Κυριακή 24 Δεκεμβρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς (Πρό τῆς Χριστοῦ Γεννήσεως) 24 Δεκεμβρίου 2023


Ἑωθινόν
 
Ἦχος δ´ - Ἑωθινόν Ζ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 1 - 10

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος δ´ - Ἑωθινόν Ζ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 1 - 10

1 Αφοῦ δὲ ἐπέρασε τὸ Σάββατον, κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος ἡ Μαρία ἡ Μαγδαληνὴ ἔρχεται εἰς τὸ μνημεῖον πρωΐ, ὅταν ἦτο ἀκόμη σκοτάδι, καὶ βλέπει ὅτι ὁ λίθος, ποὺ ἔφρασσε τὴν εἴσοδον τοῦ τάφου, ἦτο σηκωμένος ἀπὸ τὸ μνῆμα. 2 Ὅταν λοιπὸν εἶδε τὸ μνῆμα ἀνοικτόν, τρέχει καὶ ἔρχεται εἰς τὸν Σίμωνα Πέτρον καὶ εἰς τὸν ἄλλον μαθητήν, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, καὶ εἶπε πρὸς αὐτούς· Ἐπῆραν τὸν Κύριον ἀπὸ τὸ μνημεῖον καὶ δὲν ἠξεύρομεν, ποὺ τὸν ἔβαλαν. 3 Κατόπιν λοιπὸν ἀπὸ τὴν ἀνέλπιστον αὐτὴν εἴδησιν, ἐβγῆκεν ἀπὸ τὸ σπίτι, ποὺ ἔμενεν, ὁ Πέτρος, μαζὶ δὲ μὲ αὐτὸν ἐβγῆκε καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 Ἔτρεχαν δὲ καὶ οἱ δύο μαζί, ἀλλ’ ὁ ἄλλος μαθητὴς ὡς νεώτερος ἔτρεξεν ἐμπρὸς γρηγορώτερα ἀπὸ τὸν Πέτρον καὶ ἔφθασε πρῶτος εἰς τὸ μνημεῖον. 5 Καὶ ἀφοῦ ἔσκυψε, βλέπει ἀπ’ ἔξω τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι κατὰ γῆς, λόγῳ ὅμως τῆς μεγάλης συγκινήσεώς του δὲν ἐπροχώρησε νὰ ἔμβῃ μέσα. 6 Ἐνῷ λοιπὸν ἐπερίμενεν ἀπ’ ἔξω, ἔρχεται καὶ ὁ Σίμων Πέτρος ὕστερα ἀπὸ αὐτὸν καὶ θαρραλέος καὶ ὁρμητικός, καθὼς ἦτο ἀπὸ χαρακτῆρος, ἐμβῆκεν εἰς τὸ μνημεῖον καὶ παρετήρησεν ἐκ τοῦ πλησίον, ὅτι οἱ νεκρικοὶ ἐπίδεσμοι ἦσαν κατὰ γῆς καὶ δὲν ἔλειπαν, ὅπως ἦτο φυσικὸν νὰ συμβῇ, ἐὰν τὸ σῶμα εἶχε κλαπῇ. 7 Παρετήρησεν ἀκόμη, ὅτι τὸ φακιόλιον, μὲ τὸ ὁποῖον εἶχαν σκεπάσει τὴν κεφαλὴν τοῦ Ἰησοῦ, δὲν ἦτο ἀτάκτως ἀνακατευμένον μὲ τοὺς ἐπιδέσμους, ἀλλὰ μὲ τάξιν, ποὺ δὲν ἐπρόδιδε βίαν καὶ σπουδήν, ἦτο τυλιγμένον χωριστὰ κάπου ἐκεῖ. 8 Τότε λοιπὸν παρακινηθεὶς ἀπὸ τὸ παράδειγμα τοῦ Πέτρου ἐμβῆκε μέσα καὶ ὁ ἄλλος μαθητής, ποὺ ἦλθε πρῶτος εἰς τὸ μνῆμα, καὶ εἶδε ταῦτα ἐκ τοῦ πλησίον καὶ αὐτὸς καὶ ἐπίστευσεν, ὅτι ὁ Ἰησοῦς ἀνέστη. 9 Δὲν ἐπίστευσε δὲ προτήτερα, ἀλλὰ μόλις τώρα, ποὺ εἶδεν ἀδειανὸν τὸν τάφον, διότι καὶ αὐτὸς καὶ ὁ Πέτρος δὲν ἐγνώριζαν ἀκόμη τὴν ἀληθῆ ἔννοιαν τῶν προφητειῶν τῆς Γραφῆς, ὅτι σύμφωνα μὲ αὐτὰς ἔπρεπεν αὐτὸς νὰ ἀναστηθῇ ἐκ νεκρῶν. 10 Ἀφοῦ λοιπὸν ἐξήτασαν τὸν τάφον καὶ ἐπείσθησαν, ὅτι πᾶσα ἅλλη ἔρευνα ἦτο περιττή, ἐπέστρεψαν πάλιν εἰς τὰ καταλύματά των οἱ μαθηταί.
 


Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Α´ 1 - 25

1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Α´ 1 - 25

1 Κατάλογος γενεαλογικός, εἰς τὸν ὁποῖον καταφαίνεται πόθεν κατάγεται ὁ Ἰησοῦς Χριστός, ὁ ἀπόγονος τοῦ Δαβίδ, ὁ ὁποῖος πάλιν ἦτο ἀπόγονος τοῦ Ἀβραάμ 2 Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφούς του, 3 ὁ Ἰούδας δὲ ἐγέννησε διδύμους τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν νύμφην του Θάμαρ, ὁ Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 ὁ Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 ὁ Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχὰβ τὴν πόρνην, ἡ ὁποία ἐδέχθη εἰς Ἱεριχὼ καὶ ἐφυγάδευσε σῴους τοὺς κατασκόπους τοῦ Ἰησοῦ τοῦ Ναυῆ· ὁ Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, ἡ ὁποία ὡς προσήλυτος Μωαβῖτις κατήγετο ἐξ ἔθνους πολὺ μισητοῦ εἰς τοὺς Ἑβραίους, ὁ Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 ὁ Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα.Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν γυναῖκα ποὺ ὑπῆρξε σύζυγος τοῦ Οὐρίου, διὰ νὰ καταφαίνεται ὄχι μόνον ἀπὸ τὰς περιπτώσεις τῆς Θάμαρ καὶ τῆς Ραχάβ, ἀλλὰ καὶ ἀπὸ τὸ ὀλίσθημα αὐτὸ τοῦ Δαβίδ, ὅτι ἡ ἁμαρτία εἶχεν εἰσχωρήσει καὶ εἰς αὐτοὺς τοὺς προγόνους τοῦ Μεσσίου. 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 ὁ Ἀσὰ δὲ ἀπέκτησε τρισέγγονον τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ δὲ ἀπέκτησε τρισέγγονον τὸν Ὀζίαν, 9 ὁ Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 ὁ Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, ὁ Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 ὁ Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰωαχίμ ἢ Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τοὺς χρόνους, κατὰ τοὺς ὁποίους συνέπεσεν ἡ αἰχμαλωσία τῶν Ἰουδαίων εἰς τὴν Βαβυλῶνα. 12 Ὅταν δὲ οἰ Ἰουδαῖοι μετεφέρθησαν ὡς αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα, ὁ Ἰεχονίας ἐγέννησε ἐκεῖ τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 τοῦ Ζοροβάβελ δὲ ἀπόγονος ὑπῆρξεν ὁ Ἀβιούδ, ὁ Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 ὀ Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 ὁ Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, 16 ὁ Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἀρραβωνιαστικὸν τῆς Μαρίας.Κατήγετο δὲ καὶ ἡ Μαρία ἀπὸ τὸ αὐτὸ γένος ἀπὸ τὸ ὁποῖον καὶ ὁ Ἰωσήφ.Ἐκ τῆς Μαρίας δὲ αὐτῆς, ἡ ὁποία ἦτο ἀπόγονος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραάμ, ἐγεννήθη ὁ Ἰησοῦς, ποῦ ἐπονομάζεται Χριστός. 17 Σύμφωνα λοιπὸν μὲ τὸν ἀνωτέρω κατάλογον ὅλαι αἱ γενεαί, ὅσαι ἔζησαν ἀπὸ τὸν Ἀβραὰμ μέχρι τοῦ Δαβίδ, καθὼς ἀριθμοῦνται ἀπὸ τοὺς συντάκτας τοῦ καταλόγου, εἶναι γενεαὶ δεκατέσσαρες· καὶ αἱ γενεαὶ ἀπὸ τοῦ Δαβὶδ μέχρι τῆς ἐποχῆς, ποὺ οἱ Ἰουδαῖοι μετοίκησαν ὡς αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα, εἶναι γενεαὶ δεκατέσσαρες· καὶ αἱ γενεαί, ποῦ ἔζησαν ἀπὸ τὴν ἐποχὴν τῆς μετοικήσεως τῶν Ἰουδαίων εἰς Βαβυλῶνα μέχρι τῶν χρόνων τοῦ Χριστοῦ, εἶναι γενεαὶ δεκατέσσαρες. 18 Ἡ γέννησις δὲ τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε κατὰ τὸν ἀκόλουθον ὑπερφυσικὸν καὶ πρωτοφανῆ τρόπον.Ὅταν δηλαδὴ ἡ μήτηρ του Μαρία ἠρραβωνίσθη μὲ τὸν Ἰωσήφ, προτοῦ νὰ συγκατοικήσουν ὡς σύζυγοι, εὑρέθη ἡ Μαρία ἔγκυος διὰ δημιουργικῆς ἐπενεργείας τοῦ Ἁγίου Πνεύματος. 19 Ὁ Ἰωσὴφ δὲ ὁ ἀρραβωνιαστικός της, ὅταν ἀντελήφθη τὴν ἐγκυμοσύνην, ἐπειδὴ ἧτο ἐνάρετος καὶ ἀγαθὸς καὶ δὲν ἤθελε νὰ τὴν διαπομπεύσῃ πρὸς δημόσιον παραδειγματισμόν, ἐσκέφθη νὰ τῆς δώσῃ διαζύγιον μυστικά. 20 Ὅταν ὅμως αὐτὸς ἐσυλλογίσθη αὐτά, ἰδοὺ ἕνας ἄγγελος τοῦ Κυρίου τοῦ ἐφάνη εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπεν· Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μὴ δοκιμάσῃς κανένα δισταγμὸν καὶ φόβον διὰ νὰ παραλάβῃς εἰς τὸν οἶκον σου τὴν Μαριὰμ τὴν μνηστήν σου· διότι ἐκεῖνο, ποῦ ἐγεννήθη μέσα της, προέρχεται ἐκ δημιουργικῆς ἐπενεργείας τοῦ Ἁγίου Πνεύματος. 21 Θὰ γεννήσῃ δὲ υἱὸν καὶ σύ, ποὺ ἀπὸ τὸν νόμον τὸν Μωσαϊκὸν ἀναγνωρίζεσαι προστάτης καὶ πατέρας του, θὰ καλέσῃς τὸ ὄνομά του Ἰησοῦν, τὸ ὁποῖον εἰς τὴν ἑλληνικὴν μεταφράζεται σωτήρ.Καὶ θὰ τοῦ δώσῃς αὐτὸ τὸ ὄνομα, διότι αὐτὸς θὰ σώσῃ ἀπὸ τὰς ἁμαρτίας του τὸν νέον Ἰσραήλ, ποὺ θὰ τὸν πιστεύσῃ ὡς σωτῆρα καὶ θὰ γίνῃ μὲ τὴν πίστιν αὐτὴν ὁ πραγματικὸς λαός του. 22 Ὅλον δὲ τὸ θαῦμα αὐτὸ τῆς ὑπερφυσικῆς συλλήψεως τῆς Παρθένου ἔγινε, διὰ νὰ λάβῃ πλήρη πραγματοποίησιν καὶ ἐπαλήθευσιν ἐκεῖνο, ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ μέσου τοῦ προφήτου Ἡσαΐου, ὁ ὁποῖος εἶπε πολλοὺς αἰῶνας προτήτερα. 23 Ἰδοὺ ἡ παρθένος, ποὺ δὲν ἐγνώρισεν ἄνδρα, θὰ συλλάβῃ καὶ θὰ γεννήσῃ υἱὸν καὶ ὅσοι θὰ πιστεύουν εἰς αὐτόν, θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ, ὄνομα ἑβραϊκόν, ποὺ μεταφράζεται ἑλληνικά.Ὁ Θεὸς εἶναι μαζί μας. 24 Ὅταν δὲ ὁ Ἰωσὴφ ἐσηκώθη ἀπὸ τὸν ὕπνον, ἔκαμε καθὼς τὸν διέταξεν ὁ ἄγγελος τοῦ Κυρίου.Καὶ παρέλαβεν εἰς τὸν οἶκον του τὴν μνηστήν του, 25 καὶ δὲν ἦλθεν εἰς σχέσιν συζυγικὴν μαζί της ποτέ, ἄρα δὲ καὶ ἕως ὅτου ἐγέννησε τὸν πρῶτον καὶ μονάκριβον υἱόν της, καὶ ἐκάλεσεν ὁ Ἰωσὴφ τὸ ὄνομά του Ἰησοῦν.
 
 

Ἀπόστολος
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 9 - 10

9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 40

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 9 - 10

9 Χάρις εἰς τὴν πίστιν του ὁ Ἀβραὰμ ἔμεινεν ὡς ξένος εἰς τὴν γῆν, ποὺ τοῦ ὑπεσχέθη ὁ Θεὸς καὶ ἐθεώρει αὐτὴν ὡς ξένην χώραν καὶ ὄχι ὡς ἰδικήν του. Καὶ ἑκατοίκησε μέσα εἰς σκηνὰς μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, ποὺ ἦσαν συγκληρονόμοι τῆς αὐτῆς ὑποσχέσεως τοῦ Θεοῦ 10 Ἑκατοικησε δὲ ὁ Ἀβραὰμ καὶ εἰς αὐτὴν τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος καὶ πάροικος, διότι ἐπερίμενε νὰ κατοικήσῃ εἰς τὴν ἐπουράνιον πόλιν, ἡ ὁποία ἔχει τὰ ἀληθινὰ καὶ ἀδιάσειστα θεμέλια καὶ τῆς ὁποίας τεχνίτης καὶ κτίστης εἶναι αὐτὸς ὁ Θεός.

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ´ 32 - 40

32 Καὶ τί ἀκόμη νὰ λέγω καὶ νὰ διηγοῦμαι; Πρέπει νὰ σταματήσω, διότι, δὲν θὰ μὲ ἀρκέσῃ ὁ χρόνος ἐὰν διηγοῦμαι διὰ τὸν Γεδεὼν καὶ τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε καὶ διὰ τὸν Δαβὶδ καὶ τὸν Σαμουὴλ καὶ τοὺς προφήτας. 33 Αὐτοὶ διότι εἶχαν πίστιν κατεπολέμησαν καὶ ὑπέταξαν βασίλεια, ἐκυβέρνησαν τὸν λαὸν μὲ δικαιοσύνην, ἐπέτυχαν τὴν πραγματοποίησιν τῶν ὑποσχέσεων, ποὺ τοὺς ἔδωκεν ὁ Θεός, ἐβούλωσαν καὶ ἔφραξαν στόματα λεονταριῶν, ὅπως ὁ Δανιήλ, 34 Ἔσβησαν τὴν καταστρεπτικὴν δύναμιν τῆς φωτιᾶς, διέφυγαν τὸν κίνδυνον νὰ σφαγοῦν μὲ μαχαίρια, ἔλαβον δύναμιν καὶ ἔγιναν καλὰ ἀπὸ ἀρρώστιες, ἀνεδείχθησαν ἰσχυροὶ καὶ ἀνίκητοι εἰς τὸν πόλεμον, ἔτρεψαν εἰς φυγὴν τὰς παρατάξεις καὶ τὰ πολυπληθῆ στρατεύματα τῶν ξένων καὶ ἐχθρῶν. 35 Διὰ τῆς πίστεως, ποὺ ειχαν εἰς τὴν ὑπερφυσικὴν δύναμιν τῶν προφητῶν αἱ γυναῖκες, τὰς ὁποίας ἀναφέρει ἡ Π. Διαθήκη, ἐπῆραν πάλιν ζωντανοὺς δι’ ἀναστάσεως τοὺς πεθαμένους τν. Ἄλλοι δὲ ἐδέθησαν εἰς τὸ βασανιστικὸν ὄργανον, ποὺ ἐλέγετο τύμπανον καὶ ἐδάρησαν σκληρὰ μέχρι θανάτου, μὴ δεχθέντες νὰ ἀρνηθοῦν τὴν πίστιν των καὶ ἔτσι νὰ ἐλευθερωθοῦν ἀπὸ τὸ μαρτύριον· ἐπροτίμησαν δὲ τὸ σκληρὸν αὐτὸ μαρτύριον, διὰ νὰ ἐπιτύχουν ἀνάστασιν καλυτέραν ἀπὸ τὴν πρόσκαιρον ἀποκατάστασιν εἰς τὴν ζωὴν αὐτήν. 36 Ἄλλοι δὲ ἐδοκίμασαν ἐμπαιγμοὺς καὶ μαστιγώσεις, ἀκόμη δὲ δεσμὰ καὶ φυλακήν. 37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ἐδοκίμασαν πολλοὺς πειρασμούς, ἀπέθανον μὲ τὸν διὰ μαχαίρας θάνατον, περιεφέροντο σὰν πλανόδιοι ἐδῶ καὶ ἐκεῖ· καὶ ἐφόρουν γιὰ ἐνδύματα προβατοδέρματα καὶ γιδοδέρματα, στερούμενοι, θλιβόμενοι καὶ κακοπαθοῦντες. 38 Τῶν ἁγίων αὐτῶν ἀνδρῶν δὲν ἦτο ἄξιος οὔτε ἠδύνατο νὰ συγκριθῇ πρὸς αὐτοὺς ὁλόκληρος ὁ κόσμος. Ἐπεριπλανῶντο εἰς τὰς ἐρήμους καὶ εἰς τὰ βουνὰ καὶ εἰς τὰ σπήλαια καὶ εἰς τὰς τρύπας τῆς γῆς. 39 Καὶ ὅλοι αὐτοί οἰ ἅγιοι ἄνδρες, καίτοι ἔλαβαν ἐγκωμιαστικὴν μαρτυρίαν διὰ τὴν πίστιν των, δὲν ἀπήλαυσαν τὴν ὑπόσχεσιν τῆς οὐρανίου κληρονομίας. 40 Διότι ὁ Θεὸς προέβλεψε δι’ ἠμᾶς κάτι καλύτερον, ὥστε αὐτοὶ νὰ μὴ λάβουν εἰς βαθμὸν τέλειον τὴν σωτηρίαν χωρὶς ἡμᾶς, ἀλλὰ νὰ τὴν λάβωμεν ὅλοι μαζί. Ἔτσι ἠμεῖς εὑρισκόμεθα εἰς πλεονεκτικωτέραν θέσιν, διότι ὄχι μόνον ζῶμεν εἰς τοὺς χρόνους τῆς ἀπολυτρώσεως τοῦ Χριστοῦ, ἀλλὰ καὶ ἡ περίοδος τῆς ἀναμονῆς εἶναι μικροτέρα δι’ ἡμᾶς.
 
«Πᾶνος»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου