Εὐαγγέλιον
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 1 - 38
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ τὴν ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. 23 ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. 24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦς τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 1 - 38
1 Όταν δὲ ἔγινε πρωΐ, ἔκαμαν σύσκεψιν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ ἐπιτύχουν τὴν ἐκτέλεσιν τῆς θανατικῆς ποινῆς του. 2 Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἐπῆραν ἀπ’ ἐκεῖ καὶ τὸν παρέδωκαν εἰς τὸν Πόντιον Πιλᾶτον τὸν ἡγεμόνα. 3 Τότε σὰν εἶδεν ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε μὲ προδοσίαν εἰς τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς κατεδικάσθη, μετεμελήθη καὶ ἐπέστρεψε τὰ τριάκοντα ἀργυρὰ νομίσματα εἰς τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους 4 καὶ εἶπεν· Ἡμάρτησα παραδώσας αἷμα ἀθῷον διὰ νὰ χυθῇ.Αὐτοὶ δὲ εἶπαν· Τί μᾶς ἐνδιαφέρει αὐτό; Σὺ θὰ φροντίσῃς νὰ ἀπαλλαγῇς ἀπὸ τὴν εὐθύνην καὶ σὺ θὰ δώσῃς λόγον δι’ αὐτό. 5 Καὶ ἀφοῦ ἔρριψε τὰ ἀργυρᾶ νομίσματα εἰς τὸν περίβολον τοῦ ναοῦ, ἀνεχώρησε καὶ ἐπῆγε καὶ ἐπνίγη μὲ σχοινίον. 6 Οἱ δὲ ἀρχιερεῖς, ἀφοῦ ἐπῆραν τὰ ἀργυρᾶ νομίσματα, εἶπαν· Δὲν ἐπιτρέπεται νὰ τὰ ρίψωμεν εἰς τὸ θησαυροφυλάκιον τοῦ ναοῦ ὡς ἱερὸν ἀφιέρωμα, διότι μὲ αὐτὰ ἠγοράσθη ζωὴ ἀνθρώπου καὶ ἐδόθησαν ὡς ἀμοιβὴ διὰ τὸ ἀνθρώπινον αἷμα, ποὺ μετ’ ὀλίγον θὰ χυθῇ. 7 Ἀφοῦ δὲ ἔκαμαν σύσκεψιν, ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, διὰ νὰ εἶναι τόπος ταφῆς τῶν ξένων Ἰουδαίων, ποὺ ὡς ταξιδιῶται καὶ προσκυνηταὶ ἤρχοντο εἰς τὰ Ἱεροσόλυμα. 8 Δι’ αὐτὸ ὠνομάσθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος μέχρι τῆς σήμερον. 9 Τότε ἐπαλήθευσεν ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου: Καὶ ἔλαβαν τὰ τριάκοντα ἀργυρᾶ νομίσματα, τὸ ἀντίτιμον τοῦ ἀνεκτιμήτου Χριστοῦ, τοῦ ὁποίου τὸ τίμημα καὶ τὸ ποσὸν τῆς πληρωμῆς διὰ τὸν φόνον του ἐκανόνισαν μερικοὶ ἀπὸ τοὺς υἱοὺς Ἰσραήλ. 10 Καὶ τὰ ἔδωκαν διὰ τὸν ἀγρὸν τοῦ κεραμίδα, καθὼς μὲ διέταξεν ὁ Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπρὸς εἰς τὸν ἡγεμόνα.Καὶ τὸν ἠρώτησεν ὁ ἡγεμὼν καὶ εἶπε· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς εἶπε· Σύ, χωρὶς νὰ ἐννοῇς καὶ τὸν πνευματικὸν χαρακτῆρα τῆς βασιλείας μου, λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων. 12 Καὶ ὅταν τὸν κατηγοροῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, δὲν ἔδωκε καμμίαν ἀπόκρισιν. 13 Τότε λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος· Δὲν ἀκούεις, πόσα μαρτυροῦν ἐναντίον σου; 14 Καὶ δὲν ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς οὔτε εἰς ἕνα λόγον του, ὥστε νὰ θαυμάζῃ ὁ ἡγεμὼν πάρα πολὺ διὰ τὴν γαλήνην καὶ ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἰς στιγμάς, ποὺ τόσον ἀσυνείδητα ἐσυκοφαντεῖτο καὶ τόσον πολὺ ἐκινδύνευεν αὐτὴ ἡ ζωή του. 15 Κάθε ἑορτὴν δὲ τοῦ Πάσχα συνήθιζεν ὁ ἡγεμὼν νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν τοῦ ὄχλου ἕνα φυλακισμένον, ὅποιον ἤθελεν ὁ λαός. 16 Εἶχαν δὲ τότε κάποιον φυλακισμένον ξακουστὸν διὰ τὰ ἐγκλήματά του, ποὺ ὠνομάζετο Βαραββᾶς. 17 Ἐνῷ λοιπὸν αὐτοὶ ἦσαν συναγμένοι, τοὺς εἶπεν ὁ Πιλᾶτος· Ποῖον θέλετε νὰ σᾶς ἐλευθερώσω; τὸν Βαραββᾶν ἢ τὸν Ἰησοῦν ποὺ λέγεται Χριστός; Καὶ προσεπάθει ἔτσι ὁ Πιλᾶτος, ἔστω καὶ μὲ τὸν τρόπον αὐτόν, νὰ σώσῃ τὸν Ἰησοῦν. 18 Διότι ἐγνώριζεν, ὅτι ἕνεκα φθόνου τὸν παρέδωκαν. 19 Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ἔστειλε πρὸς αὐτὸν ἡ γυναῖκα του καὶ τοῦ εἶπε· Μὴ ἀναλάβῃς εὐθύνας διὰ τὸν δίκαιον αὐτὸν καὶ μὴ ἔχῃς τίποτε μὲ τὸν ἀθῷον αὐτόν.Διότι πολλὰς ἀνησυχίας καὶ φόβους ἔπαθα σήμερον εἰς τὸ ὄνειρόν μου ἕνεκα αὐτοῦ. 20 Οἱ ἀρχιερεῖς ὅμως καὶ οἱ προεστῶτες ἔπεισαν ἐν τῷ μεταξὺ τὰ πλήθη τοῦ λαοῦ νὰ ζητήσουν τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν νὰ θανατώσουν. 21 Λαβὼν δὲ τὸν λόγον ὁ ἡγεμὼν εἶπεν εἰς αὐτούς· Ποῖον ἀπὸ τοὺς δύο θέλετε νὰ σᾶς ἀφήσω ἐλεύθερον; Αὐτοὶ δὲ εἶπαν· Τὸν Βαραββάν. 22 Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τί λοιπὸν νὰ κάμω τὸν Ἰησοῦν, ποὺ λέγεται Χριστός; Λέγουν εἰς αὐτὸν ὅλοι· Νὰ σταυρωθῇ. 23 Ὁ ἡγεμὼν ὅμως εἶπεν· Ἀλλὰ διατί; Ποῖον κακὸν ἔπραξεν; Αὐτοὶ δὲ περισσότερον ἐκραύγαζον καὶ ἔλεγον· Νὰ σταυρωθῇ. 24 Σὰν εἶδε λοιπὸν ὁ Πιλᾶτος, ὅτι καμμίαν ὠφέλειαν δὲν ἔφεραν, ἀλλ’ ὁ θόρυβος ἐγίνετο μεγαλύτερος, ἐπῆρε νερὸ καὶ ἔνιψε καλὰ τὰ χέρια του ἐμπρὸς εἰς τὸ πλῆθος καὶ εἶπεν· Εἶμαι ἀθῷος ἀπὸ τὸ αἷμα αὐτοῦ τοῦ δικαίου ἀνθρώπου.Εἰς σᾶς θὰ πέσῃ ἡ εὐθύνῃ καὶ σεῖς θὰ φροντίσετε νὰ ἀπαλλαγῆτε ἀπὸ τὴν ἐνοχὴν διὰ τὸ ἄδικον αὐτό. 25 Καὶ ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπεν· Ἡ ἐνοχὴ καὶ ἡ εὐθύνη διὰ τὸ χύσιμον τοῦ αἵματός του ἂς ἔλθῃ ἐπάνω μας καὶ ἐπᾶνω εἰς τὰ παιδιά μας. 26 Τότε τοὺς ἀφῆκεν ἐλεύθερον τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ διέταξε καὶ τὸν ἐμαστίγωσαν, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, ἀφοῦ παρέλαβον τὸν Ἰησοῦν καὶ τὸν ὡδήγησαν εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ παλατιοῦ, ποὺ ἔμενεν ὁ ἐπιτρόπος τῆς Ρώμης, ἐμάζευσαν τριγύρω του ὅλην τὴν φρουράν. 28 Καὶ ἀφοῦ τὸν ἔγδυσαν, ἐπειδὴ ἤθελαν νὰ διακωμῳδήσουν τὰς βασιλικάς του ἀξιώσεις, τὸν ἔνδυσαν μὲ κόκκινον μανδύαν. 29 Καὶ ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, ἔβαλαν αὐτὸν ἐπὶ τῆς κεφαλῆς του ἀντὶ στέμματος καὶ τοῦ ἔδωκαν ἀντὶ σκήπτρου βασιλικοῦ κάλαμον εἰς τὴν δεξιάν του καὶ ἀφοῦ ἐγονάτισαν ἐμπρός του, τὸν ἐνέπαιζον καὶ ἔλεγον· Χαῖρε, ὦ βασιλεῦ τῶν Ἰουδαίων. 30 Καὶ ἀφοῦ τὸν ἔπτυσαν, τὸν κάλαμον καὶ ἐκτυποῦσαν εἰς τὴν κεφαλήν του. 31 Καὶ ὅταν τὸν ἐνέπαιξαν, τοῦ ἔβγαλαν τὸν μανδύαν καὶ τὸν ἐνέδυσαν τὰ φορέματά του καὶ τὸν ἐπῆγαν διὰ νὰ τὸν σταυρώσουν. 32 Ὅταν δὲ ἔβγαιναν ἀπὸ τὴν πόλιν, ηὗραν ἄνθρωπον, ἀπὸ τὴν Κυρήνην καταγόμενον, ποὺ ὠνομάζετο Σίμων.Αὐτὸν ἠγγάρευσαν διὰ νὰ σηκώσῃ τὸν σταυρόν του, ἐπειδὴ ὁ Ἰησοῦς δὲν ἀντεῖχε πλέον νὰ τὸν βαστάζῃ μέχρι τέλους. 33 Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον, ποὺ ἐλέγετο Γολγοθᾶ, ὅνομα τὸ ὁποῖον μεταφραζόμενον σημαίνει τόπος κρανίου 34 τοῦ ἔδωκαν νὰ πίῃ ξίδι ἀναμεμιγμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν νάρκωσιν καὶ μὴ αἱσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν οἱ σταυρωταὶ εἰς τὴν ἐκτέλεσίν της.Καὶ ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πίῃ. 35 Ὅταν δὲ τὸν ἐσταύρωσαν, διεμοίρασαν τὰ ἐνδύματά του ρίψαντες λαχνόν, 36 καὶ ἐκάθηντο καὶ τὸν ἐφύλατταν ἐκεῖ. 37 Καὶ ἐτοποθέτησαν ἐπάνω ἀπὸ τὴν κεφαλήν του τὴν κατηγορίαν τοῦ γραμμένην· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυρώνονται μαζί του δύο λῃσταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά του.
Ἀπόστολος
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Α´ 18 - 31
18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. 26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Β´ 1 - 2
1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Α´ 18 - 31
18 Πράγματι δὲ εἰς τὴν θείαν δύναμιν του ὀφείλεται ἡ διάδοσίς του, διότι τὸ περὶ τοῦ σταυροῦ κήρυγμα εἰς ἐκείνους μέν, ποὺ βαδίζουν τὸν δρόμον τῆς ἀπωλείας, φαίνεται μωρία καὶ κουταμάρα. Εἰς ἡμᾶς ὅμως ποὺ εἴμεθα εἰς τὸν δρόμον τῆς σωτηρίας, εἶναι δύναμις Θεοῦ, ποὺ σώζει. 19 Ναί· τοὺς φαίνεται μωρία καὶ δὲν ἠμποροῦν νὰ νοιώσουν τὴν δύναμιν τοῦ εὐαγγελίου, καίτοι παρουσιάζονται μὲ τὴν ἀξίωσιν, ὅτι εἶναι σοφοί. Διότι ἔχει γραφῆ ἀπὸ τὸν Ἡσαΐαν, ποὺ ὡμίλησεν ἐξ ὀνόματος τοῦ Θεοῦ· θὰ ἐξαφανίσω τὴν σοφίαν αὐτῶν, ποὺ παρουσιάζονται ὡς σοφοί, καὶ θὰ παραμερίσω ὡς ἀνωφελῆ καὶ ἄχρηστον τὴν φρόνησιν ἐκείνων, ποὺ κομπάζουν μὲ τὴν ἰδέαν, ὅτι εἶναι συνετοί. 20 Ποῦ ὑπάρχει τώρα σοφός; Ποῦ ὑπάρχει ἔμπειρος διδάσκαλος τοῦ μωσαϊκοῦ νόμου; Ποῦ ἐπιδέξιος συζητητὴς τῆς ἀπίστου καὶ ἀθέου αὐτῆς ἐποχῆς; Δὲν ἀπέδειξεν ὁ Θεὸς μωρὰν τὴν σοφίαν τῶν ἀνθρώπων, ποὺ ἔχουν τὰ κοσμικὰ φρονήματα τῆς ἐποχῆς μας; 21 Καὶ ἡ ἀποδοκιμασία αὐτὴ τοῦ Θεοῦ ἔγινεν ἐν πάσῃ δικαιοσύνῃ. Διότι, ἀφοῦ διὰ μέσου τῆς σοφίας τοῦ Θεοῦ, ἡ ὁποία καταφαίνεται εἰς τὰ δημιουργήματά του, δὲν ἐγνώρισαν οἰ ἄνθρωποι μὲ τὴν ἔμφυτον λογικὴν καὶ τὴν ἄλλην σοφίαν τους τὸν Θεόν, ἀπεφάσισεν ἐν τῇ ἀγαθότητί του ὁ Θεὸς νὰ σώσῃ ὅλους, ὅσοι θὰ πιστεύσουν εἰς κάθε ἐποχήν, μὲ τὸ κήρυγμα, ποὺ φαίνεται μωρὸν καὶ ἀνόητον εἰς τοὺς σοφοὺς τοῦ ἁμαρτωλοῦ κόσμου. 22 Φαίνεται δὲ μωρὸν καὶ ἀνόητον, ἐπειδὴ καὶ οἰ Ἰουδαῖοι ἀπαιτοῦν ὑπερφυσικὸν σημεῖον διὰ νὰ πιστεύσουν. Καὶ οἰ Ἕλληνες ζητοῦν συλλογισμοὺς φιλοσοφικούς, ποὺ νὰ ἰκανοποιοῦν τὸ περίεργον πνεῦμα των. 23 Ἡμεῖς ὅμως κηρύττομεν τὸν Χριστόν, ποὺ ἔχει σταυρωθῆ. Καὶ ὁ ἐσταυρωμένος Χριστὸς διὰ μὲν τοὺς Ἰουδαίους, ποὺ περιμένουν τὸν Χριστὸν Μεσσίαν ὡς ἐπίγειον βασιλέα, εἶναι πρόσκομμα, ἐπὶ τοῦ ὁποίου σκοντάπτουν καὶ δὲν πιστεύουν. Διὰ δὲ τοὺς Ἕλληνας ὁ ἐσταυρωμένος Θεός, ποὺ δὲν ἐνίκησε τοὺς ἐχθρούς του, παρουσιάζεται ὡς ἰδέα μωρὰ καὶ ἀνόητος. 24 Εἰς αὐτοὺς ὅμως, τοὺς ὁποίους ὁ Θεὸς εὗρεν ἀξίους νὰ καλέσῃ εἰς τὴν σωτηρίαν, εἴτε Ἰουδαῖοι εἶναι, εἴτε Ἕλληνες, κηρύττομεν Χριστόν, ὁ ὁποῖος εἶναι Θεοῦ δύναμις, ποὺ ἀναγεννᾷ καὶ ἁγιάζει, καὶ Θεοῦ σοφία, ποὺ φωτίζει κάθε πιστόν. 25 Διότι ἐκεῖνο, ποὺ ἐνεργεῖ ὁ Θεὸς καὶ τὸ θεωροῦν οἰ ἄπιστοι ἄνθρωποι μωρὸν καὶ ἀνόητον, εἶναι σοφώτερον ἀπὸ τοὺς ἀνθρώπους, μὲ ὅ,τι καὶ ἂν ἔχουν καὶ ὅσην σοφίαν καὶ ἂν ἐπιδεικνύουν οὗτοι. Καὶ τὸ κήρυγμα τοῦ ἀσθενοῦς καὶ ἀδυνάτου κατὰ τὸ φαινόμενον Ἐσταυρωμένου, ποὺ τὸ ἐνεργεῖ δι’ ἠμῶν ὁ Θεός, εἶναι ἰσχυρότερον ἀπὸ τοὺς ἀνθρώπους, ὅσον δυνατοὶ κατὰ κόσμον καὶ ἂν εἶναι οὗτοι. 26 Καὶ ὅτι αὐτὸ ποὺ σᾶς λέγω εἶναι ἀληθές, παρατηρήσατε διὰ νὰ πεισθῆτε, ἀδελφοί, τοὺς ἑαυτούς σας, τοὺς ὁποίους ὁ Θεὸς ἐκάλεσε εἰς σωτηρίαν. Παρατηρήσατε, ὅτι δὲν εἶναι πολλοὶ ἀπὸ σᾶς σοφοὶ κατὰ κόσμον, δὲν εἶναι πολλοὶ μὲ δύναμιν καὶ ἐπιρροήν· δὲν εἶναι πολλοὶ ἀριστοκράται καὶ μὲ εὐγενῆ καταγωγήν. 27 Ἀλλὰ τουναντίον ἐξέλεξεν ὁ Θεὸς ἐκείνους, ποὺ ὁ κόσμος περιφρονεῖ ὡς μωροὺς καὶ ἀνοήτους, διὰ νὰ καταντροπιάσῃ τοὺς σοφούς, ἀντὶ τῶν ὁποίων ἐπροτίμησεν ὡς ὄργανά του τὰ μωρά. Καὶ τοὺς κατὰ κόσμον ἀδυνάτους ἐξέλεξεν ὁ Θεός, διὰ νὰ καταντροπιάσῃ ἐκείνους, ποὺ ἔχουν ἰσχυρὰν κοσμικὴν ἐπιρροήν. 28 Καὶ ἐκείνους, ποὺ κατάγονται ἀπὸ ἄσημον κατὰ κόσμον γένος καὶ τοὺς περιφρονημένους ἐξέλεξεν ὁ Θεὸς καὶ ἐκείνους, ποὺ δὲν τοὺς λογαριάζει κανεὶς διόλου σὰν νὰ μὴν ὑπῆρχον, διὰ νὰ ἀποδείξῃ τιποτένιους ἐκείνους, ποὺ ὁ κόσμος θεωρεῖ πρόσωπα ἰσχυρὰ καὶ ὑψηλά. 29 Ἔπραξε δὲ τοῦτο ὁ Θεὸς διὰ νὰ μὴ δικαιοῦται νὰ καυχηθῇ κανένας ἄνθρωπος ἐμπρὸς εἰς αὐτόν. 30 Ἀπὸ αὐτὸν δὲ καὶ σεῖς εἶσθε ἐνωμένοι μὲ τὸν Ἰησοῦν Χριστόν, ὁ ὁποῖος ἔγινεν εἰς ἡμᾶς τοὺς πιστοὺς σοφία ἀπὸ τὸν Θεὸν μὲ τὴν διδασκαλίαν του καὶ δικαίωσις μὲ τὸν θάνατον καὶ τὴν ἀνάστασίν του καὶ ἁγιασμὸς μὲ τὴν ἀνάληψίν του καὶ μὲ τὴν ἀποστολὴν τοῦ Πνεύματός του καὶ πλήρης ἀπελευθέρωσις μὲ τὴν ἔνδοξον ἐπάνοδον καὶ δευτέραν παρουσίαν του. 31 Ἔτσι κάθε χάρις πνευματική, ποὺ ἔχομεν, δὲν προέρχεται ἀπὸ ἡμᾶς, ἀλλ’ ὀφείλομεν τὸ πᾶν εἰς τὸν Χριστὸν διὰ νὰ γίνῃ σύμφωνα μὲ ἐκεῖνο, ποὺ ἔχει γραφῆ: Ὅποιος καυχᾶται, ἂς καυχᾶται ἀποδίδων τὴν δόξαν εἰς τὸν Κύριον καὶ ὄχι εἰς τὸν ἑαυτόν του.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Β´ 1 - 2
1 Ναί· τὰ μωρὰ ἐξέλεξεν ὁ Θεὸς διὰ νὰ καταντροπιάσῃ τοὺς σοφοὺς τοῦ κόσμου. Καὶ ἑγώ, ἀδελφοί, ὅταν ἦλθα εἰς σᾶς, ἦλθα νὰ σᾶς διακηρύξω τὴν μαρτυρίαν ἐκείνων, ποὺ ἔκαμεν ὁ Θεὸς διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου, ὄχι μὲ ὑπεροχὴν λόγου ἢ δεξιότητος συλλογισμῶν καὶ ἐπιχειρημάτων. 2 Καὶ δὲν σᾶς ἔδειξα ὑπεροχὴν λόγου, διότι δὲν ἐθεώρησα ἐπιτετραμμένον νὰ γνωρίζω τίποτε ἄλλο μεταξύ σας, παρὰ μόνον τὸν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ὄχι ὡς βασιλέα ἔνδοξον, ἀλλ’ ἐσταυρωμένον.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου