Κυριακή 16 Ιουνίου 2024

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς (Τῶν Ἁγίων Πατέρων) 9 Ἰουνίου 2024


Ἑωθινόν 
 
Ἦχος πλ. β´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14

1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
 
 Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος πλ. β´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14

1 Μετὰ ταῦτα ἐφανέρωσε τὸν ἑαυτόν του πάλιν ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του εἰς τὴν λίμνην τῆς Τιβεριάδος. Τὸν ἐφανέρωσε δὲ κατὰ τὸν ἑξῆς τρόπον. 2 Ἦσαν μαζὶ ὁ Σίμων Πέτρος, καὶ ὁ Θωμᾶς, ποὺ ἐλέγετο Δίδυμος, καὶ ὁ Ναθαναήλ, ποὺ κατήγετο ἀπὸ τὴν Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ υἱοὶ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι δύο ἀπὸ τοὺς μαθητάς του. 3 Λέγει εἰς αὐτοὺς ὁ Σίμων Πέτρος· Πηγαίνω νὰ ψαρέψω. Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· Ἐρχόμεθα καὶ μεῖς μαζί σου. Ἐβγῆκαν λοιπὸν ἀπὸ τὸ κατάλυμά των πρὸς τὴν θάλασσαν καὶ ἐμβῆκαν ἀμέσως εἰς τὸ πλοῖον καὶ ἤρχισαν νὰ ψαρεύουν. Καὶ κατ’ ἐκείνην τὴν νύκτα δὲν ἔπιασαν τίποτε. 4 Ὅταν δὲ πλέον ἔγινε πρωΐ, ἐστάθη ὁ Ἰησοῦς στὴν ἀκρογιαλιά. Οἱ μαθηταὶ ὅμως δὲν ἀντελήφθησαν, ὅτι αὐτός, ποὺ ἐστέκετο, ἦτο ὁ Ἰησοῦς. 5 Σὰν νὰ ἦτο λοιπὸν ξένος καὶ ἄγνωστος διαβάτης, λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιὰ προσφάγι; Ἀπεκρίθησαν εἰς αὐτόν· Ὄχι. 6 Ἐκεῖνος δὲ τότε εἶπε πρὸς αὐτούς· Ρίψατε τὸ δίκτυον εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ θὰ εὕρετε. Ἔρριψαν λοιπὸν σύμφωνα μὲ τὴν σύστασιν αὐτὴν καὶ δὲν ἠμπόρεσαν νὰ τραβήξουν ἐπάνω τὸ δίκτυον ἀπὸ τὸ πλῆθος τῶν ψαριῶν, ποὺ εἶχε πιάσει. 7 Κατόπιν λοιπὸν ἀπὸ τὴν πρωτοφανῆ αὐτὴν ἐπιτυχίαν, λέγει ὁ μαθητὴς ἐκεῖνος, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, εἰς τὸν Πέτρον· Αὐτός, ποὺ τὸν ἐνομίσαμεν ὡς ξένον, εἶναι ὁ Κύριος. Ὁ Σίμων Πέτρος λοιπόν, ὅταν ἤκουσεν, ὅτι ἐκεῖ ἦτο ὁ Κύριος, ἐφόρεσε βιαστικὰ καὶ ἐζώσθη τὸν ἐργατικὸν σάκκον του, διότι μέχι τῆς στιγμῆς ἐκείνης ἦτο σχεδὸν γυμνός· καὶ ὁρμητικός, καθὼς ἦτο, ἐρρίφθη εἰς τὴν θάλασσαν, διὰ νὰ συναντήσῃ τὸ συντομώτερον τὸν Διδάσκαλον. 8 Οἱ ἄλλοι μαθηταὶ ὅμως ἦλθαν πρὸς τὸν Ἰησοῦν μὲ τὸ πλοιάριον· διότι δὲν ἦσαν μακρὰν ἀπὸ τὴν ξηράν, ἀλλ’ ἀπεῖχον περίπου διακόσιες πήχεις. Καὶ ἦλθαν σύροντες τὸ γεμᾶτον ἀπὸ τὰ συλληφθέντα ψάρια δίκτυον. 9 Εὐθὺς λοιπὸν ὡς ἀπεβιβάσθησαν εἰς τὴν ξηράν, κάθυγροι καὶ κατάκοποι καὶ πεινασμένοι, βλέπουν ἕτοιμον κατὰ γῆς σωρὸν ἀπὸ κάρβουνα ἀναμμένα καὶ ἐπάνω εἰς αὐτὸν ἕνα ψάρι καὶ χωριστὰ εἰς μικρὰν ἀπόστασιν ἕνα ἄρτον. Ηὗραν δηλαδὴ φωτιά, διὰ νὰ θερμανθοῦν καὶ ξηρανθοῦν τὰ ἐνδύματά των, καὶ φαγητὸν διὰ τὸ πρωϊνόν τους. 10 Καὶ διὰ νὰ συμπληρωθῇ τὸ πρωϊνὸν αὐτὸ καὶ ἀπὸ τὸ προϊὸν τοῦ κόπου των, λέει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Φέρετε καὶ ἀπὸ τὰ ψάρια, ποὺ ἐπιάσατε τώρα. 11 Ἐπειδὴ δὲ τὸ δίκτυον ἦτο ἀκόμη μέσα εἰς τὴν λίμνην καὶ ἕνεκα τοῦ βάρους του ἦτο δύσκολον νὰ τραβηχθῇ, ἀνέβη ὁ Σίμων Πέτρος ὡς ἐμπειρότερος ἀπὸ τοὺς ἄλλους εἰς τὸ πλοιάριον καὶ ἐτράβηξε τὸ δίκτυον εἰς τὴν ξηράν, γεμᾶτον ἀπὸ ψάρια μεγάλα ἑκατὸν πεντήκοντα τρία. Καίτοι δὲ ἦσαν τόσον πολλὰ τὰ ψάρια, δὲν ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἔλθετε τώρα νὰ πάρετε τὸ πρωϊνόν σας. Ἐν τῷ μεταξὺ δὲ κανεὶς ἀπὸ τοὺς μαθητὰς δὲν ἐτόλμα νὰ τὸν ἐξετάσῃ καὶ νὰ τὸν ἐρωτήσῃ· Ποῖος εἶσαι σύ; Διότι ἤξευραν, ὅτι εἶναι ὁ Κύριος. Καὶ συνεπῶς ᾐσθάνοντο ἀπέναντι τοῦ φόβον καὶ βαθὺν σεβασμόν. 13 Ἀφοῦ λοιπὸν κατόπιν τῆς προσκλήσεως τοῦ Ἰησοῦ ἦλθαν οἱ μαθηταὶ νὰ φάγουν, ἔρχεται ὁ Ἰησοῦς καὶ παίρνει εἰς τὰς χεῖρας του τὸν ἄρτον καὶ ἐμοίρασε τοῦτον εἰς αὐτούς, ὁμοίως δὲ καὶ τὸ ὀψάριον. 14 Αὐτὴ ἦτο ἡ τρίτη φορὰ ἕως τότε, ποὺ ἐφανερώθη ὁ Ἰησοῦς εἰς συναθροισμένους τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀνεστήθη ἐκ νεκρῶν.
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΖ´ 1 - 13

1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· 8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΖ´ 1 - 13

1 Αὐτὰ ὡμίλησεν ὁ Ἰησοῦς πρὸς τοὺς μαθητάς του. Καὶ ἔπειτα ἐσήκωσε τὰ μάτια του εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἦλθεν ἡ ὥρα, τὴν ὁποίαν ἡ σοφία σου ὥρισε διὰ νὰ πάθω καὶ θυσιασθῶ κατ’ αὐτήν. Δέχθητι τὴν θυσίαν τοῦ παθήματός μου καὶ δόξασε τὸν Υἱόν σου καὶ κατὰ τὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, διὰ νὰ σὲ δοξάσῃ καὶ ὁ Υἱός σου διὰ τῆς ἀπολυτρώσεως καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων, ἡ ὁποία θὰ ἀχθῇ εἰς πέρας διὰ τῆς θυσίας του ταύτης καὶ τῆς μετ’ αὐτῆς αἰωνίας ἀρχιερατικῆς μεσιτείας του. 2 Δόξασε τὸν Υἱόν σου σύμφωνα μὲ τὴν ἐξουσίαν, ποὺ τοῦ ἔδωκες ἐπὶ ὅλης τῆς ἀνθρωπότητος, διὰ νὰ δώσῃ ὡς αἰώνιος ἀρχιερεὺς εἰς τὰ δεξιά σου καθήμενος εἰς ὅλον τὸ πλῆθος ἐκεῖνο ποὺ τοῦ ἔδωκες, καὶ οἱ ὁποῖοι ἐπίστευσαν εἰς αὐτόν, ζωὴν αἰώνιον. 3 Αὐτὴ δὲ εἶναι ἡ αἰώνιος ζωή, τὸ νὰ προάγωνται συνεχῶς διὰ τῆς ζώσης ἐπικοινωνίας μετὰ σοῦ καὶ τῆς ἀπολαύσεως τῶν ἀπείρων τελειοτήτων σου εἰς τὴν γνῶσιν Σοῦ τοῦ μόνου ἀληθινοῦ Θεοῦ καὶ τοῦ Ἰησοῦ Χριστοῦ, τὸν ὁποῖον ἀπέστειλας εἰς τὸν κόσμον. 4 Ἐγὼ ἐγνωστοποίησα τὸ ὄνομά σου εἰς τοὺς ἀνθρώπους καὶ ὑπήκουσα τελείως εἰς τὸ θέλημά σου, ἔτσι δὲ σὲ ἐδόξασα ἐπὶ τῆς γῆς, καὶ διὰ τῆς θυσίας μου, τὴν ὁποίαν θὰ προσφέρω μετ’ ὀλίγον ἐπὶ τοῦ σταυροῦ, ἔφερα εἰς τέλειον πέρας τὸ ἔργον, ποὺ μοῦ ἔδωκες διὰ νὰ ἐπιτελέσω. 5 Καὶ τώρα, ὅτε ἡ ἐπὶ γῆς ἀποστολή μου ἦλθεν εἰς πέρας, ἀνάδειξόν με διὰ τῆς ἀναστάσεως καὶ ἀναλήψεώς μου αἰώνιον ἀρχιερέα καὶ δόξασέ με καὶ ὡς ἄνθρωπον σύ, Πάτερ, πλησίον σου, μὲ τὴν δόξαν τὴν ὁποίαν εἶχον κοντά σου, προτοῦ νὰ δημιουργηθῇ ὁ κόσμος. 6 Ἐφανέρωσα τὸ ὄνομά σου καὶ ἔκαμα γνωστὰς τὰς ἀπείρους τελειότητάς σου εἰς τοὺς ἀνθρώπους, τοὺς ὁποίους ἀπέσπασες ἀπὸ τοὺς κόλπους τοῦ κόσμου καὶ τοὺς ἔδωκες εἰς ἐμέ. Ἡ πρόθεσίς των ἦτο ἀγαθὴ καὶ ὡς ἐκ τούτου ἦσαν ἰδικοί σου. Καὶ σὺ ἔδωκες αὐτοὺς εἰς ἐμέ, καὶ ἐτήρησαν τὸν λόγον σου, τὸν ὁποῖον ἀπεκάλυψα εἰς αὐτούς. 7 Τώρα ἔμαθαν τελειότερον καὶ ἐπείσθησαν, ὅτι ἡ διδασκαλία μου καὶ τὰ ἔργα μου καὶ ὅλα ἐν γένει ὅσα μοῦ ἔδωκες, προέρχονται ἀπὸ σέ. 8 Ἀπόδειξις δὲ τοῦ ὅτι ἔλαβαν τὴν πληροφορίαν καὶ γνῶσιν αὐτήν, εἶναι τὸ ὅτι παρέδωκα μὲ τὴν διδασκαλίαν μου εἰς αὐτοὺς τοὺς λόγους, τοὺς ὁποίους μοῦ ἔδωκες διὰ νὰ ἀποκαλύψω εἰς τοὺς ἀνθρώπους, καὶ αὐτοὶ τοὺς παρέλαβον καὶ τοὺς ἀπεδέχθησαν. Καὶ ἐσχημάτισαν ἐν ἀληθείᾳ τὴν πεποίθησιν, ὅτι ἐγεννήθην καὶ ἐβγῆκα ἀπὸ τοὺς κόλπους σου καὶ ἐπίστευσαν, ὅτι σὺ μὲ ἀπέστειλας εἰς τὸν κόσμον. 9 Ἐγώ, ποὺ τόσον εἰργάσθην διὰ νὰ τοὺς ὁδηγήσω εἰς τὴν ἀληθῆ αὐτὴν γνῶσιν καὶ πίστιν, σὲ παρακαλῶ ὡς μέγας ἀρχιερεὺς καὶ μεσίτης δι’ αὐτούς· δὲν σὲ παρακαλῶ τὴν στιγμὴν αὐτὴν διὰ τὸν κόσμον τῆς ἀπιστίας καὶ τῆς ἁμαρτίας, ἀλλὰ σὲ παρακαλῶ ὑπὲρ ἐκείνων, τοὺς ὁποίους μοῦ ἔδωκες, διότι μολονότι μοῦ τοὺς ἔδωκες, δὲν παύουν νὰ εἶναι ἰδικοί σου. 10 Καὶ ὅλα ὅσα ἀνήκουν εἰς ἐμέ, εἰναι ἰδικά σου, καθὼς καὶ τὰ ἰδικά σου εἶναι ἰδικά μου. Καὶ αὐτοὶ λοιπὸν ἰδικοί σου ἦσαν καὶ ἔγιναν ἰδικοί μου, ἀλλὰ καὶ ὡς ἰδικοί μου ἑξακολουθοῦν νὰ εἶναι ἰδικοί σου. Καὶ ἔχω δοξασθῇ δι’ αὐτῶν, διότι ἀνεγνώρισαν τὴν θείαν μου φύσιν καὶ ἐπίστευσαν εἰς ἐμέ. 11 Καὶ δὲν θὰ εἶμαι πλέον ὅπως μέχρι τοῦδε ἐν τῷ κόσμῳ διὰ τῆς σωματικῆς μου παρουσίας, διὰ νὰ τοὺς ἐνθαρρύνω καὶ ἐνισχύω δι’ αὐτῆς. Αὐτοὶ ὅμως θὰ εἶναι ἐν τῷ κόσμῳ, διότι δὲν ἐπετέλεσαν ἀκόμη τὴν ἀποστολήν των. Καὶ ἐγὼ ἔρχομαι πρὸς σέ. Πάτερ ἅγιε, φύλαξέ τους διὰ τῆς πατρικῆς προστασίας καὶ δυνάμεώς σου, τὴν ὁποίαν ἔδωκες καὶ εἰς ἐμέ, ὥστε νὰ παραμείνουν ἐνωμένοι μετ’ ἐμοῦ καὶ μεταξύ των καὶ νὰ εἶναι διὰ τῆς ἀγάπης καὶ τῆς ὁμοφροσύνης ἕνα ἠθικὸν σῶμα, ὅπως εἴμεθα ἕνα ἡμεῖς, ποὺ ἔχομεν τὴν αὐτὴν οὐσίαν καὶ φύσιν. 12 Ὅταν ἤμουν μαζί τους εἰς τὸν κόσμον, ἐγὼ ἐφύλαττα αὐτοὺς διὰ τῆς πατρικῆς καὶ ἰσχυρᾶς προστασίας σου. Αὐτοὺς ποὺ μοῦ ἔδωκες, τοὺς ἐφύλαξα καὶ κανεὶς ἀπὸ αὐτοὺς δὲν ἐχάθη παρὰ μόνον ὁ υἱὸς τῆς ἀπωλείας, ὁ προδότης Ἰούδας, ὁ ὁποῖος ἐχάθη διὰ νὰ πληρωθοῦν καὶ ἐπαληθεύσουν αἱ προφητεῖαι τῆς Γραφῆς. 13 Τώρα ὅμως ἔρχομαι πρὸς σέ. Καὶ μὲ φωνὴν ἀκουομένην καὶ ἀπὸ αὐτοὺς λέγω ταῦτα, ἐνῷ εὑρίσκομαι ἀκόμη εἰς τὸν κόσμον αὐτόν, ὥστε μὲ τὴν πεποίθησιν ὅτι σὺ πλέον θὰ προστατεύῃς αὐτοὺς νὰ ἔχουν καὶ αὐτοὶ μέσα τους τελείαν τὴν χαράν, ποὺ αἰσθάνομαι τώρα καὶ ἐγώ, διότι ἐπανέρχομαι πλησίον σου.
 

Ἀπόστολος
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 16 - 18

16 ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. 17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 28 - 36

28 προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. 36 καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 16 - 18

16 Ἐπλεύσαμεν δὲ εἰς τὴν Μίλητον, διότι ἀπεφάσισεν ὁ Παῦλος νὰ παρακάμψῃ διὰ τοῦ πλοίου τὴν Ἔφεσον καὶ νὰ μὴ ἀποβιβασθῇ εἰς αὐτήν, διὰ νὰ μὴ τοῦ συμβῇ νὰ ἀργοπορήσῃ ἐν τῇ Ἀσίᾳ. Δὲν ἤθελε δὲ νὰ ἀργοπορήσῃ, διότι ἔσπευδεν, ἐὰν καθίστατο δυνατὸν εἰς αὐτόν, τὴν ἡμέραν τῆς Πεντηκοστῆς νὰ ἔλθῃ εἰς Ἱεροσόλυμα. 17 Ἀπὸ τὴν Μίλητον δὲ ἔστειλεν ἀνθρώπους εἰς τὴν Ἔφεσον καὶ ἐκάλεσε τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας νὰ ἔλθουν εἰς συνάντησίν του. 18 Ὅταν δὲ ἦλθον πρὸς αὐτόν, τοὺς εἶπε· Σεῖς γνωρίζετε καλά, πῶς ἀπὸ τὴν πρώτην ἡμέραν, ποὺ ἐπάτησα εἰς τὴν Ἀσίαν, συμπεριεφέρθην μαζί σας καθ’ ὅλον τὸν χρόνον τῆς παραμονῆς μου.

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 28 - 36

28 Προσέχετε λοιπὸν εἰς τὸν ἑαυτόν σας, πῶς θὰ συμπεριφέρεσθε καὶ τί θὰ διδάσκετε. Προσέχετε καὶ εἰς ὅλον τὸ πνευματικόν σας ποίμνιον, ἐπὶ τοῦ ὁποίου τὸ Ἅγιον Πνεῦμα σᾶς ἐτοποθέτησεν ἐπισκόπους νὰ ποιμαίνετε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ὁποίαν ὁ Κύριος ἔσωσε καὶ κατέστησε κτῆμα του μὲ τὸ ἴδιον του αἷμα. 29 Σᾶς λέγω δὲ νὰ προσέχετε, διότι ἐγὼ γνωρίζω τοῦτο, ὅτι μετὰ τὴν ἀναχώρησίν μου θὰ εἰσέλθουν μεταξύ σας ψευδοδιδάσκαλοι καὶ πλάνοι σὰν ἄλλοι λύκοι ἄγριοι καὶ σκληροί, ποὺ ἀλύπητα θὰ διαρπάζουν τὸ ποίμνιον βλάπτοντες καὶ ἀφανίζοντες τὰς ψυχὰς τῶν λογικῶν προβάτων. 30 Καὶ ἀπὸ σᾶς τοὺς ἰδίους θὰ ἀναφανοῦν ἄνθρωποι, οἱ ὁποῖοι θὰ διδάσκουν διδασκαλίας, αἱ ὀποῖαι θὰ διαστρέφουν τὴν ἀλήθειαν, διὰ νὰ ἀποσποῦν τοὺς μαθητὰς ἀπὸ τὸν εὐθὺν δρόμον τῆς ἀληθείας καὶ νὰ τοὺς παρασύρουν ἀπὸ πίσω των ὡς ὁπαδοὺς καὶ ἀκολούθους των. 31 Δι’ αὐτὸ προσέχετε ἄγρυπνοι, ἔχοντες παράδειγμα ἐμὲ καὶ ἐνθυμούμενοι, ὅτι ἐπὶ τριετίαν συνεχῶς νύκτα καὶ ἡμέραν δὲν ἔπαυσα μὲ δάκρυα νὰ νουθετῶ ἕνα ἕκαστον. 32 Καὶ τώρα σᾶς ἐμπιστεύομαι, ἀδελφοί, εἰς τὸν Θεὸν καὶ εἰς τὸν λόγον, τὸν ὁποῖον ἡ χάρις του μᾶς ἀπεκάλυψε, καὶ ὁ ὁποῖος λόγος του θὰ σᾶς προφυλάξῃ ἀπὸ πᾶσαν πλάνην καὶ διαστροφήν. Σᾶς ἐμπιστεύομαι εἰς τὸν Θεόν, ὁ ὁποῖος δύναται νὰ συνέχισῃ τὴν οἰκοδομήν σας καὶ νὰ σᾶς δώσῃ κληρονομίαν μεταξὺ ὅλων ἐκείνων, ποὺ προώδευσαν εἰς τὸν ἁγιασμόν, τὸν ὁποῖον ἔλαβον διὰ τοῦ Ἰησοῦ Χριστοῦ. 33 Ἀργύριον ἢ χρυσίον ἢ ρουχισμὸν τίποτε ἀπὸ αὐτὰ δὲν ἐπεθύμησα. 34 Σεῖς οἱ ἴδιοι γνωρίζετε, ὅτι εἰς τὰς ἀνάγκας μου καὶ εἰς τὰς ἀνάγκας ἐκείνων ποὺ ἦσαν μαζί μου, ὑπηρέτησαν τὰ ροζιασμένα αὐτὰ χέρια. 35 Μὲ κάθε τρόπον σᾶς ἔδωκα παράδειγμα, ὅτι ἔτσι ἐργαζόμενοι βαρειὰ πρέπει νὰ προλαμβάνετε κάθε σκανδαλισμὸν τῶν ἀσθενῶν ἀδελφῶν καὶ νὰ τοὺς βοηθῆτε, ὅπως γίνουν δυνατοὶ πνευματικῶς, ἀλλὰ καὶ νὰ ἐνθυμῆσθε τοὺς λόγους τοῦ Κυρίου Ἰησοῦ. Νὰ ἐνθυμῆσθε δηλαδή, ὅτι εἶπεν αὐτός: Εἶναι μακαριώτερον τὸ νὰ δίδῃ κανεὶς παρὰ τὸ να λαμβάνῃ, καὶ ὅταν ἀκόμη δικαιοῦται νὰ λάβῃ. 36 Καὶ ἀφοῦ εἶπε ταῦτα, ἐγονάτισε καὶ προσηυχήθη μαζὶ μὲ ὅλους αὐτούς.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου