Καρποφορία τοῦ Θείου Λόγου
Εὐαγγελικὸ ἀνάγνωσμα Κυριακῆς 14 Ὀκτωβρίου 2018, Δ΄ Λουκᾶ, τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου (Λουκ. η΄ 5-15)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα.