Ἑωθινόν
Ἦχος πλ. β' - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέoς ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις. 5 ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
Ἦχος πλ. β' - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12
1 Κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, μὲ τὰ βαθειὰ χαράματα ἦλθον αἱ γυναῖκες εἰς τὸ μνῆμα φέρουσαι τὰ ἀρώματα, ποὺ ἡτοίμασαν. Καὶ μαζί των ἦλθον καὶ μερικαὶ ἄλλαι. 2 Εὗρον δὲ τὴν πέτραν, ποὺ ἔφραζε τὸ μνημεῖον, κυλισμένην μακρὰν ἀπὸ αὐτό. 3 Καὶ ὅταν ἐμβῆκαν εἰς τὸ μνημεῖον, δὲν εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ συνέβη, ἐνῷ αὐταὶ εὑρίσκοντο εἰς μεγάλην ἀπορίαν διὰ τὸ συμβὰν αὐτό, καὶ ἰδοὺ δύο ἄγγελοι παρουσιάσθησαν αἴφνης εἰς αὐτὰς ὡς ἄνδρες μὲ στολάς, ποὺ ἤστραπτον ἀπὸ τὴν λαμπρότητα. 5 Ἐνῷ δὲ αὐταὶ ἔγιναν καταφοβισμέναι καὶ ἔγερναν τὸ πρόσωπόν των εἰς τὴν γῆν ἐξ εὐλαβείας, ἀλλὰ καὶ διότι δὲν ἀντεῖχον εἰς τὴν λάμψιν τῶν ἀγγέλων, εἶπον οὔτοι πρὸς αὐτάς· διατὶ ζητεῖτε μεταξὺ τῶν νεκρῶν αὐτόν, ποὺ τώρα πλέον εἶναι ζωντανός; 6 Δὲν εἶναι ἐδῶ, ἀλλ’ ἀνεστήθη. Ἐνθυμηθῆτε πῶς σᾶς ὡμίλησε καὶ τί σᾶς εἶπεν, ὅταν ἀκόμη ἦτο εἰς τὴν Γαλιλαίαν, 7 λέγων, ὅτι σύμφωνα μὲ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ νὰ σταυρωθῇ καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του νὰ ἀναστηθῇ. 8 Καὶ αἱ Μυροφόροι ἐνεθυμήθησαν τότε τοὺς λόγους τοῦ Κυρίου. 9 Καὶ ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὸ μνημεῖον, ἀνήγγειλαν ὅλα αὐτὰ εἰς τοὺς ἕνδεκα καὶ εἰς ὅλους τοὺς ἄλλους, ποὺ ἦσαν μαζὶ μὲ τοὺς Ἀποστόλους. 10 Αἱ γυναῖκες δέ, ποὺ ἔλεγαν αὐτὰ εἰς τοὺς Ἀποστόλους, ἦσαν ἡ Μαγδαληνὴ Μαρία καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία ἡ μήτηρ τοῦ Ἰακώβου καὶ αἱ λοιπαί, ποὺ ἦσαν μαζί των. 11 Καὶ ἐφάνησαν εἰς αὐτοὺς σὰν φλυαρία καὶ ἐπινόησίς τῆς φαντασίας οἱ λόγοι τῶν γυναικῶν αὐτῶν καὶ δὲν τὰς ἐπίστευαν. 12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε.
Εὐαγγέλιο
ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 1 - 11
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.