Κυριακή 4 Σεπτεμβρίου 2022

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΙΒ' Ματθαίου 4 Σεπτεμβρίου 2022

 

 Ἑωθινόν
 
Ἦχος γ' - Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν. 

Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος γ' - Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός. Ἀμήν.
 

Εὐαγγέλιο
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 16 - 26

16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 16 - 26

16 Καὶ ἰδοὺ ἔνας τὸν ἐπλησίασε καὶ τοῦ εἶπε· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν καὶ τί καλὸν νὰ κάμω διὰ νὰ ἔχω ζωὴν αἰώνιον; 17 Ὁ δὲ Κύριος τοῦ εἶπε· Ἀφοῦ ἀπευθύνεσαι πρὸς ἐμὲ ὡς εἰς ἄνθρωπον ἀπλοῦν, διατὶ μὲ λέγεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀπὸ τὸν ἑαυτόν του καὶ πραγματικὰ ἀγαθὸς παρὰ μόνον ἕνας, ὁ Θεός.Ἐὰν ὅμως θέλῃς νὰ ἔμβῃς εἰς τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, φύλαξε καθ’ ὅλον τὸν βίον σου τὰς ἐντολάς. 18 Λέγει εἰς αὐτόν· Ποίας ἐντολάς; Ὁ δὲ Ἰησοῦς εἶπε· τὸ νὰ μὴ φονεύσῃς, νὰ μὴ μοιχεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ νὰ ἀγαπήσῃς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. 20 Λέγει εἰς αὐτὸν ὁ νέος, ὁ ὁποῖος δὲν εἶχε διδαχθῇ ποία εἶναι καὶ πῶς ἐφαρμζεται ἢ πρὸς τὸν πλησίον ἀγάπη· Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τότε, ποὺ ἤμουν νέος.Τί μοῦ λείπει ἀκόμη; 21 Εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐὰν θέλῃς νὰ εἶσαι τέλειος, πήγαινε, πώλησε τὰ ὑπάρχοντά σου καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺς καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανούς.Καὶ ἔλα νὰ μὲ ἀκολουθήσῃς. 22 Ὅταν ὅμως ὁ νέος ἤκουσε τὸν λόγον αὐτόν, ἔφυγε λυπημένος, διότι εἶχε πολλὰ κτήματα καὶ ἡ καρδία του ἦτο κολλημένη εἰς αὐτά. 23 Καὶ ὁ Ἰησοῦς τότε εἶπεν εἰς τοὺς μαθητάς του· Ἀληθῶς σᾶς λέγω, ὅτι δύσκολα ἄνθρωπος πλούσιος θὰ ἔμβη εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 Πάλιν δὲ σᾶς λέγω, εὐκολώτερον εἶναι νὰ περάσῃ μία γκαμήλα ἀπὸ τὴν τρύπα, ποῦ ἀνοίγει ἡ βελόνα, παρὰ ὁ πλούσιος νὰ ἔμβῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25 Ἀλλ’ ὅταν ἤκουσαν τοῦτο οἱ μαθηταί του, τοὺς κατέλαβε πολὺ μεγάλη ἔκπληξις καὶ εἶπαν· Ποῖος τάχα ἠμπορεῖ νὰ σωθῇ; 26 Ἀφοῦ δὲ ὁ Ἰησοῦς τοὺς ἐκύτταξεν ἐκφραστικά, τοὺς επε· Εἰς τοὺς ἀνθρώπους αὐτὸ εἶναι ἀδύνατον, εἰς τὸν Θεὸν ὅμως ὅλα εἶναι δυνατά.Δύναται λοιπὸν ὁ Θεὸς διὰ τῆς χάριτός του νὰ λύσῃ κάθε καλοπροαιρέτου πλουσίου τοὺς δεσμοὺς τῆς καρδίας του πρὸς τὸ χρῆμα καὶ νὰ καταστήσῃ αὐτὸν ἄξιον τῆς σωτηρίας.
 
 
 Ἀπόστολος
 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' ΙΕ´ 1 - 11

1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. 3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· 7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· 10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε. 

 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' ΙΕ´ 1 - 11

1 Σᾶς γνωστοποιῶ δέ, ἀδελφοί, τὸ εὐαγγέλιον ποὺ σᾶς ἐδίδαξα, τὸ ὁποῖον καὶ παρελάβετε, εἰς τὸ ὁποῖον καὶ στέκεσθε ἀπὸ τότε, 2 διὰ τοῦ ὁποίου καὶ θὰ σωθῆτε, ἐὰν τὸ κρατῆτε στερεά, ὅπως ἐγὼ σᾶς τὸ ἐκήρυξα, ἐκτὸς ἐὰν μάταια καὶ χωρὶς λόγον ἐπιστεύσατε. Ἐλησμονήσατε ἐν τούτοις μίαν οὐσιώδη ἀλήθειαν τοῦ εὐαγγελίου μου τούτου. 3 Διότι μὲ τὴν προφορικήν μου διδασκαλίαν σᾶς παρέδωκα πρῶτον ἐκεῖνο, ποὺ καὶ ἑγὼ παρέλαβον, ὅτι δηλαδὴ ὁ Χριστὸς ἀπέθανε διὰ τὰς ἁμαρτίας μας, σύμφωνα μὲ ὅσα ἐπροφητεύθησαν εἰς τὰς Γραφάς. 4 Καὶ ὅτι ἐτάφη καὶ ὅτι ἀνέστη τὴν τρίτην ἡμέραν σύμφωνα μὲ τὰς Γραφάς. 5 Καὶ ὅτι ἐνεφανίσθη μετὰ τὴν Ἀνάστασίν του εἰς τὸν Κηφᾶν, ἔπειτα δὲ εἰς τοὺς δώδεκα Ἀποστόλους. 6 Ἔπειτα ἐνεφανίσθη μίαν φορὰν εἰς περισσοτέρους ἀπὸ πεντακοσίους ἀδελφούς, ἀπὸ τοὺς ὁποίους ζοῦν ἕως τώρα οἱ περισσότεροι, μερικοὶ δὲ ἀπὸ αὐτοὺς καὶ ἀπέθαναν. 7 Ἔπειτα ἐνεφανίσθη εἰς τὸν Ἰάκωβον, ὕστερον εἰς ὅλους τοὺς Ἀποστόλους. 8 Τελευταῖον δὲ ἀπὸ ὅλους, σὰν εἰς ἔμβρυον ποὺ παράκαιρα ἀπεβλήθη ἀπὸ τὴν κοιλίαν τῆς μητρός του, ἐνεφανίσθη καὶ εἰς ἑμέ. 9 Διότι ἑγὼ εἶμαι ὁ πιὸ μικρὸς ἀπὸ ὅλους τοὺς Ἀποστόλους, ποὺ δὲν εἶμαι ἄξιος νὰ λέγωμαι Ἀπόστολος, διότι κατεδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. 10 Διὰ τῆς χάριτος δὲ τοῦ Θεοῦ εἶμαι ὅ,τι εἶμαι τώρα, δηλαδὴ Ἀπόστολος ἴσος πρὸς τοὺς ἄλλους. Καὶ ἡ χάρις, τὴν ὁποίαν μοῦ ἔδειξεν ὁ Κύριος, δὲν ἔμεινεν ἄκαρπος καὶ χωρὶς ἀποτελέσματα, ἀλλὰ περισσότερον ἀπὸ ὅλους αὐτοὺς ἐκοπίασα. Δὲν εἰργάσθην δὲ τὸ ἔργον αὐτὸ ἐγώ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ, ποὺ εἶναι μαζί μου καὶ μὲ ἐνίσχυε. 11 Ἀφοῦ λοιπὸν καὶ εἰς τοὺς ἄλλους Ἀποστόλους καὶ εἰς ἑμὲ ἐνεφανίσθη ὁ Κύριος καὶ ὅλοι ἀπὸ ἐκεῖνον ἀνεδείχθημεν Ἀπόστολοί του, εἴτε ἑγὼ ἀσκῶ τὸ ἀποστολικὸν ἔργον, εἴτε ἐκεῖνοι, κατὰ τὸν ἴδιον τρόπον καὶ τὸ αὐτὸ Εὐαγγέλιον κηρύττομεν ὅλοι, καὶ ὅπως κηρύττομεν ἔτσι καὶ σεῖς ἐπιστεύσατε.
 
 
«Πᾶνος»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου