Πέμπτη, 25 Ιουλίου 2019

Αιρετικοί είναι μόνο όσοι καταδικάστηκαν από Ορθόδόξη Σύνοδο; ΟΧΙ:



Ὁ ἅγ. Θεόδωρος ὁ Στουδίτης ἐπί τοῦ θέματος τούτου ἀναφέρει τά ἑξῆς: 

«...εἰδυῖα ὅτι αἵρεσις, φεύγῃ τήν αἵρεσιν, ἤγουν τούς αἱρετικούς, τοῦ μήτε κοινωνεῖν αὐτοῖς μήτε ἀναφέρειν ἐν τῇ εὐαγεστάτῃ αὐτῆς μονῇ ἐπί τῆς θείας Λειτουργίας˙ ὅτι μέγισται ἀπειλαί κεῖνται παρά τῶν ἁγίων ἐκφωνηθεῖσαι τοῖς συγκαταβαίνουσιν αὐτοῖς μέχρι καί ἑστιάσεως. 

εἰ δέ λέγοι ἡ ὁσιότης σου, πῶς αὐτῇ πρό τῆς λεηλασίας τοῦτο οὐκ εἴπομεν, ἀλλ’ ὅτι καί ἡμεῖςἐμνημονεύομεν τῶν ἐν τῇ Βυζαντίδι, ἐκεῖνο γινωσκέτω, ὅτι οὕπω σύνοδος ἦν οὐδέ ἐκφωνηθέν ὑπῆρχε τό πονηρόν δόγμα καί ἀνάθεμα˙ 

καί πρό τούτων οὐκἦν ἀσφαλές ἀποστῆναι τῶν παρανομούντων τελείως ἤ τό φεύγειν μόνον τήν προφανῆ κοινωνίαν αὐτῶν, οἰκονομίᾳ δέ πρεπούσῃ, ἀναφέρειν ἕως καιροῦ.

ἐπεί δέ ἐξῆλθεν εἰς προῦπτον ἡ αἱρετική ἀσέβεια διά συνόδου εἰς τοὐμφανές, δεῖ ἄρτι καί τήν σήν εὐλάβειαν σύν πᾶσιν ὀρθοδόξοις παρρησιάζεσθαι διά τοῦμή κοινωνεῖν τοῖς κακοδόξοις μηδέ ἀναφέρειν τινά τῶν ἐν τῇ μοιχοσυνόδῳεὑρεθέντων ἤ ὁμοφρονούντων αὐτῇ. καί γέ δίκαιον, ὅσιε πάτερ, κατά πάντα σε ὄντα φερωνύμως θεόφιλον, φιλεῖν καί ἐν τούτῳ τόν θεόν˙

ἐχθρούς γάρ θεοῦ ὁ Χρυσόστομος οὐ μόνον τούς αἱρετικούς, ἀλλά καί τούς τοῖς τοιούτοις κοινωνοῦντας μεγάλῃ καί πολλῇ τῇ φωνῇ ἀπεφήνατο» (Ἐπιστολή 39, Θεοφίλῳ ἡγουμένῳ, Φατοῦρος σελ. 113, στιχ. 51· Ρ.G. 99, 1045D).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου