Σάββατο 23 Απριλίου 2022

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τοῦ Μεγάλου Σαββάτου 23 Ἀπριλίου 2022

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 1 - 20

1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. 5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9 ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. 11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες· 13 Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσωμεν. 15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 1 - 20

1 Αργὰ δὲ κατὰ τὴν νύκτα τοῦ Σαββάτου, τὴν ὥραν ποὺ ἐξημέρωνεν ἡ πρώτη ἡμέρα τῆς ἑβδομάδος, ἦλθεν ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία διὰ νὰ ἴδουν τὸν τάφον. 2 Καὶ ἰδοὺ ἔγινε σεισμὸς μεγάλος, διότι ἄγγελος Κυρίου, ἀφοῦ κατέβη ἀπὸ τὸν οὐρανὸν καὶ ἦλθε κοντὰ εἰς τὸ μνημεῖον, ἐκύλισε τὴν πέτραν ἀπὸ τὴν θύραν καὶ ἐκάθητο ἐπάνω εἰς αὐτήν. 3 Ἦτο δὲ τὸ ἐξωτερικόν του σχῆμα καὶ τὸ πρόσωπόν του λαμπρὸν σὰν ἀστραπὴ καὶ τὸ φόρεμά του ἄσπρο σὰν τὸ χιόνι. 4 Ἀπὸ τὸν φόβον δέ, τὸν ὁποῖον προεκάλεσε, συνεκλονίσθησαν οἱ φρουροὶ καὶ ἔγιναν σὰν νεκροί. 5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν εἰς τάς γυναῖκας· Μὴ φοβεῖσθε σεῖς· διότι γνωρίζω, ὅτι ζητεῖτε μὲ πόθον καὶ εὐλάβειαν τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον. 6 Δὲν εἶναι ἐδῶ.Διότι ἀνέστη, ὅπως εἶπεν· Ἐλᾶτε καὶ ἴδετε τὸν τόπον, ὅπου ἔκειτο ὁ Κύριος. 7 Καὶ ἀφοῦ ὑπάγετε γρήγορα, εἴπατε εἰς τοὺς μαθητάς του, ὅτι ἀνέστη ἀπὸ τοὺς νεκροὺς καὶ ἰδοὺ πηγαίνει προτήτερα ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ θὰ τὸν ἴδητε.Ἰδοὺ σᾶς εἶπα ἐκεῖνο, ποὺ ἔλαβα ἐντολὴν νὰ σᾶς εἴπω. 8 Καὶ αἱ γυναῖκες, ἀφοῦ γρήγορα ἐβγῆκαν ἀπὸ τὸ μνημεῖον μὲ φόβον ἕνεκα τῆς ἀγγελικῆς ὀπτασίας καὶ μὲ χαρὰν μεγάλην ἕνεκα τοῦ χαρμοσύνου ἀγγέλματος, ἔτρεξαν νὰ εἶπουν αὐτὰ ὅλα εἰς τοὺς μαθητάς. 9 Καθὼς δὲ ἐπήγαιναν νὰ εἶπουν αὐτὰ εἰς τοὺς μαθητάς του, καὶ ἰδοὺ ὁ Ἰησοῦς τὰς συνήντησε καὶ εἶπε· Χαίρετε.Αὐταὶ δέ, ἀφοῦ ἐπλησίασαν, δὲν ἐτόλμησαν νὰ τὸν ἐγγίσουν εἰς τὸ σῶμα, ἀλλὰ μὲ εὐλάβειαν πολλὴν ἔπιασαν μόνον τοὺς πόδας του καὶ τὸν ἐπροσκύνησαν. 10 Τότε λέγει εἰς αὐτὰς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε.Πηγαίνετε καὶ ἀναγγείλατε εἰς τοὺς ἀδελφούς μου, ἵνα ἀπέλθουν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ θὰ μὲ ἴδουν. 11 Ὅταν δὲ αὐταὶ ἐπήγαιναν νὰ ἀναγγείλουν ταῦτα εἰς τοὺς Ἀποστόλους, ἰδοὺ μερικοὶ ἀπὸ τὴν φρουράν, ποὺ εἶχε τεθῇ εἰς τὸν τάφον, ἦλθον εἰς τὴν πόλιν, καὶ ἀνήγγειλαν εἰς τοὺς ἀρχιερεῖς ὅλα, ὅσα εἶχον γίνει. 12 Καὶ ἀφοῦ συνήχθησαν ἐκεῖνοι μαζὶ μὲ τοὺς προεστοὺς καὶ ἔκαμαν σύσκεψιν, ἔδωκαν μεγάλο ποσὸν ἀργύρων νομισμάτων εἰς τοὺς στρατιώτας καὶ εἶπαν· 13 Εἴπατε, ὅτι οἱ μαθηταί του ἦλθαν ἐν καιρῷ νυκτὸς καὶ ἔκλεψαν αὐτόν, ὅταν ἡμεῖς ἐκοιμώμεθα. 14 Καὶ ἐὰν καταγγελθῇ αὐτὸ ἐνώπιον τοῦ ἡγεμόνος, ἡμεῖς θὰ τὸν πείσωμεν καὶ θὰ σᾶς ἀπαλλάξωμεν ἀπὸ κάθε ἀνησυχίαν. 15 Αὐτοὶ δὲ ἀφοῦ ἐπῆραν τὰ χρήματα, ἔκαμαν σύμφωνα μὲ τᾳς ὁδηγίας, ποὺ ἔλαβον.Καὶ διελαλήθη ὁ λόγος αὐτὸς περὶ τῆς δῆθεν κλοπῆς τοῦ σώματος μεταξὺ τῶν Ἰουδαίων μέχρι τῆς σήμερον ἡμέρας. 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός. Ἀμήν.
 
 

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ϛ´ 3 - 11

3 ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; 4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, 6 τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· 7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. 8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, 9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. 10 ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. 11 οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ϛ´ 3 - 11

3 Ἢ δὲν ἠξεύρετε, ὅτι ὅσοι ἐβαπτίσθημεν μὲ πίστιν εἰς τὸν ἸησοῦνΧριστόν, συνταυτίσαντες τὴν ὕπαρξίν μας πρὸς αὐτόν, ἐγίναμεν διὰ τοῦ βαπτίσματος μέτοχοι τοῦ σταυρικοῦ του θανάτου καὶ ὁ παλαιός μας ἄνθρωπος τῆς ἁμαρτίας ἐσταυρώθη καὶ ἀπέθανεν, ὅπως καὶ ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ; 4 Ἐθαφθήκαμε λοιπὸν μαζὶ μὲ Αὐτὸν διὰ τοῦ βαπτίσματος, τὸ ὁποῖον μᾶς ἔκαμε συγκοινωνοὺς τοῦ θανάτου του, ἵνα, καθὼς ἀκριβῶς ἀνεστήθη ὁ Χριστὸς ἐκ νεκρῶν διὰ τῆς ἐνδόξου δυνάμεως τοῦ Πατρός, ἔτσι καὶ ἡμεῖς ἀναστηθῶμεν εἰς νέαν ἐνάρετον καὶ ἁγίαν ζωὴν καὶ συμμορφώσωμεν τὴν διαγωγήν μας πρὸς τὰς ἀπαιτήσεις τῆς ζωῆς ταύτης. 5 Ναί· ἀνεστήθημεν καὶ ἡμεῖς εἰς νέαν ἁγίαν ζωήν. Διότι, ἐὰν σὰν τὰ μαζὶ φυτευμένα καὶ θρεμμένα δέντρα ἔχωμεν γίνει ἕνα μὲ τὸν Χριστὸν εἰς τὸ βάπτισμα, ποὺ εἶναι ὁμοίωμα τοῦ θανάτου του, κατὰ φυσικὴν συνέπειαν θὰ γίνωμεν ἕνα καὶ εἰς τὴν ἀνάστασίν Του. 6 Θὰ γίνωμεν δὲ ἕνα μὲ τὸν Χριστὸν καὶ εἰς τὴν ἀνάστασίν Του ὑπὸ ἕνα ὅρον, ἐὰν δηλαδὴ γνωρίζωμεν, ὅτι ἡ διεφθαρμένη ἀπὸ τὴν ἁμαρτίαν φύσις, ποὺ ἐκληρονομήσαμεν ἀπὸ τὸν Ἀδάμ, ἐσταυρώθη μαζὶ μὲ τὸν Χριστὸν μυστηριακῶς διὰ τοῦ βαπτίσματος, διὰ νὰ γίνῃ ἀδρανὲς καὶ πεθαμένον τὸ δουλωμένον εἰς τὴν ἁμαρτίαν σῶμα μας, ὥστε νὰ μὴ γίνεται ὅργανον αὐτῆς καὶ νὰ μὴ εἴμεθα πλέον δοῦλοι καὶ σκλάβοι εἰς τὴν ἁμαρτίαν. 7 Καὶ δὲν πρέπει κατ’ οὐδένα λόγον νὰ εἴμεθα πλέον δοῦλοι τῆς ἁμαρτίας, ἀφοῦ ἀπεθάνομεν μαζὶ μὲ τὸν Χριστὸν διὰ τοῦ βαπτίσματος. Διότι ὅποιος ἀπέθανεν ἔχει παύσει ἀπὸ τοῦ νὰ ἀμαρτάνη, καθ’ ὅσον ὁ πεθαμένος καὶ νεκρός, οὔτε ἀπὸ τὴν ἁμαρτίαν πειράζεται πλέον, οὔτε δύναται νὰ ἐνεργήσῃ ὁποιανδήποτε ἁμαρτίαν ἢ πρᾶξιν. 8 Δὲν εἴμεθα ὅμως καὶ ἐξ ὁλόκλήρου νεκροὶ καὶ πεθαμένοι. Ἐὰν ἀπεθάναμεν διὰ τοῦ βαπτίσματος μαζὶ μὲ τὸν Χριστὸν ὡς πρὸς τὴν ἁμαρτίαν, ζῶντες ἤδη μετ’ αὐτοῦ τὴν ζωὴν τῆς χάριτος ἔχομεν πεποίθησιν, ὅτι καὶ θὰ ζήσωμεν μαζί του τὴν μακαρίαν ζωὴν τῆς αἰωνιότητος. 9 Ἔχομεν δὲ τὴν πεποίθησιν αὐτήν, διότι γνωρίζομεν, ὅτι ὁ Χριστὸς ἀναστηθεὶς ἐκ νεκρῶν δὲν πεθαίνει πλέον· ὁ θάνατος δὲν ἔχει πλέον ἐξουσίαν ἐπ’ αὐτοῦ καὶ δὲν δύναται νὰ τὸν κυριεύσῃ. 10 Καὶ δὲν τὸν κυριεύει πλέον ὁ θάνατος, διότι καὶ τότε ποὺ ἀπέθανεν, ἀπέθανε μιὰ φορὰ γιὰ πάντα διὰ νὰ καταλύσῃ τὴν ἁμαρτίαν. Τὴν ζωὴν δέ, τὴν ὁποίαν ζῇ τώρα ἀναστηθεὶς ἐκ νεκρῶν, ζῇ διὰ νὰ δοξάζῃ τὸν Θεὸν μεταδίδων εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων τὴν ἁγίαν καὶ μακαρίαν καὶ ἀθάνατον ζωὴν τοῦ Θεοῦ. 11 Ὅπως δὲ ὁ Χριστὸς ζῇ διὰ τὸν Θεόν, ἔτσι καὶ σεῖς νὰ θεωρῆτε τοὺς ἑαυτούς σας πεθαμένους μὲν καὶ νεκροὺς ὡς πρὸς τὴν ἁμαρτίαν, ζωντανοὺς δὲ διὰ τὸν Θεόν, ἐνωμένους μὲ τὸν Ἰησοῦν Χριστόν, ὁ ὁποῖος εἶναι ὁ Κύριός μας.
 
 
«Πᾶνος»  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου