς ὡς ἄνδρες μὲ στολάς, ποὺ ἤστραπτον ἀπὸ τὴν λαμπρότητα. 5 Ἐνῷ δὲ αὐταὶ ἔγιναν καταφοβισμέναι καὶ ἔγερναν τὸ πρόσωπόν των εἰς τὴν γῆν ἐξ εὐλαβείας, ἀλλὰ καὶ διότι δὲν ἀντεῖχον εἰς τὴν λάμψιν τῶν ἀγγέλων, εἶπον οὔτοι πρὸς αὐτάς· διατὶ ζητεῖτε μεταξὺ τῶν νεκρῶν αὐτόν, ποὺ τώρα πλέον εἶναι ζωντανός; 6 Δὲν εἶναι ἐδῶ, ἀλλ’ ἀνεστήθη. Ἐνθυμηθῆτε πῶς σᾶς ὡμίλησε καὶ τί σᾶς εἶπεν, ὅταν ἀκόμη ἦτο εἰς τὴν Γαλιλαίαν, 7 λέγων, ὅτι σύμφωνα μὲ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ νὰ σταυρωθῇ καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του νὰ ἀναστηθῇ. 8 Καὶ αἱ Μυροφόροι ἐνεθυμήθησαν τότε τοὺς λόγους τοῦ Κυρίου. 9 Καὶ ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὸ μνημεῖον, ἀνήγγειλαν ὅλα αὐτὰ εἰς τοὺς ἕνδεκα καὶ εἰς ὅλους τοὺς ἄλλους, ποὺ ἦσαν μαζὶ μὲ τοὺς Ἀποστόλους. 10 Αἱ γυναῖκες δέ, ποὺ ἔλεγαν αὐτὰ εἰς τοὺς Ἀποστόλους, ἦσαν ἡ Μαγδαληνὴ Μαρία καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία ἡ μήτηρ τοῦ Ἰακώβου καὶ αἱ λοιπαί, ποὺ ἦσαν μαζί των. 11 Καὶ ἐφάνησαν εἰς αὐτοὺς σὰν φλυαρία καὶ ἐπινόησίς τῆς φαντασίας οἱ λόγοι τῶν γυναικῶν αὐτῶν καὶ δὲν τὰς ἐπίστευαν. 12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε.
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 5 - 13

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 5 - 13

5 Ὅταν δὲ ὁ Ἰησοῦς ἐμβῆκεν εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν εἰς ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρεκάλει καὶ τοῦ ἔλεγε· 6 Κύριε, ὀ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι παραλυτικός, καὶ βασανίζεται τρομερὰ ἀπὸ πόνους. 7 Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Θὰ ἔλθω ἑγὼ εἰς τὸ σπίτι σου καὶ θὰ τὸν θεραπεύσω. 8 Καὶ ὁ ἑκατόνταρχος ἀπεκρίθη καὶ εἶπε· Κύριε, δὲν εἶμαι ἄξιος διὰ νὰ εἰσέλθῃς κάτω ἀπὸ τὴν στέγην τοῦ σπιτιοῦ μου.Ἀλλὰ μόνον εἰπὲ μὲ ἁπλοῦν λόγον αὐτὸ ποὺ θέλεις, καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου. 9 Διότι καὶ ἑγὼ ἄνθρωπος εἶμαι, ὑπεξούσιος, ποὺ λαμβάνω διαταγὰς ἀπὸ ἀνωτέρους, ἔχων ὑπὸ τὰς διαταγάς μου στρατιώτας· καὶ λέγω εἰς τοῦτον τὸν στρατιώτην πήγαινε, καὶ πηγαίνει· καὶ εἰς τὸν ἄλλον λέγω· ἐλθέ, καὶ ἔρχεται.Καὶ εἰς τὸν δοῦλον μου λέγω· κάμε αὐτό, καὶ τὸ ἐκτελεῖ.Πόσῳ μᾶλλον θὰ ἐκτελεσθῇ ὁ λόγος ὁ ἰδικός σου, ποὺ δὲν εἶσαι ὑπὸ τὰς διαταγὰς κανενός, ἀλλ' ἔχεις ἐξουσίαν ἐπὶ ὅλων τῶν ἀοράτων δυνάμεων; 10 Ὅταν δὲ ἤκουσε τοὺς λόγους αὐτοὺς ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπεν εἰς ἐκείνους, ποὺ τὸν ἠκολούθουν· Ἀληθῶς σᾶς λέγω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι εἶναι ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, δὲν εὗρον τόσον μεγάλην πίστιν. 11 Σᾶς διαβεβαιῶ δέ, ὅτι πολλοὶ σὰν τὸν ἑκατόνταρχον θὰ ἔλθουν ἀπὸ ἀνατολὴν καὶ δύσιν, ἀπὸ ὅλα τὰ μέρη τοῦ κόσμου, καὶ θὰ παρακαθήσουν ὡς εἰς ἄλλο εὐφρόσυνον δεῖπνον μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 12 Ἐκεῖνοι δέ, ποὺ κατάγονται ἀπὸ τὸν Ἀβραὰμ καὶ σύμφωνα πρὸς τὰς ἐπαγγελίας καὶ ὑποσχέσεις τοῦ Θεοῦ εἰς τὸν Ἀβραὰμ εἶναι κληρονόμοι τῆς βασιλείας, θὰ ριφθοῦν ἔξω ἀπὸ αὐτὴν εἰς τὸ σκότος τὸ τελείως ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν.Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν ὀδόντων. 13 Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον· Πήγαινε εἰς τὸ σπίτι σου καὶ ὅπως ἐπίστευσες, ὅτι δηλαδὴ μὲ μόνον τὸν λόγον καὶ ἀπὸ μακρυὰ δύναμαι νὰ θεραπεύσω τὸν δοῦλον σου, ἔτσι ἂς γίνῃ εἰς σέ. Πράγματι δὲ κατὰ τὴν στιγμὴν ἐκείνην ἐθεραπεύθη ὁ δοῦλος του.
 

Ἀπόστολος
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Θ´ 1 - 7

1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Θ´ 1 - 7

1 Ας βγάλωμεν λοιπὸν τώρα τὸ συμπέρασμα αὐτῶν, ποὺ εἴπομεν διὰ τὴν ἱερωσύνην τῆς Π. Διαθήκης, καὶ ἂς διασαφήσωμεν αὐτὰ περισσότερον. Εἶχε μὲν καὶ ἡ πρώτη διαθήκη νόμους καὶ διατάξεις λατρείας καὶ τὸ θυσιαστήριον τὸ ἐπίγειον. 2 Διότι κατεσκευάσθη τὸ πρῶτον διαμέρισμα τῆς σκηνῆς, μέσα εἰς τὸ ὁποῖον ὑπῆρχεν ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἰ ἄρτοι, ποὺ τοὺς ἔθεταν ἐπάνω εἰς αὐτὴν ὡς προσφορὰν εἰς τὸν Θεόν. Καὶ τὸ πρῶτον αὐτὸ διαμέρισμα τῆς σκηνῆς λέγεται Ἅγια. 3 Ὕστερον δὲ ἀπὸ τὸ δεύτερον καταπέτασμα ἦτο τὸ μέρος τῆς σκηνῆς, ποὺ ἐλέγετο Ἅγια Ἁγίων. 4 Τὰ Ἅγια τῶν Ἁγίων εἶχαν χρυσὸν θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης, ποὺ ἦτο τριγύρω καὶ ἀπὸ ὅλα τὰ μέρη καλυμμένη μὲ χρυσόν. Καὶ μέσα εἰς τὴν κιβωτὸν αὐτὴν ἦτο μία στάμνα χρυσῆ, ποὺ περιεῖχεν ἀπὸ τὸ περίφημον καὶ γνωστὸν μάννα, καὶ ἡ ράβδος τοῦ Ἀαρών, ποὺ διὰ θαύματος ἔβγαλε βλαστόν, καὶ αἱ θεοχάρακτοι πλάκες τῆς Διαθήκης. 5 Ἐπάνω δὲ ἀπὸ τὴν κιβωτὸν ὑπῆρχον δύο χρυσᾶ Χερουβὶμ ἔνδοξα, διότι μεταξὺ τῶν δύο αὐτῶν Χερουβὶμ ἐνεφανίζετο καὶ ἐλάλει ὁ Θεός. Αὐτὰ μὲ τὰ πτερά των ἐσκέπαζαν καὶ κατεσκίαζαν τὸ χρυσὸν κάλυμμα τῆς κιβωτοῦ, ποὺ ἐκαλεῖτο ἱλαστήριον. Ἀλλὰ δι’ αὐτὰ δὲν εἶναι τώρα καιρὸς νὰ ὁμιλήσωμεν μὲ λεπτομέρειαν. 6 Ἐνῷ δὲ αὐτὰ εἶχαν κατασκευασθῆ ἔτσι, εἰς μὲν τὸ πρῶτον διαμέρισμα τῆς σκηνῆς, ἤτοι εἰς τὰ Ἅγια, ἔμβαιναν πάντοτε οἱ ἱερεῖς καὶ ἐτέλουν τὰς ἱεροτελεστίας. 7 Εἰς τὸ δεύτερον διαμέρισμα τῆς σκηνῆς, εἰς τὰ Ἅγια τῶν Ἁγίων δηλαδή, ἔμβαινε μίαν φορὰν τὸ ἔτος, κατὰ τὴν ἡμέραν τοῦ ἐξιλασμοῦ, μόνος ὁ ἀρχιερεύς, καὶ αὐτὸς δὲν ἔμβαινε χωρὶς αἷμα, τὸ ὁποῖον ἐπρόσφερεν ὡς θυσίαν ἐξιλαστήριον διὰ τὸν ἑαυτόν του καὶ διὰ τὰς ἁμαρτίας, ποὺ ἐξ ἀγνοίας εἶχε κάμει ὁ λαός.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου