ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 29 - 34
29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 29 - 34
29 Κατὰ τὴν ἄλλην ἡμέραν εἶδεν ὁ Ἰωάννης τὸν Ἰησοῦν νὰ ἔρχεται πρὸς αὐτὸν καὶ εἶπεν· Ἰδοὺ ἐκεῖνος, ποὺ ἐπροφήτευσεν ὁ Ἡσαΐας καὶ τὸν ὁποῖον μᾶς ἀπέστειλεν ὁ Θεὸς διὰ θυσιασθῇ ὡς ἀρνίον καὶ σηκώσῃ μὲ τὴν σφαγὴν καὶ θυσίας του ὁλόκληρον τὴν ἁμαρτίαν καὶ ἐνοχὴν τοῦ κόσμου ἐξαλείφων αὐτήν. 30 Αὐτὸς εἶναι, διὰ τὸν ὁποῖον σᾶς εἶπα ἐγώ· Ὕστερον ἀπὸ ἐμὲ ἔρχεται ἄνθρωπος, ὁ ὁποῖος πολὺ προτήτερα ἀπὸ ἐμὲ ὑπῆρξεν ἀσυγκρίτως λαμπρότερος καὶ ἐνδοξότερος, διότι ὡς Θεὸς ὑπῆρχε πρὸ ἐμοῦ. 31 Καὶ ἐγὼ ὁ ἴδιος δὲν τὸν ἤξευρα, οὔτε ὑπωπτευόμην ποτέ, ὅτι αὐτὸς ἦτο ὁ Μεσσίας. Ἀλλὰ διὰ νὰ γίνῃ γνωστὸς καὶ φανερὸς εἰς τοὺς Ἰσραηλίτας, δι’ αὖτο ἦλθον ἐγὼ καὶ βαπτίζω εἰς τὰ νερὰ αὐτὰ τοῦ Ἰορδάνου. 32 Καὶ ἔδωκε μαρτυρίαν ὁ Ἰωάννης καὶ εἶπεν ὅτι: Ἔχω ἴδει Πνεῦμα νὰ κατεβαίνῃ σὰν περιστέρι ἀπὸ τὸν οὐρανὸν καὶ ἔμεινεν ἐπ’ αὐτοῦ μονίμως καὶ διαρκῶς καὶ οὐχὶ ὅπως εἰς προφήτας, οἱ ὁποῖοι προσκαίρους μόνον ἐμπνεύσεις τοῦ Πνεύματος ἐλάμβανον. 33 Ὅπως σεῖς, ἔτσι καὶ ἐγὼ δὲν τὸν ἐγνώριζα, ὅτι εἶναι ὁ Μεσσίας· ἀλλ’ ὁ Θεός, ποὺ μὲ ἔστειλε νὰ βαπτίζω μὲ ἁπλοῦν νερόν, ἐκεῖνος μοῦ εἶπεν· εἰς ὅποιον ἴδῃς τὸ Ἅγιον Πνεῦμα να κατεβαίνῃ καὶ νὰ μένῃ μονίμως ἐπ’ αὐτοῦ, αὐτὸς εἶναι ποὺ βαπτίζει μὲ Πνεῦμα Ἅγιον, καὶ αὐτὸς χορηγεῖ τὰς δωρεὰς καὶ χαρίσματα τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς λαμβάνοντας τὸ βάπτισμά του. 34 Πράγματι δὲ ἐγὼ εἶδα τὸ Πνεῦμα νὰ κατεβαίνῃ καὶ να μένει ἐπ’ αὐτόν. Καὶ ἔχω δώσει μαρτυρίαν, ὅτι αὐτὸς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ.
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΘ´ 1 - 8
1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας 2 εἶπε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. 3 εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. 4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΘ´ 1 - 8
1 Καθ’ ὃν χρόνον δὲ ὁ Ἀπολλὼς ἦτο εἰς τὴν Κόρινθον, ὁ Παῦλος, ἀφοῦ περιώδευσε τὰ βορειότερα καὶ ὑψηλότερα μέρη τῆς Μικρὰς Ἀσίας, συνέβη νὰ ἔλθῃ εἰς τὴν Ἔφεσον. Καὶ ὅταν εὗρεν ἐκεῖ κάποιους μαθητάς, 2 τοὺς εἶπεν· Ἐλάβετε τὰ ἔκτακτα χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ὅταν ἐπιστεύσατε; Αὐτοὶ δὲ τοῦ ἀπήντησαν· Ἀκόμη δὲν ἠκούσαμεν οὔτε ἐὰν ὑπάρχῃ μεταξὺ τῶν ἀνθρώπων ἐνεργοῦν καὶ μεταδίδουν χαρίσματα Πνεῦμα Ἅγιον. 3 Καὶ τότε ὁ Παῦλος τοὺς εἶπε· Ποῖον λοιπὸν βάπτισμα ἐλάβατε καὶ εἰς τίνος τὸ ὄνομα ἐβαπτίσθητε; Αὐτοὶ δὲ εἶπον· Ἐβαπτίσθημεν εἰς τὸ βάπτισμα τοῦ Ἰωάννου. 4 Εἶπε δὲ ὁ Παῦλος· Ὁ μὲν Ἰωάννης ἐβάπτισε βάπτισμα, ποὺ ὡδηγεῖ εἰς μετάνοιαν, χωρὶς ὅμως νὰ δίδῃ τοῦτο καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ προέτρεπεν ὁ Ἰωάννης τὸν λαὸν νὰ πιστεύσουν εἰς ἐκεῖνον, ὁ ὁποῖος ἤρχετο ὕστερα ἀπὸ αὐτόν, τουτέστιν εἰς τὸν Ἰησοὺν Χριστόν, ὁ ὁποῖος θὰ παρεῖχε τὴν ἄφεσιν καὶ τὴν σωτηρίαν. 5 Ὅταν δὲ ἐκεῖνοι ἤκουσαν ταῦτα, ἐβαπτίσθησαν, ἀφοῦ ἐπίστευσαν εἰς τὸ ὅνομα τοῦ Κυρίου Ἰησοῦ καὶ ἐστήριξαν ὅλην τὴν ἐμπιστοσύνην καὶ ἐλπίδα των εἰς τὸ ἀξίωμά του ὡς Μεσσίου καὶ ὡς Λυτρωτοῦ καὶ ὡς Κυρίου. 6 Καὶ ὅταν ὁ Παῦλος ἔθεσεν ἐπὶ τῶν κεφαλῶν των τὰς χεῖρας, ἦλθε τὸ Ἅγιον Πνεῦμα ἐπ’ αὐτῶν καὶ τοὺς μετέδωκε διπλὰ χαρίσματα, διότι ὡμίλουν εἰς διαφόρους γλώσσας, τὰς ὁποίας ὡς ξένας δὲν ἐγνώριζαν προτήτερα, συγχρόνως δὲ καὶ ἐπροφήτευον. 7 Ἦσαν δὲ ὅλοι αὐτοὶ περίπου δώδεκα ἄνδρες. 8 Ἐν συνεχείᾳ δὲ ὁ Παῦλος ἀφοῦ εἰσῆλθεν εἰς τὴν συναγωγήν, ἐκήρυττε μετὰ θάρρους ἐπὶ μήνας τρεῖς συνδιαλεγόμενος μετὰ τῶν Ἰουδαίων καὶ προβάλλων πειστικὰς ἀποδείξεις περὶ τῶν ἀληθειῶν τῶν ἀναφερομένων εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, τὴν ὁποίαν ἐγκαθίδρυσεν ἐπὶ τῆς γῆς καὶ εἰς τὰς καρδίας τῶν πιστῶν ὁ Κύριος Ἰησοῦς.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου