Κυριακή 9 Ιουλίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Ε΄ Ματθαίου 9 ΙΟΥΛΙΟΥ 2023


 Ἑωθινόν
 
Ἦχος δ´ - Ἑωθινόν Ε´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 12 - 35

12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς. 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; 18 ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος δ´ - Ἑωθινόν Ε´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 12 - 35

12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε. 13 Καὶ ἰδοὺ δύο ἀπὸ τοὺς μαθητὰς αὐτοὺς τοῦ Ἰησοῦ ἔβγαιναν κατὰ τὴν αὐτὴν ἡμέραν εἰς κάποιο χωρίον, ποὺ ἀπεῖχεν ἀπὸ τὴν Ἱερουσαλὴμ ἑξήκοντα στάδια, περίπου ἕνδεκα σημερινὰ χιλιόμετρα· καὶ ἐκαλεῖτο τὸ χωρίον τοῦτο Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν μεταξύ των δι’ ὅλα αὐτά, ποὺ εἶχαν συμβῇ, ἤτοι διὰ τὰ περιστατικὰ τοῦ θανάτου καὶ τῆς ταφῆς τὸν Ἰησοῦ, καθὼς καὶ διὰ τὰ ὅσα ἀνήγγειλαν εἰς τοὺς μαθητὰς αἱ Μυροφόροι. 15 Καὶ συνέβη, ἐνῷ αὐτοὶ ὡμίλουν καὶ συνεζήτουν, αὐτὸς ὁ ἴδιος ὁ Ἰησοῦς ἐπλησίασε καὶ ἐπήγαινε μαζί των. 16 Καὶ εἴτε διότι ἡ μορφὴ τοῦ ἀναστάντος Κυρίου εἶχε ἀλλάξει, εἴτε διότι ἀπὸ ὑπερφυσικὴν δύναμιν ἠμποδίζοντο αἱ αἰσθήσεις των, ἦσαν κρατημένα τὰ μάτια των διὰ νὰ μὴ τὸν ἀναγνωρίσουν. 17 Εἶπε δὲ πρὸς αὐτούς· Ποῖα εἶναι τὰ ζητήματα αὐτά, τὰ ὁποῖα συζητεῖτε μεταξύ σας καὶ ἀνταλλάσσετε ἐπ’ αὐτῶν τὰς σκέψεις σας, ἐνῷ περιπατεῖτε, καὶ διὰ τὰ ὁποῖα εἶσθε σκυθρωποί; 18 Ἀπεκρίθη δὲ ὁ ἕνας, ποὺ ὠνομάζετο Κλεόπας, καὶ εἶπε πρὸς αὐτόν· Σὺ μόνος ἀπὸ τοὺς ξένους, ποὺ ἦλθαν νὰ προσκυνήσουν κατὰ τὸ Πάσχα, διαμένεις εἰς τὴν Ἱερουσαλὴμ καὶ δὲν ἔμαθες ὅσα ἔγιναν ἐν αὐτῇ κατὰ τὰς ἡμέρας αὐτάς; 19 Καὶ εἶπεν εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ποῖα; Αὐτοὶ δὲ τοῦ εἶπαν· Αὐτὰ ποὺ ἔγιναν μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖον, ὁ ὁποῖος ὑπῆρξε προφήτης καὶ ἀπεδείχθη ἐνώπιον τοῦ Θεοῦ καὶ ὅλου τοῦ λαοῦ δυνατὸς καὶ εἰς ἔργα ὑπερφυσικὰ καὶ εἰς διδασκαλίαν θεόπνευστον καὶ τελείαν. 20 Δὲν ἔμαθες ἀκόμη καὶ μὲ ποῖον τρόπον τὸν παρέδωκαν οἱ Ἀρχιερεῖς καὶ οἱ ἄρχοντές μας εἰς καταδίκην θανάτου καὶ τὸν ἐσταύρωσαν; 21 Ἡμεῖς δὲ ἠλπίζαμεν, ὅτι αὐτὸς εἶναι ὁ Μεσσίας, ποὺ μέλλει νὰ ἐλευθερώσῃ τὸν Ἰσραὴλ καὶ νὰ ἀποκαταστήσῃ τὸ βασίλειόν του. Ἀλλ’ ἡ ἐλπίς μας αὐτὴ ἐκλονίσθη, διότι ἐκτὸς ἀπὸ τὴν σταύρωσίν του καὶ ἀπὸ ὅλα τὰ ἄλλα ποὺ ἔγιναν, εἶναι ἡ τρίτη ἡμέρα σήμερον, ἀφ’ ὅτου συνέβησαν αὐτὰ καὶ δὲν εἴδομεν ἀκόμη τίποτε, ποὺ νὰ στηρίξῃ τὰς ἐλπίδας μας. 22 Ἀλλὰ καὶ κάτι ἄλλο, ποὺ ἐν τῷ μεταξὺ συνέβη, ηὔξησε τὴν ἀπορίαν μας. Μερικαὶ τουτέστι γυναῖκες ἀπὸ τὸν κύκλον ἡμῶν τῶν πιστῶν μαθητῶν του μᾶς ἐξέπληξαν. Διότι ἐπῆγαν πολὺ πρωῒ εἰς τὸ μνημεῖον 23 καὶ ἀφοῦ δὲν ηὗραν ἐκεῖ τὸ σῶμα του, ἦλθαν καὶ εἶπαν, ὅτι εἶδον καὶ ὀπτασίαν ἀγγέλων, οἱ ὁποῖοι λέγουν, ὅτι ὁ Ἰησοῦς ζῇ· 24 Καὶ ἐπῆγαν εἰς τὸ μνημεῖον μερικοὶ ἀπὸ τοὺς δικούς μας καὶ ηὗραν τὰ πράγματα ἔτσι, καθὼς τὰ εἶπαν καὶ αἱ γυναῖκες. Δηλαδὴ εὗρον ἀνοικτὸν τὸ μνημεῖον, αὐτὸν ὅμως τὸν Ἰησοῦν δὲν τὸν εἶδον. 25 Καὶ τότε αὐτὸς εἶπε πρὸς τοὺς δύο μαθητάς· Ὦ ἄνθρωποι, ποὺ δὲν ἔχετε νοῦν φωτισμένον διὰ νὰ κατανοῇ τὰς γραφάς, καὶ ποὺ ἔχετε καρδίαν βραδυκίνητον καὶ δύσκολον εἰς τὸ νὰ πιστεύετε εἰς ὅλα, ὅσα ἐλάλησαν οἱ προφῆται. 26 Σύμφωνα μὲ τὴν βουλὴν καὶ τὸ σχέδιον τοῦ Θεοῦ, τὰ ὁποῖα προεκήρυξαν οἱ προφῆται, δὲν ἔπρεπε αὐτὰ νὰ πάθῃ ὁ Χριστὸς καὶ διὰ τῶν παθημάτων τούτων νὰ εἰσέλθῃ εἰς τὴν δόξαν του, ἡ ὁποία ἤρχισε διὰ τῆς ἀναστάσεως καὶ θὰ τελειωθῇ διὰ τῆς ἀναλήψεώς του; 27 Καὶ ἀφοῦ ἤρχισεν ἀπὸ τὰς προφητείας καὶ τὰς προεικονίσεις, ποὺ περιέχονται εἰς τὰ συγγράμματα τοῦ Μωϋσέως καὶ ἔλαβεν ἀκολούθως ἀπὸ ὅλους τοὺς προφήτας τὰ εἰς τὸν Μεσσίαν ἀναφερόμενα χωρία, ἐξηγοῦσεν ἐν συνεχείᾳ εἰς αὐτοὺς τὰς προφητείας, ποὺ ἀνεφέροντο εἰς τὸν ἑαυτόν του. 28 Καὶ ἐπλησίασαν εἰς τὸ χωρίον, εἰς τὸ ὁποῖον οἱ δύο μαθηταὶ ἐσκόπευαν νὰ ὑπάγουν. Καὶ αὐτὸς ἐφάνη, ὅτι θὰ ἐπροχώρει μακρύτερα. Πράγματι δὲ θὰ ἐχωρίζετο ἀπὸ αὐτούς, ἐὰν αὐτοὶ δὲν ἐπέμεναν νὰ τὸν κρατήσουν. 29 Ἀλλ’ αὐτοὶ τὸν ἠνάγκασαν διὰ παρακλήσεων λέγοντες· Μεῖνε μαζί μας, διότι πλησιάζει νὰ βραδυάσῃ καὶ ἔχει προχωρήσει ἡ ἡμέρα πολὺ πρὸς τὴν δύσιν τοῦ ἡλίου. Καὶ ἐμβῆκε εἰς τὸ σπίτι διὰ νὰ μείνῃ μαζί των. 30 Καὶ τότε συνέβη τοῦτο· Ὅταν αὐτὸς κατεκλίθη μαζί των εἰς τὴν τράπεζαν τοῦ φαγητοῦ, ἀφοῦ ἐπῆρε εἰς τὰς χεῖρας του τὸν ἄρτον, εὐλόγησε δι’ εὐχαριστίας τὸν Θεόν, ὅπως συνήθιζαν νὰ κάνουν πρὸ τοῦ φαγητοῦ, καὶ ἀφοῦ τὸν ἔκοψε εἰς τεμάχια, ἔδιδεν εἰς αὐτούς. 31 Ὅταν δὲ εἶδαν τὴν εὐλογίαν καὶ τὸν τεμαχισμὸν τοῦ ἄρτου νὰ γίνεται κατὰ τὸν τρόπον, ποὺ ἐσυνήθιζεν ὁ Διδάσκαλός των, τότε καὶ δι’ ἐπενεργείας θείας ἤνοιξαν τὰ μάτια των καὶ ἀνεγνώρισαν καλῶς αὐτόν. Ἀλλὰ τὴν στιγμὴν ἐκείνην καὶ αὐτὸς ἔγινεν ἄφαντος ἀπὸ αὐτούς. 32 Καὶ εἶπαν μεταξύ των ὁ ἕνας εἰς τὸν ἄλλον· ἡ καρδία μας δὲν ᾐσθάνετο μέσα μας τὴν πνευματικὴν φλόγα τοῦ θείου ζήλου καὶ τῆς ἀγάπης πρὸς τὸν Χριστὸν καὶ δὲν ἐζεσταίνετο ἀπὸ τὴν θερμότητα τοῦ φωτὸς τῆς θείας ἀληθείας, ὅταν μᾶς ὡμίλει εἰς τὸν δρόμον καὶ μᾶς ἐξήγει τὰς Γραφάς; Πῶς ἠμποδίσθημεν λοιπὸν ἀπὸ τοῦ νὰ τὸν ἀναγνωρίσωμεν ἀμέσως; 33 Καὶ ἀφοῦ ἐσηκώθησαν κατὰ τὴν αὐτὴν ὥραν τῆς ἑσπέρας. ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εὗρον συναθροισμένους τοὺς ἕνδεκα Ἀποστόλους καὶ τοὺς ἄλλους, ποὺ ἦσαν μαζί τους, 34 ὅλοι δὲ αὐτοὶ ἔλεγον, ὅτι πραγματικῶς ἀνέστη ὁ Κύριος καὶ ἐνεφανίσθη εἰς τὸν Σίμωνα. 35 Καὶ αὐτοὶ οἱ δύο διηγοῦντο τὰ ὅσα συνέβησαν εἰς τὸν δρόμον καὶ πῶς ἀνεγνωρίσθη ἀπὸ αὐτούς, ὅταν ἔκοπτεν εἰς τεμάχια τὸν ἄρτον. 
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34

28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34

28 Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸ ἀπέναντι μέρος, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, τὸν συνήντησαν δύο δαιμονιζόμενοι, ποὺ ἔβγαιναν ἀπὸ τὰ ἐκεῖ μνήματα, εἰς τὰ ὁποῖα εὐχαριστοῦντο νὰ κατοικοῦν.Ἦσαν δὲ καὶ οἰ δύο ἐπιθετικοὶ καὶ πολὺ ἐπικίνδυνοι, ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον. 29 Καὶ ἔξαφνα ἀπὸ τὸν φόβον των ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Ποία σχέσις ὑπάρχει μεταξὺ ἠμῶν καὶ σοῦ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ἐδῶ πρόωρα, πρὸ τοῦ καιροῦ τῆς παγκοσμίου κρίσεως, διὰ νὰ μᾶς βασανίσῃς; 30 Ὑπῆρχε δὲ μακρὰν ἀπὸ αὐτοὺς κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκεν ἐκεῖ. 31 Καὶ οἰ δαίμονες τὸν παρεκάλουν λέγοντες· Ἐὰν πρόκειται νὰ μᾶς βγάλῃς ἔξω ἀπ' ἐδῶ, ἐπίτρεψόν μας νὰ ἀπέλθωμεν ες τὸ κοπάδι τῶν χοίρων. 32 Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν μωσαϊκὸν νόμον, ποὺ ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην εἶπεν εἰς τοὺς δαίμονας· Πηγαίνετε.Αὐτοὶ δὲ ἀφοῦ ἐβγῆκαν ἀπὸ τοὺς ἀνθρώπους, ἐπήγαν εἰς τοὺς χοίρους.Καὶ ἰδοὺ μὲ μανίαν ὥρμησεν ὅλον τὸ κοπάδι τῶν χοίρων ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν θάλασσαν καὶ ἐπνίγησαν ες τὰ νερὰ τῆς λίμνης. 33 Ἐκεῖνοι δέ, ποὺ ἔβοσκαν τοὺς χοίρους, ἔφυγαν καὶ ἀφοῦ ἐπῆγαν εἰς τὴν πόλιν, ἀνήγγειλαν ὅλα, ὅσα συνέβησαν καὶ ἰδιαιτέρως τὸ τί συνέβη μὲ τοὺς δαιμονιζομένους. 34 Καὶ ἰδοὺ ὅλοι οἱ κάτοικοι τῆς πόλεως ἐβγῆκαν διὰ νὰ συναντήσουν τὸν Ἰησοῦν, καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους, ἐκ φόβου μήπως πάθουν καὶ μεγαλύτερα κακά.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1

1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.
 
 

Ἀπόστολος
 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι´ 1 - 10

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστι Χριστὸν καταγαγεῖν· 7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι´ 1 - 10

1 Παρ’ ὅλον ὅμως, ἀδελφοί, ποὺ οἱ Ἰσραηλῖται ἀπίστησαν καὶ ἀπεξενώθησαν ἀπὸ τὴν σωτηρίαν τοῦ Μεσσίου, ἡ μὲν σφοδρὰ ἐπιθυμία καὶ εὐαρέσκεια τῆς καρδίας μου καὶ ἡ δέησις, ποὺ ἀπευθύνω εἰς τὸν Θεόν, εἶναι ὑπὲρ τῶν Ἰσραηλιτῶν, διὰ νὰ ἐπιτύχουν τὴν σωτηρίαν. 2 Ἐπιθυμῶ δὲ νὰ σωθοῦν, διότι δίδω μαρτυρίαν δι’ αὐτούς, ὅτι ἔχουν ζῆλον διὰ τὸν Θεόν, ἀλλὰ δὲν διευθύνεται οὗτος ἀπὸ ὀρθὴν καὶ πλήρη περὶ Θεοῦ καὶ τῶν πρὸς αὐτὸν καθηκόντων μας γνῶσιν. 3 Δὲν ἐφρόντισαν δηλαδὴ νὰ γνωρίσουν τὴν δικαίωσιν, τὴν ὁποίαν ἐξ ἀγαθότητος δίδει ὁ Θεός, καὶ ζητοῦν νὰ στήσουν τὴν ἰδικήν τους ἀντίληψιν περὶ δικαιώσεως. Δι’ αὐτὸ δὲ δὲν ὑπέταξαν τὸν ἑαυτόν τους εἰς τὴν δικαίωσιν τοῦ Θεοῦ. 4 Διότι ὁ Χριστὸς ἔδωκε τέλος εἰς τὴν ἀποστολὴν καὶ τὴν ἰσχὺν τοῦ νόμου, ὥστε τώρα ἐπιτυγχάνει τὴν δικαίωσιν καθένας ποὺ πιστεύει εἰς τὸν Χριστόν, καὶ ὄχι ἐκεῖνος ποὺ ἐξαρτᾷ τὴν δικαίωσίν του ἀπὸ τὸν νόμον, ὅπως τὴν ἐξαρτοῦν οἱ ἀπιστήσαντες Ἰσραηλῖται. 5 Δίδεται δὲ ἡ δικαίωσις μόνον διὰ τῆς πίστεως, διότι ὁ Μωϋσῆς γράφει διὰ τὴν δικαίωσιν, ἡ ὁποία προέρχεται ἀπὸ τὸν μωσαϊκὸν νόμον, ὅτι ὁ ἄνθρωπος ποὺ θὰ τηρήσῃ ὅλα ἀνεξαιρέτως, ὅσα ὁ νόμος διατάσσει, θὰ ζήσῃ δι’ αὐτῶν καὶ συνεπῶς αὐτὸς καὶ μόνος θὰ δικαιωθῇ. Ἡ ἀκριβὴς ὅμως τήρησις τοῦ νόμου ἦτο ἀδύνατος. 6 Τουναντίον διὰ τὴν ἐκ πίστεως δικαίωσιν λέγει ὁ Μωϋσῆς εἰς τὸ Δευτερονόμιον· Μὴ εἰσχωρήσῃ εἰς τὴν καρδίαν σου ὁ λογισμός: Ποῖος θὰ ἀναβῇ εἰς τὸν οὐρανόν; Διὰ νὰ κατεβάσῃ τουτέστι ἀπ’ ἐκεῖ τὸν Χριστόν, ποὺ θὰ μὲ ὁδηγήσῃ εἰς τὴν σωηρίαν. 7 Ἢ ποῖος θὰ κατεβῇ εἰς τὰ σκοτεινὰ καὶ βαθειὰ μέρη τοῦ Ἅδου; Διὰ νὰ ἀναστήσῃ τουτέστι τὸν Χριστὸν ἐκ νεκρῶν, ποὺ θὰ μᾶς δώσῃ τὴν δικαίωσιν καὶ τὴν ζωήν. 8 Ἀλλὰ τί λέγει ἡ Γραφὴ διὰ τὴν ἐκ πίστεως δικαίωσιν; Λέγει τὰ ἑξῆς· Εἶναι πλησίον σου ὁ λόγος, κοντὰ εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδίαν σου. Τουτέστι εἶναι πλησίον σου ὁ λόγος, ποὺ πρέπει νὰ πιστεύσῃς, καὶ τὸν ὁποῖον ἡμεῖς οἱ Ἀπόστολοι κηρύττομεν. 9 Εἶναι δὲ κοντὰ εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδίαν σου ὁ λόγος αὐτός, διότι, ἐὰν ὁμολογήσῃς μὲ τὸ στόμα σου τὸν Ἰησοῦν ὡς ὑπέρτατον Κύριον καὶ ἐὰν πιστεύσῃς μὲ τὴν καρδίαν σου, ὅτι ὁ Θεὸς ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, θὰ σωθῇς. 10 Θὰ σωθῇς δέ, διότι μὲ τὴν καρδία του καὶ ὅλην τὴν ψυχήν του πιστεύει κανεὶς καὶ ὡς καρπὸν τῆς πίστεως ταύτης ἔχει τὴν δικαίωσίν του, μὲ τὸ στόμα του δὲ ὁμολόγει τὴν πίστιν καὶ ὡς καρπὸν αὐτῆς ἔχει τὴν σωτηρίαν του.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου