Κυριακή 30 Απριλίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς τῶν Μυροφόρων 30 ΑΠΡΙΛΙΟΥ 2023


Ἑωθινόν
 
Ἦχος β´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέoς ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καὶ τινες σὺν αὐταῖς. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήτεσιν ἀστραπτούσαις. 5 ἐμφόβων δὲ γενομένων καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6 οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. 10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος β´ - Ἑωθινόν Δ´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 1 - 12

1 Κατὰ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, μὲ τὰ βαθειὰ χαράματα ἦλθον αἱ γυναῖκες εἰς τὸ μνῆμα φέρουσαι τὰ ἀρώματα, ποὺ ἡτοίμασαν. Καὶ μαζί των ἦλθον καὶ μερικαὶ ἄλλαι. 2 Εὗρον δὲ τὴν πέτραν, ποὺ ἔφραζε τὸ μνημεῖον, κυλισμένην μακρὰν ἀπὸ αὐτό. 3 Καὶ ὅταν ἐμβῆκαν εἰς τὸ μνημεῖον, δὲν εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. 4 Καὶ συνέβη, ἐνῷ αὐταὶ εὑρίσκοντο εἰς μεγάλην ἀπορίαν διὰ τὸ συμβὰν αὐτό, καὶ ἰδοὺ δύο ἄγγελοι παρουσιάσθησαν αἴφνης εἰς αὐτὰς ὡς ἄνδρες μὲ στολάς, ποὺ ἤστραπτον ἀπὸ τὴν λαμπρότητα. 5 Ἐνῷ δὲ αὐταὶ ἔγιναν καταφοβισμέναι καὶ ἔγερναν τὸ πρόσωπόν των εἰς τὴν γῆν ἐξ εὐλαβείας, ἀλλὰ καὶ διότι δὲν ἀντεῖχον εἰς τὴν λάμψιν τῶν ἀγγέλων, εἶπον οὔτοι πρὸς αὐτάς· διατὶ ζητεῖτε μεταξὺ τῶν νεκρῶν αὐτόν, ποὺ τώρα πλέον εἶναι ζωντανός; 6 Δὲν εἶναι ἐδῶ, ἀλλ’ ἀνεστήθη. Ἐνθυμηθῆτε πῶς σᾶς ὡμίλησε καὶ τί σᾶς εἶπεν, ὅταν ἀκόμη ἦτο εἰς τὴν Γαλιλαίαν, 7 λέγων, ὅτι σύμφωνα μὲ τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ νὰ σταυρωθῇ καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του νὰ ἀναστηθῇ. 8 Καὶ αἱ Μυροφόροι ἐνεθυμήθησαν τότε τοὺς λόγους τοῦ Κυρίου. 9 Καὶ ἀφοῦ ἐπέστρεψαν ἀπὸ τὸ μνημεῖον, ἀνήγγειλαν ὅλα αὐτὰ εἰς τοὺς ἕνδεκα καὶ εἰς ὅλους τοὺς ἄλλους, ποὺ ἦσαν μαζὶ μὲ τοὺς Ἀποστόλους. 10 Αἱ γυναῖκες δέ, ποὺ ἔλεγαν αὐτὰ εἰς τοὺς Ἀποστόλους, ἦσαν ἡ Μαγδαληνὴ Μαρία καὶ ἡ Ἰωάννα καὶ ἡ Μαρία ἡ μήτηρ τοῦ Ἰακώβου καὶ αἱ λοιπαί, ποὺ ἦσαν μαζί των. 11 Καὶ ἐφάνησαν εἰς αὐτοὺς σὰν φλυαρία καὶ ἐπινόησίς τῆς φαντασίας οἱ λόγοι τῶν γυναικῶν αὐτῶν καὶ δὲν τὰς ἐπίστευαν. 12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε.
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 43 - 47

43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 - 8

1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωῒ τς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 43 - 47

43 ἦλθεν ὁ Ἰωσήφ, ποὺ κατήγετο ἀπὸ τὴν πόλιν Ἀριμαθαίαν, σεβαστὸν καὶ ἐπίσημον μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου, ποὺ καὶ αὐτὸς εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε τὴν βασιλείαν αὐτήν, χωρὶς νὰ κλονισθῇ ἡ ἐλπίς του αὐτὴ ἀπὸ τὸν θάνατον τοῦ Ἰησοῦ. Καὶ ἔλαβε τὴν τόλμην καὶ παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ Πιλᾶτος δὲ ἐξεπλάγη καὶ ἠπόρησεν, ἐὰν τόσον γρήγορα ἀπέθανεν ὁ Ἰησοῦς. Καὶ ἀφοῦ ἐπροσκάλεσε τὸν ἑκατόνταρχον, τὸν ἠρώτησεν, ἐὰν εἶχεν ὤραν πολλὴν ποὺ ἀπέθανε. 45 Καὶ ὅταν ἔμαθεν ἀπὸ τὸν ἑκατόνταρχον, ὅτι πράγματι ἀπέθανεν, ἐχάρισεν εἰς τὸν Ἰωσὴφ τὸ σῶμα. 46 Καὶ ἐκεῖνος ἀφοῦ ἠγόρασε σινδόνα καινουργῆ καὶ ἀμεταχείριστον καὶ τὸν ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, ἐτύλιξε τὸ σῶμα εἰς τὴν σινδόνα καὶ τὸν ἔβαλε χάμω εἰς μνημεῖον, ποὺ ἦτο σκαλισμένον μέσα εἰς τὸν βράχον· καὶ ἐκύλισε λίθον βαρὺν ἐπάνω εἰς τὸ στόμιον τοῦ μνημείου. 47 Ἡ Μαγδαληνὴ δὲ Μαρία καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρετήρουν προσεκτικὰ καὶ μὲ πολὺ ἐνδιαφέρον ποὺ ἐτέθη τὸ σῶμα.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙϚ´ 1 - 8

1 Καὶ ἀφοῦ ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἠγόρασαν τὸ βράδυ τοῦ Σαββάτου ἀρώματα, διὰ νὰ ἔλθουν τὸ πρωῒ εἰς τὸν τάφον καὶ ἀλείψουν τὸν Ἰησοῦν. 2 Καὶ πολὺ πρωῒ τῆς πρώτης ἡμέρας τῆς ἑβδομάδος ἔρχονται εἰς τὸ μνημεῖον τὴν ὥραν, ποὺ ὁ ὑποκάτω ἀπὸ τὸν ὁρίζοντα ἀνατέλλων ἥλιος ἤρχισε νὰ διαλύῃ τὸ πρωϊνὸ σκοτάδι. 3 Καὶ ἔλεγαν ἀναμεταξύ τους· Ποῖος θὰ μᾶς ἀποκυλίσῃ τὴν μεγάλην πέτραν ἀπὸ τὴν εἴσοδον τοῦ μνημείου; 4 Καὶ μόλις ἐσήκωσαν τὰ μάτια τους, εἶδαν, ὅτι εἶχε κυλισθῆ μακρὰν ἀπὸ τὸ μνημεῖον ἡ πέτρα. Καὶ ἔλεγαν μεταξύ τους αὐτά, διότι ἡ πέτρα αὐτὴ ἦτο πολὺ μεγάλη καὶ δὲν ἦτο εὔκολον νὰ ἀποκυλισθῇ. 5 Καὶ μόλις ἐσήκωσαν τὰ μάτια τους, εἶδαν, ὅτι εἶχε κυλισθῆ μακρὰν ἀπὸ τὸ μνημεῖον ἡ πέτρα. Καὶ ἔλεγαν μεταξύ τους αὐτά, διότι ἡ πέτρα αὐτὴ ἦτο πολὺ μεγάλη καὶ δὲν ἦτο εὔκολον νὰ ἀποκυλισθῇ. 6 Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ ἐκπλήττεσθε καὶ μὴ φοβεῖσθε. Ἠξεύρω ποῖον ζητάτε. Ζητᾶτε τὸν Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον. Ἀνεστήθη. Δὲν εἶναι ἐδῶ. Ἰδού, εἶναι ἀδειανὸ τὸ μέρος, ὅπου τὸν ἔβαλαν. 7 Ἀλλὰ πηγαίνετε, εἴπατε εἰς τοὺς μαθητάς του καὶ ἰδιαιτέρως εἰς τὸν Πέτρον, ποὺ ἔχει ἀνάγκην παρηγορίας καὶ βεβαιώσεως ὅτι συνεχωρήθη διὰ τὴν ἄρνησίν του, ὅτι πηγαίνει προτήτερα ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε, προτοῦ νὰ σταυρωθῇ. 8 Καὶ ἐκεῖναι, ἀφοῦ ἐβγῆκαν, ἔφυγαν ἀπὸ τὸ μνημεῖον. Τὰς κατεῖχε δὲ τρόμος καὶ ἦσαν ἐκστατικαί. Καὶ δὲν εἶπαν τίποτε εἰς κανένα, διότι ἐφοβοῦντο.
 

Ἀπόστολος
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ϛ´ 1 - 7

1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ϛ´ 1 - 7

1 Κατὰ τὰς ἡμέρας δὲ ταύτας, ἐνῷ ηὔξανε ὁ ἀριθμὸς τῶν πιστῶν, οἱ Ἑβραῖοι Χριστιανοί, ποὺ ἦσαν ἀπὸ ξένα μέρη καὶ ὡς ἐκ τούτου εἶχον ὡς γλῶσσαν των τὴν ἑλληνικήν, ἤρχισαν νὰ γογγύζουν ἐναντίον τῶν ἐντοπίων Ἑβραίων Χριστιανῶν, ποὺ ὡμίλουν τὴν ἀραμαϊκὴν γλῶσσαν. Καὶ ἠγέρθησαν τὰ παράπονα αὐτά, διότι αἱ χῆραι τῶν Ἑλληνιστῶν καὶ μὴ ἐντοπίων Χριστιανῶν παρημελοῦντο κατὰ τὴν καθημερινὴν περίθαλψιν καὶ ὑπηρεσίαν τῆς διανομῆς τροφῶν καὶ ἐλεημοσυνῶν. 2 Κατόπιν τούτου λοιπὸν οἱ δώδεκα ἀπόστολοι, ἀφοῦ συνεκάλεσαν τὸ πλῆθος τῶν πιστευόντων εἰς Χριστὸν μαθητῶν, εἶπον· Δεν μᾶς φαίνεται σωστὸν νὰ ἀφήσωμεν ἡμεῖς τὸ κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ καὶ νὰ ὑπηρετῶμεν εἰς τραπέζας φαγητοῦ. 3 Ἐξετάσατε λοιπὸν προσεκτικά, ἀδελφοί, καὶ ἐκλέξατε ἀπὸ σᾶς τοὺς ἰδίους ἑπτὰ ἄνδρας, οἱ ὁποῖοι νὰ ἔχουν καλὴν ἀπὸ ὅλους μαρτυρίαν, γεμᾶτους ἀπὸ Ἅγιον Πνεῦμα καὶ σύνεσιν, τοὺς ὁποίους θὰ ἐγκαταστήσωμεν διὰ νὰ διεξάγουν τὴν ἀναγκαίαν ταύτην ὑπηρεσίαν. 4 Ἡμεῖς δὲ θὰ ἀφοσιωθῶμεν καὶ θὰ ἀσχοληθῶμεν ἀποκλειστικῶς εἰς τὴν προσευχὴν καὶ εἰς τὴν διακονίαν τοῦ κηρύγματος. 5 Καὶ ἡ πρότασις αὐτὴ τῶν ἀποστόλων ἐφάνη ἀρεστὴ εἰς ὁλόκληρον τὸ πλῆθος τῆς Ἐκκλησίας. Καὶ ἐξέλεξαν τὸν Στέφανον, ἄνδρα γεμᾶτον ἀπὸ πίστιν εἰς τὸν Χριστὸν καὶ ἀπὸ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, καὶ τὸν Φίλιππον καὶ τὸν Πρόχορον καὶ τὸν Νικάνορα καὶ τὸν Τίμωνα καὶ τὸν Παρμενᾶν καὶ τὸν Νικόλαον, ὅστις ὑπῆρξεν εἰδωλολάτρης ἐξ Ἀντιοχείας καὶ προτοῦ νὰ πιστεύσῃ εἰς τὸν Χριστὸν εἶχε προσελκυσθῆ εἰς τὸν Ἰουδαϊσμόν. 6 Αὐτοὺς τοὺς ἑπτὰ παρουσίασαν ἐνώπιον τῶν ἀποστόλων, καὶ οἱ ἀπόστολοι, ἀφοῦ προσηυχήθησαν, ἔθεσαν ἐπ’ αὐτῶν τὰς χεῖρας, διὰ νὰ τοὺς μεταδοθῇ ἡ θεία χάρις, ἡ ἀναγκαία διὰ τὴν ἐπιτυχῆ διεξαγωγὴν τῆς διακονίας των. 7 Καὶ τὸ κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ προώδευε καὶ διεδίδετο καὶ ὁ ἀριθμὸς τῶν μαθητῶν εἰς τὰ Ἱεροσόλυμα ἐπληθύνετο πάρα πολύ, καὶ πλῆθος πολὺ ἀπὸ τοὺς ἱερεῖς τῶν Ἰουδαίων ἀπεδέχοντο τὰς ἀληθείας τῆς πίστεως καὶ ὑπετάσσοντο εἰς αὐτάς.
 
«Πᾶνος»  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου