Ἑωθινόν
Ἦχος β' - Ἑωθινόν Η´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 11 - 18
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 11 - 18
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. 12 ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. 15 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ραββουνί, ὃ λέγεται, διδάσκαλε. 17 λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
Ἦχος β' - Ἑωθινόν Η´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 11 - 18
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 11 - 18
11 Ἡ Μαρία ὅμως ἐν τῷ μεταξὺ ἔστεκε πλησίον τοῦ μνήματος καὶ ἔκλαιε ἔξω ἀπὸ αὐτὸ μὴ φανταζομένη ποτέ, ὅτι ὁ Ἰησοῦς ἀνέστη. 12 Ἐνῷ λοιπὸν ἐξηκολούθει νὰ κλαίῃ, ἔσκυψε σὲ μιὰ στιγμὴν εἰς τὸ μνημεῖον ἀναζητοῦσα καὶ πάλιν τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ βλέπει τότε δύο ἀγγέλους μὲ λευκὰ ἐνδύματα, οἱ ὁποῖοι φρουροὶ τοῦ τάφου ἔνδοξοι καὶ ἀκαταγώνιστοι ἐκάθηντο ὡς ὑπηρέται τοῦ ἀναστάντος Κυρίου, ὁ ἕνας πρὸς τὸ μέρος τῆς κεφαλῆς καὶ ὁ ἄλλος πρὸς τὸ μέρος τῶν ποδῶν, ὅπου προτήτερα ἦτο τοποθετημένον κατὰ γῆς τὸ σῶμα τοῦ Ἰησοῦ. 13 Καὶ λέγουν εἰς αὐτὴν ἐκεῖνοι· Γυναῖκα, διατὶ κλαίεις; Λέγει εἰς αὐτούς· Διότι ἐπῆραν τὸν Κύριόν μου ἀπὸ τὸν τάφον καὶ δὲν ἠξεύρω, ποὺ τὸν ἔβαλαν. 14 Καὶ ἀφοῦ εἶπεν αὐτά, ἔστρεψεν ὀπίσω καὶ βλέπει τὸν Ἰησοῦν νὰ στέκεται ὄρθιος, ἀλλ’ εἴτε διότι τὸ σῶμα τοῦ Κυρίου εἶχεν ὑποστῇ μεταβολὴν διὰ τῆς Ἀναστάσεως, εἴτε διότι ἡ Μαρία δὲν ὑπώπτευε κάν, ὅτι ὁ Διδάσκαλος ἀνέστη, δὲν ἤξευρεν αὐτή, ὅτι αὐτὸς ποὺ τὴν ἠρώτα ἦτο ὁ Ἰησοῦς. 15 Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· Γυναῖκα, διατὶ κλαίεις; Ποῖον ζητεῖς; Ἐκείνη ἐνόμισε, πῶς ἦτο ὁ κηπουρὸς καὶ δι’ αὐτὸ εἶπε πρὸς αὐτόν· Κύριε, ἐὰν τὸν ἐπῆρες σύ, πές μου ποὺ τὸν ἔβαλες, καὶ ἐγὼ θὰ τὸν πάρω ἀπὸ τὸν κῆπον σου καὶ θὰ τὸν τοποθετήσω εἰς ἄλλον τάφον. 16 Τότε λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς μὲ τὸν γνωστὸν εἰς ἐκείνην τόνον τῆς φωνῆς του· Μαρία. Ἀναγνωρίσασα δὲ ἐκείνη εὐθὺς τὴν φωνὴν τοῦ Ἰησοῦ ἔστρεψεν ὀπίσω καὶ εἶπεν εἰς αὐτόν· Ραββουνί, τὸ ὁποῖον εἰς τὴν Ἑλληνικὴν γλῶσσαν σημαίνει. Διδάσκαλέ μου. 17 Καὶ ἐπειδὴ ἡ Μαρία ἔτρεξε νὰ περιπτυχθῇ μὲ σεβασμὸν τοὺς πόδας του, νομίσασα, ὅτι ὁ Κύριος θὰ ἐξηκολούθει καὶ τώρα νὰ ζῇ σωματικῶς, ὅπως καὶ πρὸ τοῦ παθήματος, μετὰ τῶν μαθητῶν του, λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· Μὴ μὲ ἐγγίζῃς καὶ μὴ συμπεριφέρεσαι πλέον πρὸς ἐμὲ σὰν νὰ πρόκειται νὰ μὲ ἔχετε πάλιν μεταξύ σας μὲ αὐτὴν τὴν μορφὴν τῆς ταπεινώσεως καὶ τῆς ἀσθενείας, ὅπως ὁ ζῶν μαζί σας καὶ πρὸ τοῦ Πάθους. Μὴ μὲ ἐγγίζῃς, διότι δὲν ἀνέβηκα ἀκόμη πρὸς τὸν Πατέρα μου καὶ συνεπῶς δὲν ἐγκαινιάσθη ἀκόμη ἡ νέα σχέσις τῆς εὐλαβοῦς καὶ λατρευτικῆς οἰκειότητος, τὴν ὁποίαν μετὰ τὴν ἀνάληψίν μου ὡς αἰώνιος καὶ οὐράνιος πλέον ἀρχιερεὺς καὶ ὡς κεφαλὴ τῆς Ἐκκλησίας ἐνωμένος μὲ αὐτὴν θὰ συνάψω πρὸς τοὺς ἀνθρώπους. Πήγαινε δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ εἰς αὐτούς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, ὁ ὁποῖος δι’ ἐμοῦ ἔγινε καὶ ἰδικός σας κατὰ χάριν Πατήρ, ἔγινε δὲ καὶ ἀφ’ ὅτου ἐνηνθρώπησα καὶ Θεός μου, ὅπως εἶναι καὶ Θεὸς ἰδικός σας. 18 Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ καὶ ἀναγγέλλει εἰς τοὺς μαθητάς, ὅτι εἶδε τὸν Κύριον, ὁ ὁποῖος καὶ εἶπεν εἰς αὐτὴν τοὺς λόγους αὐτούς.
Εὐαγγέλιον
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 27 - 39
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

27 Ὅταν δὲ ὁ Ἰησοῦς ἐβγῆκεν εἰς τὴν ξηράν, τὸν συνήντησε κάποιος ἄνθρωπος καταγόμενος ἀπὸ τὴν πόλιν, ὁ ὁποῖος εἶχε μέσα του δαιμόνια ἀπὸ πολλὰ χρόνια καὶ δὲν ἐφοροῦσεν ἐπάνω του ροῦχα καὶ δὲν ἔμενεν εἰς σπίτι, ἀλλὰ μέσα εἰς τὰ μνήματα. 28 Ὅταν ὅμως εἶδε τὸν Ἰησοῦν, ἀπὸ τὸν φόβον τοῦ ἐφώναξε δυνατὰ καὶ ἔπεσεν εἰς τοὺς πόδας του καὶ μὲ φωνὴν μεγάλην εἶπε· Ποία σχέσις ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τὶ ζητᾷς ἀπὸ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ παρακαλῶ μὴ μὲ βασανίσῃς, καὶ μὴ μοῦ ἐπιβάλῃς τὴν τιμωρίαν νὰ ἐγκλεισθῶ ἀπὸ τώρα εἰς τὰ σκότη τοῦ Ἅδου. 29 Εἶπε δὲ τὸν λόγον αὐτὸν ὁ δαιμονιζόμενος, διότι ὁ Ἰησοῦς παρήγγειλε καὶ διέταξε τὸ ἀκάθαρτον πνεῦμα νὰ βγῇ ἀπὸ τὸν ἄνθρωπον. Διότι ἐπὶ πολλὰ ἔτη τὸν εἶχε κυριεύσει. Καὶ λόγῳ τῆς ἀγρίας ἑξάψεως, ποὺ τοῦ ἐδημιουργεῖ, τὸν ἔδεναν μὲ ἁλύσεις καὶ μὲ σιδηρᾶ δεσμὰ εἰς τὰ πόδια, ἐπειδὴ τὸν ἐφύλαττον νὰ μὴ κακοποιήσῃ ἢ βλάψῃ τινά. Ἀλλ’ αὐτὸς ἔσπαζε τὰ δεσμὰ καὶ ἐσύρετο βιαίως ὑπὸ τοῦ δαίμονος εἰς τοὺς ἐρήμους τόπους. 30 Τὸν ἠρώτησε δὲ ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Τί εἶναι τὸ ὄνομά σου; Αὐτὸς δὲ εἶπε· Λεγεών, δηλαδὴ σύνταγμα στρατιωτῶν. Καὶ ἦτο αὐτὸ τὸ ὄνομά του, διότι οὐχὶ ἕν, ἀλλὰ πολλὰ δαιμόνια εἶχον εἰσέλθει εἰς τὸν ἄνθρωπον αὐτόν. 31 Καὶ διὰ στόματος τοῦ δαιμονιζομένου παρεκάλουν αὐτὸν νὰ μὴ διατάξῃ νὰ ὑπάγουν εἰς τὰ τρίσβαθα τοῦ Ἅδου. 32 Ἦτο δὲ ἐκεῖ ἕνα κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκαν εἰς τὸ βουνόν. Καὶ τὸν παρεκάλουν νὰ ἐπιτρέψῃ εἰς αὐτὰ νὰ ἔμβουν εἰς ἐκείνους τοὺς χοίρους. Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν Μωσαϊκὸν νόμον, ὁ ὁποῖος ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην ἐπέτρεψε τοῦτο εἰς αὐτά. 33 Ἀφοῦ δὲ ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμβῆκαν εἰς τοὺς χοίρους. Καὶ ἔτρεξεν ἀσυγκράτητα καὶ μὲ μανίαν τὸ κοπάδι ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν λίμνην καὶ ἐπνίγη. 34 Ὅταν δὲ ἐκεῖνοι, ποὺ ἔβοσκαν τοὺς χοίρους, εἶδαν αὐτὸ ποὺ ἔγινεν, ἔφυγαν. Καὶ ἀνήγγειλαν τὸ συμβὰν τῆς καταστροφῆς τῶν χοίρων εἰς τοὺς κατοίκους τῆς πόλεως καὶ εἰς ἐκείνους, ποὺ ἔμεναν ἔξω εἰς τοὺς ἀγρούς. 35 Ἐβγῆκαν δὲ ἀπὸ τὴν πόλιν καὶ τὰ περίχωρα οἱ ἄνθρωποι διὰ νὰ ἴδουν ἐκεῖνο ποὺ ἔγινε. Καὶ ἦλθον εἰς τὸν Ἰησοῦν. Καὶ ηὗραν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ κάθεται κοντὰ εἰς τοὺς πόδας τοῦ Ἰησοῦ ἐνδεδυμένος καὶ σωφρονισμένος. Καὶ ἐφοβήθησαν. 36 Τοὺς διηγήθησαν δὲ καὶ ἐκεῖνοι, ποὺ εἶχαν ἴδει τὸ περιστατικόν, πῶς ἔγινε καλὰ ὁ δαιμονισμένος. 37 Καὶ τὸν παρεκάλεσαν ὅλον τὸ πλῆθος τῆς περιφερείας τῶν Γαδαρηνῶν νὰ φύγῃ ἀπὸ αὐτούς, διότι ἐκυριεύθησαν ἀπὸ μεγάλον φόβον, ὅταν εἶδαν τὴν δικαίαν τιμωρίαν, ποὺ ἐπεβλήθη εἰς αὐτούς, οἱ ὁποῖοι παρὰ τὴν ἀπαγόρευσιν τοῦ νόμου ἔτρεφον χοίρους. Αὐτὸς δέ, ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέστρεψεν εἰς τὸ μέρος, ἀπὸ τὸ ὁποῖον εἶχεν ἔλθει. 38 Παρεκάλει δὲ αὐτὸν ὁ ἄνθρωπος, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ μένῃ μαζί του. Ὁ Ἰησοῦς ὅμως τὸν ἀφῆκεν ἐλεύθερον καὶ τοῦ παρήγγειλε νὰ φύγῃ λέγων· 39 Γύρισε ὀπίσω εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα ἔκαμεν εἰς σὲ ὁ Θεός, ὁ ὁποῖος σὲ ἀπήλλαξεν ἀπὸ τὰ δαιμόνια. Καὶ ἔφυγεν ἐκεῖνος καὶ διεκήρυττεν εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμεν ὁ Ἰησοῦς.
Ἀπόστολος
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Α´ 11 - 19
11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

11 Σᾶς γνωστοποιῶ δέ, ἀδελφοί, ὅτι τὸ εὐαγγέλιον, ποὺ ἐκηρύχθη εἰς σᾶς ἀπὸ ἑμέ, δὲν εἶναι ἐπινόημα ἀνθρώπου. 12 Διότι ὄχι μόνον οἱ λοιποὶ ἀπόστολοι, ἀλλὰ καὶ ἐγὼ δὲν παρέλαβον αὐτὸ ἀπὸ ἄνθρωπον, οὔτε τὸ ἐδιδάχθην ἀπὸ ἄνθρωπον, ἀλλὰ παρέλαβον αὐτὸ κατ’ εὐθεῖαν δι’ ἀποκαλύψεως τοῦ Θεοῦ, ὁ ὁποῖος ἀμέσως μοῦ ἐφανέρωσε καὶ μοῦ ἀπεκάλυψε τὸν Ἰησοῦν Χριστόν. 13 Ὅτι δὲ μὲ ὑπερφυσικὴν ἀποκάλυψίν μου παρεδόθη ἀπὸ αὐτὸν τὸν Θεὸν τὸ εὐαγγέλιον, ἀποδεικνύεται ἀπὸ τὴν κατὰ τὸ παρελθὸν δρᾶσίν μου. Διότι ἠκούσατε τὴν διαγωγήν, ποὺ ἔδειξα κάποτε, ὅταν ἠκολούθουν τὸν νόμον καὶ τὰ ἔθιμα τῶν Ἰουδαίων. Ἠκούσατε δηλαδή, ὅτι ὑπερβολικὰ κατεδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ προσεπάθουν νὰ τὴν καταστρέψω. 14 Καὶ προώδευα εἰς τὸν Ἰουδαϊσμὸν περισσότερον ἀπὸ πολλοὺς συνομήλικάς μου εἰς τὸ ἔθνος μου καὶ ἐδείκνυον περισσότερον ἀπὸ αὐτοὺς ζῆλον ὑπὲρ τῶν παραδόσεων, ποὺ παρελάβομεν ἀπὸ τοὺς πατέρας. 15 Ὅταν ὅμως εὐηρεστήθη ὁ Θεός, ὁ ὁποῖος μὲ ἐξεχώρισε καὶ μὲ ἐξέλεξεν ἀπὸ τὸν καιρὸν ἀκόμη, ποὺ ἤμην εἰς τὴν κοιλίαν τῆς μητρός μου, καὶ μὲ ἐκάλεσε διὰ τῆς χάριτός του, χωρὶς ἐγὼ ἀπὸ τὰ ἔργα μου νὰ εἶμαι ἄξιος διὰ μίαν τέτοιαν ἐκλογήν, 16 διὰ νὰ ἀποκαλύψῃ τὸν Υἱὸν αὐτοῦ εἰς τὸ βάθος τῆς ψυχῆς μου, διὰ νὰ τὸν κηρύττω μεταξὺ τῶν ἐθνῶν, εὐθὺς δὲν συνεβουλεύθην σάρκα καὶ αἷμα, δηλαδὴ ἄνθρωπόν τινα οἰονδήποτε. 17 Οὔτε ἀνέβην εἰς τὰ Ἱεροσόλυμα πρὸς συνάντησιν τῶν Ἀποστόλων, ποὺ εἶχον κληθῆ πρὸ ἑμοῦ εἰς τὸ ἀποστολικὸν ἀξίωμα, ἀλλὰ ἐπῆγα εἰς τὴν Ἀραβίαν καὶ πάλιν ἐπέστρεψα εἰς τὴν Δαμασκόν. 18 Ἔπειτα, μετὰ τρία ἔτη ἀφ’ ὅτου ἐπέστρεψα εἰς τὸν Χριστόν, ἀνέβην εἰς Ἱεροσόλυμα διὰ νὰ γνωρίσω τὸν Πέτρον καὶ ἔμεινα πλησίον τοῦ δεκαπέντε ἡμέρας. 19 Ἄλλον δὲ ἀπὸ τοὺς ἀποστόλους δὲν εἶδον παρὰ μόνον τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου