Κυριακή 23 Απριλίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς τοῦ Θωμᾶ 23 ΑΠΡΙΛΙΟΥ 2023


Ἑωθινόν
 
Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 2
0

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός.Ἀμήν.
 

 Εὐαγγέλιον
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Εἰς ἐπιβεβαίωσιν λοιπὸν τῆς μαρτυρίας ταύτης τῆς Μαρίας, ὅταν ἐβράδυασε κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἑβδομάδος, καὶ ἐνῷ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου ἦσαν μαζευμένοι οἱ μαθηταί, ἦσαν κλεισταὶ ἕνεκα τοῦ φόβου, ποὺ εἶχαν οὗτοι διὰ τοὺς Ἰουδαίους, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστάθη εἰς τὸ μέσον καὶ εἶπεν εἰς αὐτούς· ἂς εἶναι εἰρήνη εἰς σᾶς. 20 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τὴν πλευράν του διὰ να ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πεισθοῦν, ὅτι αὐτὸς ἦτο ὁ σταυρωθεὶς Διδάσκαλός των. Κατόπιν λοιπὸν τῆς πληροφορίας, τὴν ὁποίαν διὰ τῆς ἐπιδείξεως αὐτῆς τῶν θεραπευθεισῶν πληγῶν ἐσχημάτισαν, ἐχάρησαν οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον. 21 Ὅταν λοιπὸν ἡσύχασε κάπως ἡ πρώτη σφοδρὰ συγκίνησις, ποὺ ἐδοκίμασαν ἐξ αἰτίας τῆς μεγάλης των χαρᾶς οἱ μαθηταί, εἶπε πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς ἐν σχέσει πρὸς τὴν μέλλουσαν κλῆσιν καὶ ἀποστολὴν των· Ἂς εἶναι εἰρήνη εἰς σᾶς. Καθὼς μὲ ἀπέστειλεν ὁ Πατὴρ διὰ τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ σᾶς στέλλω πρὸς ἑξακολούθησιν τοῦ αὐτοῦ ἔργου. 22 Καὶ ἀφοῦ εἶπεν αὐτό, προκειμένου νὰ μεταδώσῃ εἰς αὐτοὺς τὴν πνοὴν τῆς νέας οὐρανίου ζωῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπά των, ὅπως ἄλλοτε ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ τοὺς εἶπε· Λάβετε Πνεῦμα Ἅγιον. 23 Εἰς ὅποιους συγχωρήσετε τὰς ἁμαρτίας, τοὺς συγχωροῦνται αὐταὶ καὶ ἀπὸ τὸν Θεόν· εἰς ὅποιους δὲ τὰς κρατεῖτε ἀσυγχώρητες, θὰ μείνουν γιὰ πάντα κρατημένες. 24 Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπὸ τοὺς δώδεκα Ἀποστόλους, ποὺ ἐλέγετο ἀπὸ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν γλῶσσαν Ἑβραίους Δίδυμος, δὲν ἦτο μαζί τους, ὅταν ἦλθεν ὁ Ἰησοῦς. 25 Ὅταν λοιπὸν ἦλθε, τοῦ ἔλεγαν οἱ ἄλλοι μαθηταί· Εἴδαμεν τὸν Κύριον. Αὐτὸς ὅμως τοὺς ἀπήντησεν· Ἐὰν δὲν ἴδω μὲ τὰ μάτια μου εἰς τὰς χεῖρας του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, ὥστε ὄχι μόνον μὲ τὰ μάτια μου, ἀλλὰ καὶ μὲ τὰ δάκτυλά μου νὰ βεβαιωθῶ, δὲν θὰ πιστεύσω. 26 Πράγματι δὲ ὕστερα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταὶ καὶ μαζὶ μὲ αὐτοὺς ἦτο καὶ ὁ Θωμᾶς. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦσαν κλεισταὶ αἰ θύραι καὶ ἐστάθη εἰς τὸ μέσον τῶν μαθητῶν καὶ εἶπεν· ἄς εἶναι εἰρήνη εἰς σᾶς. 27 Ἔπειτα λέγει εἰς τὸν Θωμᾶν· Φέρε ἐδῶ τὸν δάκτυλόν σου. Καὶ ἐνῷ μὲ τὴν ψηλάφησίν σου θὰ ἐξετάζῃς τὰ σημάδια τῶν πληγῶν μου, συγχρόνως καὶ μὲ τὰ μάτια σου ἴδε τὰς χεῖράς μου καὶ φέρε κάτω ἀπὸ τὰ ἐνδύματά μου τὴν χεῖρα σου καὶ βάλε την εἰς τὴν πλευράν μου, ποὺ ἐκτυπήθη ἀπὸ τὴν λόγχην,καὶ μὴ ἀφίνῃς τὸν ἑαυτόν σου νὰ κυριευθῇ ἀπὸ τὴν ἀπιστίαν, ὥστε νὰ γίνῃς μονίμως καὶ ἀνεπανορθώτως ἄπιστος, ἀλλὰ προόδευε καὶ στηρίζου εἰς τὴν πίστιν, ὥστε νὰ γίνῃς ἀμετακίνητος καὶ ἀδιάσειστος εἰς αὐτήν. 28 Καὶ ὁ Θωμᾶς τότε ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτόν· Πιστεύω καὶ ὁμολογῶ, ὅτι εἶσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐπίστευσες, ἐπειδὴ μὲ εἶδες. Μακαριώτεροι καὶ περισσότερον καλοτύχοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι, καίτοι δὲν εἶδαν μὲ τὰ μάτια τους, ὅπως εἶδες σύ, ἐπίστευσαν. Καὶ θὰ πιστεύσουν οὕτως ὅλα τὰ μέλη τῆς Ἐκκλησίας μου κατὰ τὰς ἐπερχομένας γενεάς. 30 Σύμφωνα λοιπὸν μὲ ὅσα ἐξιστορήσαμεν, ἐκτὸς ἀπὸ τὸ θαῦμα τῆς Ἀναστάσεώς του ἔκαμεν ὁ Ἰησοῦς ἐμπρὸς εἰς τὰ μάτια τῶν μαθητῶν του καὶ πολλὰ ἄλλα ἀποδεικτικὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν θεότητά του καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό. 31 Αὐτὰ δέ, ποὺ ἐξεθέσαμεν, ἐγράφησαν διὰ νὰ πιστεύσετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ὑπὸ τῶν προφητῶν προκηρυχθεὶς Χριστός, ὁ μονογενὴς Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ἔχετε ὡς ἀναφαίρετον κτῆμα σας τὴν νέαν καὶ θείαν καὶ αἰωνίαν ζωήν, ἡ ὁποία μεταδίδεται εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διὰ μέσου αὐτοῦ καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματός του.
 
 

      Ἀπόστολος
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 - 11

1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἤμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω· καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΒ´ 1 - 11

1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἡρῴδης Ἀγρίππας ὁ Α', ἐγγονὸς τοῦ μεγάλου Ἡρῴδου, ἔβαλε χέρι εἰς μερικοὺς ἀπὸ τὰ μέλη τῆς Ἐκκλησίας διὰ νὰ τοὺς κακοποιήσῃ. 2 Ἐθανάτωσε δὲ διὰ μαχαίρας τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου. 3 Καὶ ὅταν εἶδεν, ὅτι καὶ οἱ προεστοὶ καὶ ὁ λαὸς τῶν Ἰουδαίων εὐχαριστήθησαν διὰ τὴν ἐνέργειάν του αὐτήν, ἀπεφάσισεν ἐπιπροσθέτως νὰ συλλάβῃ καὶ τὸν Πέτρον. Ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων. 4 Καὶ ἀφοῦ συνέλαβε τοῦτον, τὸν ἔκλεισεν εἰς φυλακήν, παραδώσας αὐτὸν εἰς τέσσαρας τετράδας στρατιωτῶν διὰ νὰ τὸν φρουροῦν, διότι ἤθελε μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα νὰ τὸν ἀνεβάσῃ εἰς τὸ κριτήριον καὶ νὰ τὸν δικάσῃ ἐπὶ παρουσίᾳ τοῦ λαοῦ. 5 Ἔτσι λοιπὸν ὁ μὲν Πέτρος ἐφρουρεῖτο μέσα εἰς τὴν φυλακήν· ὑπὸ τῆς Ἐκκλησίας ὅμως τῶν Ἱεροσολύμων ἐγίνετο ἑξακολουθητικῶς ὑπὲρ τῆς διασώσεως αὐτοῦ μακρὰ καὶ θερμὴ προσευχὴ πρὸς τὸν Θεόν. 6 Ὅταν δὲ ἐπρόκειτο ὁ Ἡρῴδης νὰ τὸν προσαγάγῃ εἰς τὸ δικαστήριον, κατὰ τὴν προηγουμένην νύκτα τῆς ἡμέρας ἐκείνης ὁ Πέτρος ἐκοιμᾶτο ἥσυχα ἐν μέσῳ δύο στρατιωτῶν δεμένος μὲ δύο ἁλυσίδες, καὶ φρουροὶ πρὸ τῆς θύρας ἐφύλαττον τὸ δεσμωτήριον. 7 Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἦλθεν ἔξαφνα καὶ φῶς ἔλαμψεν ἐντὸς τοῦ δωματίου, ὅπου ἐκοιμᾶτο ὁ Πέτρος. Ἀφοῦ δὲ ὁ ἄγγελος ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε· Σήκω γρήγορα. Καὶ ἀμέσως ἔπεσαν αἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του. 8 Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσε τὸ ὑποκάμισόν σου καὶ δέσε εἰς τὰ πόδια σου τὰ πέδιλά σου. Καὶ ὁ Πέτρος ἀμέσως ἔκαμεν, ὅπως διετάχθη. Καὶ λέγει εἰς αὐτὸν ὁ ἄγγελος· Φόρεσε τὸ ἐξωτερικόν σου ροῦχο καὶ ἀκολούθησέ με. 9 Καὶ ὁ Πέτρος, ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ δωμάτιον, ἠκολούθει τὸν ἄγγελον καὶ δὲν εἶχεν ἀντιληφθῇ ἀκόμη, ὅτι εἶναι πραγματικὸν αὐτό, ποὺ ἐγίνετο ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ἀγγέλου. Ἐνόμιζε δέ, ὅτι βλέπει εἰς τὸν ὕπνον του κάποιαν ὀπτασίαν. 10 Ἀφοῦ δὲ ἐπέρασαν τὸν πρῶτον καὶ τὸν δεύτερον φρουρόν, ἦλθον εἰς τὴν σιδηρᾶν ἐξώπορταν, ποὺ ὠδήγει ἀμέσως εἰς τὴν πόλιν, καὶ ἡ πόρτα αὐτὴ τοὺς ἠνοίχθη μόνη της. Καὶ ἀφοῦ ἐβγῆκαν ἐπέρασαν μαζὶ μίαν στενωπόν. Καὶ ἀμέσως ἔφυγεν ἀπὸ τὸν Πέτρον ὁ ἄγγελος. 11 Καὶ τότε ὁ Πέτρος συνῆλθεν ἀπὸ τὴν κατάστασιν τῆς ἐκπλήξεως καὶ τῆς ἐκστάσεως, ἕνεκα τῆς ὁποίας ἐνόμιζεν, ὅτι ἔβλεπεν ὅραμα καὶ εἶπε· Τώρα καταλαβαίνω, ὅτι πραγματικῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἠλευθέρωσεν ἀπὸ τὴν κακοποιὸν χεῖρα τοῦ Ἡρῴδου, καθὼς καὶ ἀπὸ κάθε κακόν, ποὺ ἐπερίμενεν ὁ λαὸς τῶν Ἰουδαίων νὰ γίνῃ εἰς ἐμέ.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου