Ἑωθινόν
Ἦχος δ´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
Ἦχος δ´ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14
1 Μετὰ ταῦτα ἐφανέρωσε τὸν ἑαυτόν του πάλιν ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του εἰς τὴν λίμνην τῆς Τιβεριάδος. Τὸν ἐφανέρωσε δὲ κατὰ τὸν ἑξῆς τρόπον. 2 Ἦσαν μαζὶ ὁ Σίμων Πέτρος, καὶ ὁ Θωμᾶς, ποὺ ἐλέγετο Δίδυμος, καὶ ὁ Ναθαναήλ, ποὺ κατήγετο ἀπὸ τὴν Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ υἱοὶ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι δύο ἀπὸ τοὺς μαθητάς του. 3 Λέγει εἰς αὐτοὺς ὁ Σίμων Πέτρος· Πηγαίνω νὰ ψαρέψω. Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· Ἐρχόμεθα καὶ μεῖς μαζί σου. Ἐβγῆκαν λοιπὸν ἀπὸ τὸ κατάλυμά των πρὸς τὴν θάλασσαν καὶ ἐμβῆκαν ἀμέσως εἰς τὸ πλοῖον καὶ ἤρχισαν νὰ ψαρεύουν. Καὶ κατ’ ἐκείνην τὴν νύκτα δὲν ἔπιασαν τίποτε. 4 Ὅταν δὲ πλέον ἔγινε πρωΐ, ἐστάθη ὁ Ἰησοῦς στὴν ἀκρογιαλιά. Οἱ μαθηταὶ ὅμως δὲν ἀντελήφθησαν, ὅτι αὐτός, ποὺ ἐστέκετο, ἦτο ὁ Ἰησοῦς. 5 Σὰν νὰ ἦτο λοιπὸν ξένος καὶ ἄγνωστος διαβάτης, λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιὰ προσφάγι; Ἀπεκρίθησαν εἰς αὐτόν· Ὄχι. 6 Ἐκεῖνος δὲ τότε εἶπε πρὸς αὐτούς· Ρίψατε τὸ δίκτυον εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ θὰ εὕρετε. Ἔρριψαν λοιπὸν σύμφωνα μὲ τὴν σύστασιν αὐτὴν καὶ δὲν ἠμπόρεσαν νὰ τραβήξουν ἐπάνω τὸ δίκτυον ἀπὸ τὸ πλῆθος τῶν ψαριῶν, ποὺ εἶχε πιάσει. 7 Κατόπιν λοιπὸν ἀπὸ τὴν πρωτοφανῆ αὐτὴν ἐπιτυχίαν, λέγει ὁ μαθητὴς ἐκεῖνος, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, εἰς τὸν Πέτρον· Αὐτός, ποὺ τὸν ἐνομίσαμεν ὡς ξένον, εἶναι ὁ Κύριος. Ὁ Σίμων Πέτρος λοιπόν, ὅταν ἤκουσεν, ὅτι ἐκεῖ ἦτο ὁ Κύριος, ἐφόρεσε βιαστικὰ καὶ ἐζώσθη τὸν ἐργατικὸν σάκκον του, διότι μέχι τῆς στιγμῆς ἐκείνης ἦτο σχεδὸν γυμνός· καὶ ὁρμητικός, καθὼς ἦτο, ἐρρίφθη εἰς τὴν θάλασσαν, διὰ νὰ συναντήσῃ τὸ συντομώτερον τὸν Διδάσκαλον. 8 Οἱ ἄλλοι μαθηταὶ ὅμως ἦλθαν πρὸς τὸν Ἰησοῦν μὲ τὸ πλοιάριον· διότι δὲν ἦσαν μακρὰν ἀπὸ τὴν ξηράν, ἀλλ’ ἀπεῖχον περίπου διακόσιες πήχεις. Καὶ ἦλθαν σύροντες τὸ γεμᾶτον ἀπὸ τὰ συλληφθέντα ψάρια δίκτυον. 9 Εὐθὺς λοιπὸν ὡς ἀπεβιβάσθησαν εἰς τὴν ξηράν, κάθυγροι καὶ κατάκοποι καὶ πεινασμένοι, βλέπουν ἕτοιμον κατὰ γῆς σωρὸν ἀπὸ κάρβουνα ἀναμμένα καὶ ἐπάνω εἰς αὐτὸν ἕνα ψάρι καὶ χωριστὰ εἰς μικρὰν ἀπόστασιν ἕνα ἄρτον. Ηὗραν δηλαδὴ φωτιά, διὰ νὰ θερμανθοῦν καὶ ξηρανθοῦν τὰ ἐνδύματά των, καὶ φαγητὸν διὰ τὸ πρωϊνόν τους. 10 Καὶ διὰ νὰ συμπληρωθῇ τὸ πρωϊνὸν αὐτὸ καὶ ἀπὸ τὸ προϊὸν τοῦ κόπου των, λέει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Φέρετε καὶ ἀπὸ τὰ ψάρια, ποὺ ἐπιάσατε τώρα. 11 Ἐπειδὴ δὲ τὸ δίκτυον ἦτο ἀκόμη μέσα εἰς τὴν λίμνην καὶ ἕνεκα τοῦ βάρους του ἦτο δύσκολον νὰ τραβηχθῇ, ἀνέβη ὁ Σίμων Πέτρος ὡς ἐμπειρότερος ἀπὸ τοὺς ἄλλους εἰς τὸ πλοιάριον καὶ ἐτράβηξε τὸ δίκτυον εἰς τὴν ξηράν, γεμᾶτον ἀπὸ ψάρια μεγάλα ἑκατὸν πεντήκοντα τρία. Καίτοι δὲ ἦσαν τόσον πολλὰ τὰ ψάρια, δὲν ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἔλθετε τώρα νὰ πάρετε τὸ πρωϊνόν σας. Ἐν τῷ μεταξὺ δὲ κανεὶς ἀπὸ τοὺς μαθητὰς δὲν ἐτόλμα νὰ τὸν ἐξετάσῃ καὶ νὰ τὸν ἐρωτήσῃ· Ποῖος εἶσαι σύ; Διότι ἤξευραν, ὅτι εἶναι ὁ Κύριος. Καὶ συνεπῶς ᾐσθάνοντο ἀπέναντι τοῦ φόβον καὶ βαθὺν σεβασμόν. 13 Ἀφοῦ λοιπὸν κατόπιν τῆς προσκλήσεως τοῦ Ἰησοῦ ἦλθαν οἱ μαθηταὶ νὰ φάγουν, ἔρχεται ὁ Ἰησοῦς καὶ παίρνει εἰς τὰς χεῖρας του τὸν ἄρτον καὶ ἐμοίρασε τοῦτον εἰς αὐτούς, ὁμοίως δὲ καὶ τὸ ὀψάριον. 14 Αὐτὴ ἦτο ἡ τρίτη φορὰ ἕως τότε, ποὺ ἐφανερώθη ὁ Ἰησοῦς εἰς συναθροισμένους τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀνεστήθη ἐκ νεκρῶν.
Εὐαγγέλιον
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 41 - 56
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 41 - 56
41 Καὶ ἰδοὺ ἦλθεν εἰς τὸν Ἰησοῦν κάποιος ἄνθρωπος, ποὺ ὠνομάζετο Ἰάειρος. Καὶ ἦτο αὐτὸς ἄρχων τῆς συναγωγῆς. Καὶ ἀφοῦ ἔπεσε γονατιστὸς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ, τὸν παρεκάλει νὰ ἔμβῃ εἰς τὸν οἶκον του· 42 διότι εἶχε κόρην μονάκριβον περίπου δώδεκα χρόνων, καὶ αὐτὴ ἦτο εἰς τὰ τελευταῖα της καὶ ἐπέθαινεν. Ὅταν δὲ ὁ Ἰησοῦς ἐπήγαινε εἰς τὸ σπίτι τοῦ Ἰαείρου, τὰ πλήθη τοῦ λαοῦ τὸν ἐστενοχώρουν καὶ τὸν ἐπίεζον. 43 Καὶ μία γυναῖκα, ποὺ ὑπέφερεν ἀπὸ αἱμορραγίαν πρὸ δώδεκα ἐτῶν, ἡ ὁποία μαζὶ μὲ τὰ ἄλλα βάσανα τῆς ἀσθενείας εἶχεν ἐξοδεύσει ὅλην τὴν περιουσίαν της εἰς ἰατροὺς καὶ δὲν ἠδυνήθη νὰ θεραπευθῇ ἀπὸ κανένα, 44 ἀφοῦ ἐπλησίασεν ἀπὸ πίσω τὸν Ἰησοῦν, ὥστε νὰ μὴ τὴν ἀντιληφθῇ κανείς, ἐπειδὴ ἐντρέπετο νὰ γίνῃ φανερὸν τὸ νόσημά της, ἤγγισε τὸ ἄκρον τοῦ ἐξωτερικοῦ ἐνδύματός του καὶ παρευθὺς ἐσταμάτησεν ἡ αἱμορραγία της. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς· Ποῖος εἶναι ἐκεῖνος, ποὺ μὲ ἤγγισεν; Ἐπειδὴ δὲ ὅλοι οἱ τριγύρω ἠρνοῦντο, εἶπεν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ποὺ ἦσαν μαζί του· Διδάσκαλε, τὰ πλήθη τοῦ λαοῦ σὲ περιεκύκλωσαν καὶ σὲ πιέζουν· καὶ σὺ λέγεις· Ποῖος μὲ ἤγγισε; 46 Ὁ Ἰησοῦς ὅμως εἶπε· Κάποιος μὲ ἤγγισε. Διότι ἐγὼ ἐκατάλαβα, ὅτι ἐβγῆκεν ἀπὸ ἐπάνω μου δύναμις θαυματουργική. 47 Ὅταν δὲ εἶδεν ἡ γυναῖκα, ὅτι δὲν ἐκρύφθη καὶ δὲν ἐξέφυγεν ἀπὸ τὸν Ἰησοῦν αὐτὸ ποὺ ἔκαμεν, ἦλθε τρέμουσα ἀπὸ τὸν φόβον της καὶ ἀφοῦ ἔπεσε γονατιστὴ πρὸ αὐτοῦ, διηγήθη εἰς αὐτὸν ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος τοῦ λαοῦ τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἤγγισε, καὶ πῶς ἐθεραπεύθη ἀμέσως. 48 Ὁ Ἰησοῦς δὲ τῆς εἶπεν· Ἔχε θάρρος, κόρη μου· ἡ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ εὕρισκες τὴν ὑγείαν σου, ἐὰν μὲ ἤγγιζες, αὐτὴ ἡ πίστις σου σὲ ἔχει θεραπεύσει. Πήγαινε εἰς τὸ καλό, εἰρηνικὴ καὶ ἐλευθέρα ἀπὸ κάθε ἀνησυχίαν, ποὺ ἐδοκίμαζες προτήτερα ἐξ αἰτίας τῆς ἀσθενείας σου. 49 Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ Ἰησοῦς, ἦλθε κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ εἶπεν ὅτι ἀπέθανεν ἡ κόρη σου μὴ βάζης πλέον εἰς κόπον καὶ ἐνόχλησιν τὸν Διδάσκαλον. 50 Ὁ Ἰησοῦς ὅμως, ὅταν ἤκουσε τὴν εἴδησιν αὐτήν, ἔδωκεν εἰς αὐτὸν τὴν ἀπάντησιν καὶ εἶπε· Μὴ φοβῆσαι, μόνον ἑξακολούθει νὰ πιστεύῃς καὶ θὰ σωθῇ ἀπὸ τὸν θάνατον ἡ κόρη σου. 51 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι τοῦ Ἰαείρου, δὲν ἀφῆκε νὰ ἔμβῃ κανεὶς ἄλλος εἰς τὸ δωμάτιον τῆς νεκρᾶς, παρὰ μόνον ὁ Πέτρος καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰάκωβος καὶ ὁ πατέρας τοῦ κορασίου καὶ ἡ μητέρα. 52 Ἔκλαιον δὲ ὅλοι καὶ ἐκτυποῦσαν τὰ στήθη των καὶ τὰς κεφαλάς των διὰ τὴν νεκράν. Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ κλαίετε· δὲν ἀπέθανεν, ἀλλὰ κοιμᾶται. 53 Καὶ τὸν περιγελοῦσαν, διότι ἦσαν βέβαιοι, ὅτι τὸ κοράσιον ἦτο πεθαμένον. 54 Αὐτὸς ὅμως, ἀφοῦ ἔβγαλεν ἔξω ὅλους καὶ ἔπιασε τὸ χέρι της, ἐφώναξε καὶ εἶπε· Κόρη, σήκω ἐπάνω. 55 Καὶ ἐπέστρεψεν εἰς τὸ σῶμα ἡ ψυχή της, καὶ ἀνεστήθη ἀμέσως· καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δοθῇ φαγητὸν νὰ φάγῃ διὰ νὰ ἀναλάβῃ δυνάμεις κατόπιν τῆς ἑξαντλήσεως, ποὺ τῆς εἶχε φέρει ἡ μακρὰ καὶ θανατηφόρος ἀσθένειά της. 56 Καὶ ἐκυριεύθησαν ἀπὸ βαθὺν καὶ μεγάλον θαυμασμὸν οἱ γονεῖς της. Ὁ δὲ Ἰησοῦς τοὺς παρήγγειλε νὰ μὴ εἶπουν εἰς κανένα τὸ γεγονός, διὰ νὰ μὴ ἐρεθίζεται ὁ φθόνος τῶν ἐχθρῶν του.
Ἀπόστολος
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20
16 Ἐπειδὴ ὅμως ἐμάθαμεν ἀπὸ τὴν προσωπικήν μας πεῖραν, ὅτι δὲν γίνεται δίκαιος ὁ ἄνθρωπος μὲ τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ μωσαϊκοῦ νόμου, ἀλλὰ μόνον διὰ μέσου τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, καὶ ἡμεῖς ἐπιστεύσαμεν εἰς τὸν Ἰησοῦν Χριστόν, διὰ νὰ γίνωμεν δίκαιοι ἀπὸ τὴν πίστιν εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ μωσαϊκοῦ νόμου. Διότι, καθὼς ἀναφέρεται καὶ εἰς τοὺς ψαλμούς, διὰ τῶν ἔργων τοῦ νόμου δὲν θὰ δικαιωθῇ κανένας ἄνθρωπος. 17 Ἀλλ’ ἐὰν ὑποθέσωμεν, ὅτι ἡ τήρησις τοῦ νόμου εἶναι ἐπιβεβλημένη καὶ συνεπῶς ἠμεῖς ποὺ ἀφήκαμεν τὸν νόμον, ἡμαρτήσαμεν καὶ εὑρέθημεν ἁμαρτωλοί, μόνον καὶ μόνον διότι ἐζητοῦμεν νὰ δικαιωθῶμεν διὰ τῆς πίστεως καὶ κοινωνίας μας μὲ τὸν Χριστόν, τότε γεννᾶται τὸ ἄτοπον ἐρώτημα: Ἀραγε ὁ Χριστὸς εἶναι ὑπηρέτης ἁμαρτίας, ἀφοῦ αὐτὸς συνετέλεσε νὰ ἀφήσωμεν τὸν νόμον; Μὴ γένοιτο νὰ εἴπωμεν μίαν τέτοιαν βλασφημίαν. 18 Καταλήγομεν δὲ ὠρισμένως εἰς τὴν βλασφημίαν αὐτήν, ἐὰν δεχθῶμεν ὡς ἀληθῆ τὴν ὑπόθεσιν, ποὺ ἐκάμαμεν. Διότι, ἐὰν ἐκεῖνα, τὰ ὁποῖα κατήργησα καὶ ἠθέτησα ὡς ἀνωφελῆ, δηλαδὴ τὰς τυπικὰς διατάξεις τοῦ νόμου, ταῦτα πάλιν τηρῶ ὡς ἀναγκαῖα καὶ ἀπαραίτητα διὰ τὴν σωτηρίαν, μὲ τὴν ἐπάνοδόν μου αὐτὴν εἰς τὴν τήρησιν τοῦ νόμου ἀποδεικνύω παραβάτην τὸν ἑαυτόν μου, διότι βεβαιῶ ἐμπράκτως, ὅτι κακῶς προτήτερα ἠθέτησα τὸν νόμον, καὶ ἡμάρτησα, ὅταν ἐπροτίμησα τὴν διὰ τοῦ Χριστοῦ σωτηρίαν. 19 Ἀλλ’ ὄχι· δὲν ἡμάρτησα, οὔτε εἶμαι παραβάτης. Διότι ἐγὼ διὰ τοῦ νόμου, τὸν ὁποῖον κατέλυσα καὶ ὁ ὁποῖος τιμωρεῖ μὲ θάνατον κάθε παραβάτην του, ἀπέθανον ὡς πρὸς τὸν νόμον, διὰ νὰ ζήσω πρὸς δόξαν Θεοῦ. 20 Διὰ τοῦ βαπτίσματος ἔχω σταυρωθῆ καὶ ἀποθάνει μαζὶ μὲ τὸν Χριστόν, καὶ ἀφοῦ εἶμαι πεθαμένος, δὲν ἔχει πλέον καμμίαν ἰσχὺν δι' ἐμὲ ὁ νόμος. Ναί· ἔγινα κοινωνὸς τοῦ σταυρικοῦ θανάτου τοῦ Χριστοῦ καὶ εἶμαι πεθαμένος, δὲν ζῶ δὲ πλέον ἑγώ, ὁ παλαιὸς δηλαδὴ ἄνθρωπος, ἀλλὰ ζῇ μέσα μου ὁ Χριστός. Τὴν φυσικὴν δὲ ζωὴν ποὺ ζῶ μέσα εἰς τὸ σῶμα μου τώρα, ποὺ ἐπέστρεψα εἰς τὸν Χριστόν, ζῶ ἐμπνεόμενος καὶ κυριαρχούμενος ἀπὸ τὴν πίστιν εἰς τὸν Υἱόν τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἠγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του διὰ τὴν σωτηρίαν μου.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου