ΚΑΘΕ ΒΡΑΔΥ 10 ΜΕ 11, ΚΑΠΟΙΟΙ ΕΛΛΗΝΕΣ, ΟΛΟΙ ΜΑΖΙ, ΣΕ ΠΑΡΑΚΑΛΑΜΕ ΠΑΝΑΓΙΑ ΜΑΣ...! ῾
Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Πανάμωμε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.