Ἑωθινόν
Ἦχος δ´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
Ἦχος δ´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
1 Μετὰ ταῦτα ἐφανέρωσε τὸν ἑαυτόν του πάλιν ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του εἰς τὴν λίμνην τῆς Τιβεριάδος. Τὸν ἐφανέρωσε δὲ κατὰ τὸν ἑξῆς τρόπον. 2 Ἦσαν μαζὶ ὁ Σίμων Πέτρος, καὶ ὁ Θωμᾶς, ποὺ ἐλέγετο Δίδυμος, καὶ ὁ Ναθαναήλ, ποὺ κατήγετο ἀπὸ τὴν Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ υἱοὶ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι δύο ἀπὸ τοὺς μαθητάς του. 3 Λέγει εἰς αὐτοὺς ὁ Σίμων Πέτρος· Πηγαίνω νὰ ψαρέψω. Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· Ἐρχόμεθα καὶ μεῖς μαζί σου. Ἐβγῆκαν λοιπὸν ἀπὸ τὸ κατάλυμά των πρὸς τὴν θάλασσαν καὶ ἐμβῆκαν ἀμέσως εἰς τὸ πλοῖον καὶ ἤρχισαν νὰ ψαρεύουν. Καὶ κατ’ ἐκείνην τὴν νύκτα δὲν ἔπιασαν τίποτε. 4 Ὅταν δὲ πλέον ἔγινε πρωΐ, ἐστάθη ὁ Ἰησοῦς στὴν ἀκρογιαλιά. Οἱ μαθηταὶ ὅμως δὲν ἀντελήφθησαν, ὅτι αὐτός, ποὺ ἐστέκετο, ἦτο ὁ Ἰησοῦς. 5 Σὰν νὰ ἦτο λοιπὸν ξένος καὶ ἄγνωστος διαβάτης, λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιὰ προσφάγι; Ἀπεκρίθησαν εἰς αὐτόν· Ὄχι. 6 Ἐκεῖνος δὲ τότε εἶπε πρὸς αὐτούς· Ρίψατε τὸ δίκτυον εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ θὰ εὕρετε. Ἔρριψαν λοιπὸν σύμφωνα μὲ τὴν σύστασιν αὐτὴν καὶ δὲν ἠμπόρεσαν νὰ τραβήξουν ἐπάνω τὸ δίκτυον ἀπὸ τὸ πλῆθος τῶν ψαριῶν, ποὺ εἶχε πιάσει. 7 Κατόπιν λοιπὸν ἀπὸ τὴν πρωτοφανῆ αὐτὴν ἐπιτυχίαν, λέγει ὁ μαθητὴς ἐκεῖνος, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, εἰς τὸν Πέτρον· Αὐτός, ποὺ τὸν ἐνομίσαμεν ὡς ξένον, εἶναι ὁ Κύριος. Ὁ Σίμων Πέτρος λοιπόν, ὅταν ἤκουσεν, ὅτι ἐκεῖ ἦτο ὁ Κύριος, ἐφόρεσε βιαστικὰ καὶ ἐζώσθη τὸν ἐργατικὸν σάκκον του, διότι μέχι τῆς στιγμῆς ἐκείνης ἦτο σχεδὸν γυμνός· καὶ ὁρμητικός, καθὼς ἦτο, ἐρρίφθη εἰς τὴν θάλασσαν, διὰ νὰ συναντήσῃ τὸ συντομώτερον τὸν Διδάσκαλον. 8 Οἱ ἄλλοι μαθηταὶ ὅμως ἦλθαν πρὸς τὸν Ἰησοῦν μὲ τὸ πλοιάριον· διότι δὲν ἦσαν μακρὰν ἀπὸ τὴν ξηράν, ἀλλ’ ἀπεῖχον περίπου διακόσιες πήχεις. Καὶ ἦλθαν σύροντες τὸ γεμᾶτον ἀπὸ τὰ συλληφθέντα ψάρια δίκτυον. 9 Εὐθὺς λοιπὸν ὡς ἀπεβιβάσθησαν εἰς τὴν ξηράν, κάθυγροι καὶ κατάκοποι καὶ πεινασμένοι, βλέπουν ἕτοιμον κατὰ γῆς σωρὸν ἀπὸ κάρβουνα ἀναμμένα καὶ ἐπάνω εἰς αὐτὸν ἕνα ψάρι καὶ χωριστὰ εἰς μικρὰν ἀπόστασιν ἕνα ἄρτον. Ηὗραν δηλαδὴ φωτιά, διὰ νὰ θερμανθοῦν καὶ ξηρανθοῦν τὰ ἐνδύματά των, καὶ φαγητὸν διὰ τὸ πρωϊνόν τους. 10 Καὶ διὰ νὰ συμπληρωθῇ τὸ πρωϊνὸν αὐτὸ καὶ ἀπὸ τὸ προϊὸν τοῦ κόπου των, λέει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Φέρετε καὶ ἀπὸ τὰ ψάρια, ποὺ ἐπιάσατε τώρα. 11 Ἐπειδὴ δὲ τὸ δίκτυον ἦτο ἀκόμη μέσα εἰς τὴν λίμνην καὶ ἕνεκα τοῦ βάρους του ἦτο δύσκολον νὰ τραβηχθῇ, ἀνέβη ὁ Σίμων Πέτρος ὡς ἐμπειρότερος ἀπὸ τοὺς ἄλλους εἰς τὸ πλοιάριον καὶ ἐτράβηξε τὸ δίκτυον εἰς τὴν ξηράν, γεμᾶτον ἀπὸ ψάρια μεγάλα ἑκατὸν πεντήκοντα τρία. Καίτοι δὲ ἦσαν τόσον πολλὰ τὰ ψάρια, δὲν ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἔλθετε τώρα νὰ πάρετε τὸ πρωϊνόν σας. Ἐν τῷ μεταξὺ δὲ κανεὶς ἀπὸ τοὺς μαθητὰς δὲν ἐτόλμα νὰ τὸν ἐξετάσῃ καὶ νὰ τὸν ἐρωτήσῃ· Ποῖος εἶσαι σύ; Διότι ἤξευραν, ὅτι εἶναι ὁ Κύριος. Καὶ συνεπῶς ᾐσθάνοντο ἀπέναντι τοῦ φόβον καὶ βαθὺν σεβασμόν. 13 Ἀφοῦ λοιπὸν κατόπιν τῆς προσκλήσεως τοῦ Ἰησοῦ ἦλθαν οἱ μαθηταὶ νὰ φάγουν, ἔρχεται ὁ Ἰησοῦς καὶ παίρνει εἰς τὰς χεῖρας του τὸν ἄρτον καὶ ἐμοίρασε τοῦτον εἰς αὐτούς, ὁμοίως δὲ καὶ τὸ ὀψάριον. 14 Αὐτὴ ἦτο ἡ τρίτη φορὰ ἕως τότε, ποὺ ἐφανερώθη ὁ Ἰησοῦς εἰς συναθροισμένους τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀνεστήθη ἐκ νεκρῶν.
Εὐαγγέλιον
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 27 - 39
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 27 - 39
27 Ὅταν δὲ ὁ Ἰησοῦς ἐβγῆκεν εἰς τὴν ξηράν, τὸν συνήντησε κάποιος ἄνθρωπος καταγόμενος ἀπὸ τὴν πόλιν, ὁ ὁποῖος εἶχε μέσα του δαιμόνια ἀπὸ πολλὰ χρόνια καὶ δὲν ἐφοροῦσεν ἐπάνω του ροῦχα καὶ δὲν ἔμενεν εἰς σπίτι, ἀλλὰ μέσα εἰς τὰ μνήματα. 28 Ὅταν ὅμως εἶδε τὸν Ἰησοῦν, ἀπὸ τὸν φόβον τοῦ ἐφώναξε δυνατὰ καὶ ἔπεσεν εἰς τοὺς πόδας του καὶ μὲ φωνὴν μεγάλην εἶπε· Ποία σχέσις ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τὶ ζητᾷς ἀπὸ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ παρακαλῶ μὴ μὲ βασανίσῃς, καὶ μὴ μοῦ ἐπιβάλῃς τὴν τιμωρίαν νὰ ἐγκλεισθῶ ἀπὸ τώρα εἰς τὰ σκότη τοῦ Ἅδου. 29 Εἶπε δὲ τὸν λόγον αὐτὸν ὁ δαιμονιζόμενος, διότι ὁ Ἰησοῦς παρήγγειλε καὶ διέταξε τὸ ἀκάθαρτον πνεῦμα νὰ βγῇ ἀπὸ τὸν ἄνθρωπον. Διότι ἐπὶ πολλὰ ἔτη τὸν εἶχε κυριεύσει. Καὶ λόγῳ τῆς ἀγρίας ἑξάψεως, ποὺ τοῦ ἐδημιουργεῖ, τὸν ἔδεναν μὲ ἁλύσεις καὶ μὲ σιδηρᾶ δεσμὰ εἰς τὰ πόδια, ἐπειδὴ τὸν ἐφύλαττον νὰ μὴ κακοποιήσῃ ἢ βλάψῃ τινά. Ἀλλ’ αὐτὸς ἔσπαζε τὰ δεσμὰ καὶ ἐσύρετο βιαίως ὑπὸ τοῦ δαίμονος εἰς τοὺς ἐρήμους τόπους. 30 Τὸν ἠρώτησε δὲ ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· Τί εἶναι τὸ ὄνομά σου; Αὐτὸς δὲ εἶπε· Λεγεών, δηλαδὴ σύνταγμα στρατιωτῶν. Καὶ ἦτο αὐτὸ τὸ ὄνομά του, διότι οὐχὶ ἕν, ἀλλὰ πολλὰ δαιμόνια εἶχον εἰσέλθει εἰς τὸν ἄνθρωπον αὐτόν. 31 Καὶ διὰ στόματος τοῦ δαιμονιζομένου παρεκάλουν αὐτὸν νὰ μὴ διατάξῃ νὰ ὑπάγουν εἰς τὰ τρίσβαθα τοῦ Ἅδου. 32 Ἦτο δὲ ἐκεῖ ἕνα κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκαν εἰς τὸ βουνόν. Καὶ τὸν παρεκάλουν νὰ ἐπιτρέψῃ εἰς αὐτὰ νὰ ἔμβουν εἰς ἐκείνους τοὺς χοίρους. Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν Μωσαϊκὸν νόμον, ὁ ὁποῖος ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην ἐπέτρεψε τοῦτο εἰς αὐτά. 33 Ἀφοῦ δὲ ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμβῆκαν εἰς τοὺς χοίρους. Καὶ ἔτρεξεν ἀσυγκράτητα καὶ μὲ μανίαν τὸ κοπάδι ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν λίμνην καὶ ἐπνίγη. 34 Ὅταν δὲ ἐκεῖνοι, ποὺ ἔβοσκαν τοὺς χοίρους, εἶδαν αὐτὸ ποὺ ἔγινεν, ἔφυγαν. Καὶ ἀνήγγειλαν τὸ συμβὰν τῆς καταστροφῆς τῶν χοίρων εἰς τοὺς κατοίκους τῆς πόλεως καὶ εἰς ἐκείνους, ποὺ ἔμεναν ἔξω εἰς τοὺς ἀγρούς. 35 Ἐβγῆκαν δὲ ἀπὸ τὴν πόλιν καὶ τὰ περίχωρα οἱ ἄνθρωποι διὰ νὰ ἴδουν ἐκεῖνο ποὺ ἔγινε. Καὶ ἦλθον εἰς τὸν Ἰησοῦν. Καὶ ηὗραν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ κάθεται κοντὰ εἰς τοὺς πόδας τοῦ Ἰησοῦ ἐνδεδυμένος καὶ σωφρονισμένος. Καὶ ἐφοβήθησαν. 36 Τοὺς διηγήθησαν δὲ καὶ ἐκεῖνοι, ποὺ εἶχαν ἴδει τὸ περιστατικόν, πῶς ἔγινε καλὰ ὁ δαιμονισμένος. 37 Καὶ τὸν παρεκάλεσαν ὅλον τὸ πλῆθος τῆς περιφερείας τῶν Γαδαρηνῶν νὰ φύγῃ ἀπὸ αὐτούς, διότι ἐκυριεύθησαν ἀπὸ μεγάλον φόβον, ὅταν εἶδαν τὴν δικαίαν τιμωρίαν, ποὺ ἐπεβλήθη εἰς αὐτούς, οἱ ὁποῖοι παρὰ τὴν ἀπαγόρευσιν τοῦ νόμου ἔτρεφον χοίρους. Αὐτὸς δέ, ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέστρεψεν εἰς τὸ μέρος, ἀπὸ τὸ ὁποῖον εἶχεν ἔλθει. 38 Παρεκάλει δὲ αὐτὸν ὁ ἄνθρωπος, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῇ τὰ δαιμόνια, νὰ μένῃ μαζί του. Ὁ Ἰησοῦς ὅμως τὸν ἀφῆκεν ἐλεύθερον καὶ τοῦ παρήγγειλε νὰ φύγῃ λέγων· 39 Γύρισε ὀπίσω εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα ἔκαμεν εἰς σὲ ὁ Θεός, ὁ ὁποῖος σὲ ἀπήλλαξεν ἀπὸ τὰ δαιμόνια. Καὶ ἔφυγεν ἐκεῖνος καὶ διεκήρυττεν εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμεν ὁ Ἰησοῦς.
Ἀπόστολος
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20
16 Ἐπειδὴ ὅμως ἐμάθαμεν ἀπὸ τὴν προσωπικήν μας πεῖραν, ὅτι δὲν γίνεται δίκαιος ὁ ἄνθρωπος μὲ τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ μωσαϊκοῦ νόμου, ἀλλὰ μόνον διὰ μέσου τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, καὶ ἡμεῖς ἐπιστεύσαμεν εἰς τὸν Ἰησοῦν Χριστόν, διὰ νὰ γίνωμεν δίκαιοι ἀπὸ τὴν πίστιν εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ μωσαϊκοῦ νόμου. Διότι, καθὼς ἀναφέρεται καὶ εἰς τοὺς ψαλμούς, διὰ τῶν ἔργων τοῦ νόμου δὲν θὰ δικαιωθῇ κανένας ἄνθρωπος. 17 Ἀλλ’ ἐὰν ὑποθέσωμεν, ὅτι ἡ τήρησις τοῦ νόμου εἶναι ἐπιβεβλημένη καὶ συνεπῶς ἠμεῖς ποὺ ἀφήκαμεν τὸν νόμον, ἡμαρτήσαμεν καὶ εὑρέθημεν ἁμαρτωλοί, μόνον καὶ μόνον διότι ἐζητοῦμεν νὰ δικαιωθῶμεν διὰ τῆς πίστεως καὶ κοινωνίας μας μὲ τὸν Χριστόν, τότε γεννᾶται τὸ ἄτοπον ἐρώτημα: Ἀραγε ὁ Χριστὸς εἶναι ὑπηρέτης ἁμαρτίας, ἀφοῦ αὐτὸς συνετέλεσε νὰ ἀφήσωμεν τὸν νόμον; Μὴ γένοιτο νὰ εἴπωμεν μίαν τέτοιαν βλασφημίαν. 18 Καταλήγομεν δὲ ὠρισμένως εἰς τὴν βλασφημίαν αὐτήν, ἐὰν δεχθῶμεν ὡς ἀληθῆ τὴν ὑπόθεσιν, ποὺ ἐκάμαμεν. Διότι, ἐὰν ἐκεῖνα, τὰ ὁποῖα κατήργησα καὶ ἠθέτησα ὡς ἀνωφελῆ, δηλαδὴ τὰς τυπικὰς διατάξεις τοῦ νόμου, ταῦτα πάλιν τηρῶ ὡς ἀναγκαῖα καὶ ἀπαραίτητα διὰ τὴν σωτηρίαν, μὲ τὴν ἐπάνοδόν μου αὐτὴν εἰς τὴν τήρησιν τοῦ νόμου ἀποδεικνύω παραβάτην τὸν ἑαυτόν μου, διότι βεβαιῶ ἐμπράκτως, ὅτι κακῶς προτήτερα ἠθέτησα τὸν νόμον, καὶ ἡμάρτησα, ὅταν ἐπροτίμησα τὴν διὰ τοῦ Χριστοῦ σωτηρίαν. 19 Ἀλλ’ ὄχι· δὲν ἡμάρτησα, οὔτε εἶμαι παραβάτης. Διότι ἐγὼ διὰ τοῦ νόμου, τὸν ὁποῖον κατέλυσα καὶ ὁ ὁποῖος τιμωρεῖ μὲ θάνατον κάθε παραβάτην του, ἀπέθανον ὡς πρὸς τὸν νόμον, διὰ νὰ ζήσω πρὸς δόξαν Θεοῦ. 20 Διὰ τοῦ βαπτίσματος ἔχω σταυρωθῆ καὶ ἀποθάνει μαζὶ μὲ τὸν Χριστόν, καὶ ἀφοῦ εἶμαι πεθαμένος, δὲν ἔχει πλέον καμμίαν ἰσχὺν δι' ἐμὲ ὁ νόμος. Ναί· ἔγινα κοινωνὸς τοῦ σταυρικοῦ θανάτου τοῦ Χριστοῦ καὶ εἶμαι πεθαμένος, δὲν ζῶ δὲ πλέον ἑγώ, ὁ παλαιὸς δηλαδὴ ἄνθρωπος, ἀλλὰ ζῇ μέσα μου ὁ Χριστός. Τὴν φυσικὴν δὲ ζωὴν ποὺ ζῶ μέσα εἰς τὸ σῶμα μου τώρα, ποὺ ἐπέστρεψα εἰς τὸν Χριστόν, ζῶ ἐμπνεόμενος καὶ κυριαρχούμενος ἀπὸ τὴν πίστιν εἰς τὸν Υἱόν τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἠγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του διὰ τὴν σωτηρίαν μου.
«Πᾶνος»
_03.jpg)


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου