Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα, καὶ τῶν αἰώνων Θεός, τὴν δέησιν πρόσδεξαι, τῇ συμπληρώσει Χριστέ, τοῦ ἔτους δεόμεθα, θείαν ἰσχύν δὲ δίδου, ἐν εἰρήνῃ τελέσαι, ἅμα καὶ εὐσεβείᾳ τὸ ἀρχόμενον ἔτος, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εἰς τὸ τέλος φθάσαντες, τοῦ χρόνου μόνε Οἰκτίρμον, τὴν σὴν ἀτελεύτητον, ὑμνοῦμεν χάριν ἀπαύστως· πάντας γὰρ, ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω, δίδου δέ, καὶ τὰ ἐλέη σου δυσωποῦμεν, τῷ ἐνιαυτῷ τῷ νέῳ, τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.