ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53
36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Α´ 1 - 12
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. 12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Α´ 1 - 12
1 Τὸ πρῶτον βιβλίον, τὸ ὁποῖον καλεῖται Εὐαγγέλιον, συνέγραψα, ὦ Θεοφίλε, διὰ νὰ ἐξιστορήσω εἰς αὐτὸ περιληπτικῶς ὅλα, ὅσα ἔκαμε καὶ ἐδίδαξεν ὁ Ἰησοῦς ἀπὸ τὴν ἀρχὴν τῆς δημοσίας δράσεώς του 2 μέχρι τῆς ἡμέρας, κατὰ τὴν ὁποίαν ἀνελήφθη εἰς τοὺς οὐρανούς, ἀφοῦ προηγουμένως μὲ συνεργὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἔδωκεν ἐντολὰς εἰς τοὺς ἀποστόλους, τοὺς ὁποίους ὁ ἴδιος ἐξέλεξεν. 3 Εἰς αὐτοὺς δὲ τοὺς ἰδίους παρουσίασε τὸν ἑαυτόν του ζωντανὸν μετὰ τὸ πάθημά του. Καὶ διὰ μέσου πολλῶν ἀποδείξεων τοὺς ἐβεβαίωσεν, ὅτι πράγματι ἦτο ζωντανός. Παρουσιάζετο δὲ κατὰ διαλείμματα ἐπὶ τεσσαράκοντα ἡμέρας, κατὰ τὰς ὁποίας ἐνεφανίζετο εἰς αὐτοὺς καὶ ὡμίλει περὶ τῶν ἀληθειῶν καὶ μυστηρίων τῶν ἀναφερομένων εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 4 Καὶ ἐνῷ ἔτρωγε μαζί τους τὴν αὐτὴν μὲ ἐκείνους τροφήν, τοὺς ἔδωκε τὴν παραγγελίαν νὰ μὴ ἀπομακρύνωνται ἀπὸ τὰ Ἱεροσόλυμα, ἀλλὰ νὰ περιμένουν τὴν πραγματοποίησιν τῆς ὑποσχέσεως περὶ τοῦ Ἁγίου Πνεύματος, τὸ ὁποῖον θὰ ἔστελλεν ὁ Πατὴρ καὶ τὴν ὁποίαν ὑπόσχεσιν, ἔλεγεν εἰς αὐτοὺς ὁ ἀναστὰς Κύριος, ἠκούσατε ἀπὸ τὸ στόμα μου. 5 Εἶναι δὲ ἀνάγκη νὰ περιμένετε, ὅπως λάβετε τὸ Ἅγιον Πνεῦμα, διότι ὁ Ἰωάννης μὲν ἐβάπτισε μὲ ἁπλοῦν νερὸν καὶ τὸ βάπτισμα τοῦ συνεπῶς δὲν εἶχε τὴν δύναμιν νὰ ἀναγεννήσῃ ἐκείνους, ποὺ τὸ ἐλάμβανον. Σεῖς ὅμως θὰ βαπτισθῆτε μὲ τὸ Ἅγιον Πνεῦμα ὄχι πολλὰς ἡμέρας ὕστερον ἀπὸ αὐτάς, ποὺ διερχόμεθα. 6 Ὕστερον λοιπὸν ἀπὸ τὰς ἐλπίδας αὐτάς, ποὺ ἔδωκεν ὁ Χριστὸς εἰς τοὺς μαθητάς του, ἦλθαν ὅλοι μαζὶ καὶ τὸν ἠρώτων λέγοντες· Κύριε, εἰπέ μας, ἐὰν κατὰ τὸ χρονικὸν διάστημα τῶν ἡμερῶν αὐτῶν πρόκειται νὰ ἀποκαταστήσῃς εἰς τὴν παλαιάν της δύναμιν καὶ δόξαν τὴν βασιλείαν διὰ τὸν Ἰσραήλ; 7 Ὁ Ἰησοῦς ὅμως εἶπε πρὸς αὐτούς: Δὲν ἀνήκει εἰς σᾶς καὶ δὲν εἶναι ἰδικόν σας δικαίωμα νὰ γνωρίσετε τὰ χρόνια ἢ τοὺς ὡρισμένους μῆνας καὶ ἡμέρας, τὰ ὁποῖα ὁ Πατὴρ ἐκράτησεν εἰς τὴν ἀποκλειστικὴν ἐξουσίαν του, ὥστε αὐτὸς μόνος νὰ τὰ γνωρίζῃ καὶ αὐτὸς μόνος νὰ φέρῃ εἰς πέρας ὅσα κατὰ τὴν διαρκειαν αὐτῶν θὰ συντελεσθοῦν. 8 Θὰ λάβετε ὅμως ἐνίσχυσιν καὶ δύναμιν, ὅταν ἔλθῃ ἐπάνω σας τὸ Ἅγιον Πνεῦμα καὶ θὰ εἶσθε μάρτυρες τοῦ βίου μου καὶ τῆς διδασκαλίας μου καὶ εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὅλην τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν καὶ ἕως τὸ ἔσχατον καὶ τὸ πλέον μακρυνὸν σημεῖον τῆς γῆς. 9 Καὶ ἀφοῦ εἶπεν αὐτά, ἐνῷ ἐκεῖνοι τὸν ἔβλεπαν, ὑψώθη πρὸς τὰ ἐπάνω καὶ σύννεφον παρουσιάσθη σὰν ἄλλο ὄχημα ὑποκάτω του καὶ τὸν ἐπῆρεν ἀπὸ τὰ μάτια τους. 10 Καὶ ἐνῷ εἶχαν καρφωμένα τὰ βλέμματά τους εἰς τὸν οὐρανόν, τότε ἀκριβῶς, ποὺ ἀνέβαινεν ἐκεῖ ὁ Κύριος, ἰδοὺ δύο ἄγγελοι, ποὺ ἐνεφανίσθησαν ὡς ἄνδρες, ἐστάθησαν κοντά τους μὲ φορέματα λευκά. 11 Καὶ εἶπαν οὗτοι πρὸς αὐτούς· Ἄνδρες Γαλιλαῖοι, διατὶ στέκεσθε καὶ παρατηρεῖτε μὲ βλέμμα ἀκίνητον εἰς τὸν οὐρανόν; Ὁ Ἰησοῦς αὐτός, ὁ ὁποῖος ἀνελήφθη ἀπὸ σᾶς εἰς τὸν οὐρανόν, θὰ ἔλθῃ κατὰ τὸν ἴδιον τρόπον, μὲ τὸ σῶμα του δηλαδὴ καὶ καθήμενος ἐπάνω εἰς σύννεφον, ὅπως καὶ τώρα γεμᾶτοι θαυμασμὸν καὶ κατάπληξιν τὸν εἴδατε νὰ πηγαίνῃ εἰς τὸν οὐρανόν. 12 Τότε οἱ Ἀπόστολοι ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ ἐλέγετο Ἐλαιών, καὶ εἶναι πλησίον τῆς Ἱερουσαλήμ εἰς ἀπόστασιν τὀσην, ὅση ἐπετρέπετο να βαδίσουν οἱ Ἰουδαῖοι κατὰ τὸ Σάββατον.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου