Ἦχος γ´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
19
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν
κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν
αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν
δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν
πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’
ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν.
ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ
εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ·
Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου
καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31
ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ
Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη
Ν. Τρεμπέλα
Ἦχος γ´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31
19 Εἰς ἐπιβεβαίωσιν λοιπὸν τῆς μαρτυρίας ταύτης τῆς Μαρίας, ὅταν ἐβράδυασε κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἑβδομάδος, καὶ ἐνῷ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου ἦσαν μαζευμένοι οἱ μαθηταί, ἦσαν κλεισταὶ ἕνεκα τοῦ φόβου, ποὺ εἶχαν οὗτοι διὰ τοὺς Ἰουδαίους, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστάθη εἰς τὸ μέσον καὶ εἶπεν εἰς αὐτούς· ἂς εἶναι εἰρήνη εἰς σᾶς. 20 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τὴν πλευράν του διὰ να ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πεισθοῦν, ὅτι αὐτὸς ἦτο ὁ σταυρωθεὶς Διδάσκαλός των. Κατόπιν λοιπὸν τῆς πληροφορίας, τὴν ὁποίαν διὰ τῆς ἐπιδείξεως αὐτῆς τῶν θεραπευθεισῶν πληγῶν ἐσχημάτισαν, ἐχάρησαν οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον. 21 Ὅταν λοιπὸν ἡσύχασε κάπως ἡ πρώτη σφοδρὰ συγκίνησις, ποὺ ἐδοκίμασαν ἐξ αἰτίας τῆς μεγάλης των χαρᾶς οἱ μαθηταί, εἶπε πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς ἐν σχέσει πρὸς τὴν μέλλουσαν κλῆσιν καὶ ἀποστολὴν των· Ἂς εἶναι εἰρήνη εἰς σᾶς. Καθὼς μὲ ἀπέστειλεν ὁ Πατὴρ διὰ τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ σᾶς στέλλω πρὸς ἑξακολούθησιν τοῦ αὐτοῦ ἔργου. 22 Καὶ ἀφοῦ εἶπεν αὐτό, προκειμένου νὰ μεταδώσῃ εἰς αὐτοὺς τὴν πνοὴν τῆς νέας οὐρανίου ζωῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπά των, ὅπως ἄλλοτε ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ τοὺς εἶπε· Λάβετε Πνεῦμα Ἅγιον. 23 Εἰς ὅποιους συγχωρήσετε τὰς ἁμαρτίας, τοὺς συγχωροῦνται αὐταὶ καὶ ἀπὸ τὸν Θεόν· εἰς ὅποιους δὲ τὰς κρατεῖτε ἀσυγχώρητες, θὰ μείνουν γιὰ πάντα κρατημένες. 24 Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπὸ τοὺς δώδεκα Ἀποστόλους, ποὺ ἐλέγετο ἀπὸ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν γλῶσσαν Ἑβραίους Δίδυμος, δὲν ἦτο μαζί τους, ὅταν ἦλθεν ὁ Ἰησοῦς. 25 Ὅταν λοιπὸν ἦλθε, τοῦ ἔλεγαν οἱ ἄλλοι μαθηταί· Εἴδαμεν τὸν Κύριον. Αὐτὸς ὅμως τοὺς ἀπήντησεν· Ἐὰν δὲν ἴδω μὲ τὰ μάτια μου εἰς τὰς χεῖρας του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, ὥστε ὄχι μόνον μὲ τὰ μάτια μου, ἀλλὰ καὶ μὲ τὰ δάκτυλά μου νὰ βεβαιωθῶ, δὲν θὰ πιστεύσω. 26 Πράγματι δὲ ὕστερα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταὶ καὶ μαζὶ μὲ αὐτοὺς ἦτο καὶ ὁ Θωμᾶς. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦσαν κλεισταὶ αἰ θύραι καὶ ἐστάθη εἰς τὸ μέσον τῶν μαθητῶν καὶ εἶπεν· ἄς εἶναι εἰρήνη εἰς σᾶς. 27 Ἔπειτα λέγει εἰς τὸν Θωμᾶν· Φέρε ἐδῶ τὸν δάκτυλόν σου. Καὶ ἐνῷ μὲ τὴν ψηλάφησίν σου θὰ ἐξετάζῃς τὰ σημάδια τῶν πληγῶν μου, συγχρόνως καὶ μὲ τὰ μάτια σου ἴδε τὰς χεῖράς μου καὶ φέρε κάτω ἀπὸ τὰ ἐνδύματά μου τὴν χεῖρα σου καὶ βάλε την εἰς τὴν πλευράν μου, ποὺ ἐκτυπήθη ἀπὸ τὴν λόγχην,καὶ μὴ ἀφίνῃς τὸν ἑαυτόν σου νὰ κυριευθῇ ἀπὸ τὴν ἀπιστίαν, ὥστε νὰ γίνῃς μονίμως καὶ ἀνεπανορθώτως ἄπιστος, ἀλλὰ προόδευε καὶ στηρίζου εἰς τὴν πίστιν, ὥστε νὰ γίνῃς ἀμετακίνητος καὶ ἀδιάσειστος εἰς αὐτήν. 28 Καὶ ὁ Θωμᾶς τότε ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτόν· Πιστεύω καὶ ὁμολογῶ, ὅτι εἶσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐπίστευσες, ἐπειδὴ μὲ εἶδες. Μακαριώτεροι καὶ περισσότερον καλοτύχοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι, καίτοι δὲν εἶδαν μὲ τὰ μάτια τους, ὅπως εἶδες σύ, ἐπίστευσαν. Καὶ θὰ πιστεύσουν οὕτως ὅλα τὰ μέλη τῆς Ἐκκλησίας μου κατὰ τὰς ἐπερχομένας γενεάς. 30 Σύμφωνα λοιπὸν μὲ ὅσα ἐξιστορήσαμεν, ἐκτὸς ἀπὸ τὸ θαῦμα τῆς Ἀναστάσεώς του ἔκαμεν ὁ Ἰησοῦς ἐμπρὸς εἰς τὰ μάτια τῶν μαθητῶν του καὶ πολλὰ ἄλλα ἀποδεικτικὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν θεότητά του καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό. 31 Αὐτὰ δέ, ποὺ ἐξεθέσαμεν, ἐγράφησαν διὰ νὰ πιστεύσετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ὑπὸ τῶν προφητῶν προκηρυχθεὶς Χριστός, ὁ μονογενὴς Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ἔχετε ὡς ἀναφαίρετον κτῆμα σας τὴν νέαν καὶ θείαν καὶ αἰωνίαν ζωήν, ἡ ὁποία μεταδίδεται εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διὰ μέσου αὐτοῦ καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματός του.
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 41 - 56
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη
Ν. Τρεμπέλα
ΚΑΤΑ ΛΟΥΚΑΝ Η´ 41 - 56
41 Καὶ ἰδοὺ ἦλθεν εἰς τὸν Ἰησοῦν κάποιος ἄνθρωπος, ποὺ ὠνομάζετο Ἰάειρος. Καὶ ἦτο αὐτὸς ἄρχων τῆς συναγωγῆς. Καὶ ἀφοῦ ἔπεσε γονατιστὸς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ, τὸν παρεκάλει νὰ ἔμβῃ εἰς τὸν οἶκον του· 42 διότι εἶχε κόρην μονάκριβον περίπου δώδεκα χρόνων, καὶ αὐτὴ ἦτο εἰς τὰ τελευταῖα της καὶ ἐπέθαινεν. Ὅταν δὲ ὁ Ἰησοῦς ἐπήγαινε εἰς τὸ σπίτι τοῦ Ἰαείρου, τὰ πλήθη τοῦ λαοῦ τὸν ἐστενοχώρουν καὶ τὸν ἐπίεζον. 43 Καὶ μία γυναῖκα, ποὺ ὑπέφερεν ἀπὸ αἱμορραγίαν πρὸ δώδεκα ἐτῶν, ἡ ὁποία μαζὶ μὲ τὰ ἄλλα βάσανα τῆς ἀσθενείας εἶχεν ἐξοδεύσει ὅλην τὴν περιουσίαν της εἰς ἰατροὺς καὶ δὲν ἠδυνήθη νὰ θεραπευθῇ ἀπὸ κανένα, 44 ἀφοῦ ἐπλησίασεν ἀπὸ πίσω τὸν Ἰησοῦν, ὥστε νὰ μὴ τὴν ἀντιληφθῇ κανείς, ἐπειδὴ ἐντρέπετο νὰ γίνῃ φανερὸν τὸ νόσημά της, ἤγγισε τὸ ἄκρον τοῦ ἐξωτερικοῦ ἐνδύματός του καὶ παρευθὺς ἐσταμάτησεν ἡ αἱμορραγία της. 45 Καὶ εἶπεν ὁ Ἰησοῦς· Ποῖος εἶναι ἐκεῖνος, ποὺ μὲ ἤγγισεν; Ἐπειδὴ δὲ ὅλοι οἱ τριγύρω ἠρνοῦντο, εἶπεν ὁ Πέτρος καὶ οἱ ἄλλοι μαθηταί, ποὺ ἦσαν μαζί του· Διδάσκαλε, τὰ πλήθη τοῦ λαοῦ σὲ περιεκύκλωσαν καὶ σὲ πιέζουν· καὶ σὺ λέγεις· Ποῖος μὲ ἤγγισε; 46 Ὁ Ἰησοῦς ὅμως εἶπε· Κάποιος μὲ ἤγγισε. Διότι ἐγὼ ἐκατάλαβα, ὅτι ἐβγῆκεν ἀπὸ ἐπάνω μου δύναμις θαυματουργική. 47 Ὅταν δὲ εἶδεν ἡ γυναῖκα, ὅτι δὲν ἐκρύφθη καὶ δὲν ἐξέφυγεν ἀπὸ τὸν Ἰησοῦν αὐτὸ ποὺ ἔκαμεν, ἦλθε τρέμουσα ἀπὸ τὸν φόβον της καὶ ἀφοῦ ἔπεσε γονατιστὴ πρὸ αὐτοῦ, διηγήθη εἰς αὐτὸν ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος τοῦ λαοῦ τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἤγγισε, καὶ πῶς ἐθεραπεύθη ἀμέσως. 48 Ὁ Ἰησοῦς δὲ τῆς εἶπεν· Ἔχε θάρρος, κόρη μου· ἡ πεποίθησις ποὺ εἶχες, ὅτι θὰ εὕρισκες τὴν ὑγείαν σου, ἐὰν μὲ ἤγγιζες, αὐτὴ ἡ πίστις σου σὲ ἔχει θεραπεύσει. Πήγαινε εἰς τὸ καλό, εἰρηνικὴ καὶ ἐλευθέρα ἀπὸ κάθε ἀνησυχίαν, ποὺ ἐδοκίμαζες προτήτερα ἐξ αἰτίας τῆς ἀσθενείας σου. 49 Ἐνῷ δὲ ὡμίλει ἀκόμη ὁ Ἰησοῦς, ἦλθε κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ εἶπεν ὅτι ἀπέθανεν ἡ κόρη σου μὴ βάζης πλέον εἰς κόπον καὶ ἐνόχλησιν τὸν Διδάσκαλον. 50 Ὁ Ἰησοῦς ὅμως, ὅταν ἤκουσε τὴν εἴδησιν αὐτήν, ἔδωκεν εἰς αὐτὸν τὴν ἀπάντησιν καὶ εἶπε· Μὴ φοβῆσαι, μόνον ἑξακολούθει νὰ πιστεύῃς καὶ θὰ σωθῇ ἀπὸ τὸν θάνατον ἡ κόρη σου. 51 Ὅταν δὲ ἦλθεν εἰς τὸ σπίτι τοῦ Ἰαείρου, δὲν ἀφῆκε νὰ ἔμβῃ κανεὶς ἄλλος εἰς τὸ δωμάτιον τῆς νεκρᾶς, παρὰ μόνον ὁ Πέτρος καὶ ὁ Ἰωάννης καὶ ὁ Ἰάκωβος καὶ ὁ πατέρας τοῦ κορασίου καὶ ἡ μητέρα. 52 Ἔκλαιον δὲ ὅλοι καὶ ἐκτυποῦσαν τὰ στήθη των καὶ τὰς κεφαλάς των διὰ τὴν νεκράν. Αὐτὸς δὲ τοὺς εἶπε· Μὴ κλαίετε· δὲν ἀπέθανεν, ἀλλὰ κοιμᾶται. 53 Καὶ τὸν περιγελοῦσαν, διότι ἦσαν βέβαιοι, ὅτι τὸ κοράσιον ἦτο πεθαμένον. 54 Αὐτὸς ὅμως, ἀφοῦ ἔβγαλεν ἔξω ὅλους καὶ ἔπιασε τὸ χέρι της, ἐφώναξε καὶ εἶπε· Κόρη, σήκω ἐπάνω. 55 Καὶ ἐπέστρεψεν εἰς τὸ σῶμα ἡ ψυχή της, καὶ ἀνεστήθη ἀμέσως· καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δοθῇ φαγητὸν νὰ φάγῃ διὰ νὰ ἀναλάβῃ δυνάμεις κατόπιν τῆς ἑξαντλήσεως, ποὺ τῆς εἶχε φέρει ἡ μακρὰ καὶ θανατηφόρος ἀσθένειά της. 56 Καὶ ἐκυριεύθησαν ἀπὸ βαθὺν καὶ μεγάλον θαυμασμὸν οἱ γονεῖς της. Ὁ δὲ Ἰησοῦς τοὺς παρήγγειλε νὰ μὴ εἶπουν εἰς κανένα τὸ γεγονός, διὰ νὰ μὴ ἐρεθίζεται ὁ φθόνος τῶν ἐχθρῶν του.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Α´ 11 - 19
11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη
Ν. Τρεμπέλα
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Α´ 11 - 19
11 Σᾶς γνωστοποιῶ δέ, ἀδελφοί, ὅτι τὸ εὐαγγέλιον, ποὺ ἐκηρύχθη εἰς σᾶς ἀπὸ ἑμέ, δὲν εἶναι ἐπινόημα ἀνθρώπου. 12 Διότι ὄχι μόνον οἱ λοιποὶ ἀπόστολοι, ἀλλὰ καὶ ἐγὼ δὲν παρέλαβον αὐτὸ ἀπὸ ἄνθρωπον, οὔτε τὸ ἐδιδάχθην ἀπὸ ἄνθρωπον, ἀλλὰ παρέλαβον αὐτὸ κατ’ εὐθεῖαν δι’ ἀποκαλύψεως τοῦ Θεοῦ, ὁ ὁποῖος ἀμέσως μοῦ ἐφανέρωσε καὶ μοῦ ἀπεκάλυψε τὸν Ἰησοῦν Χριστόν. 13 Ὅτι δὲ μὲ ὑπερφυσικὴν ἀποκάλυψίν μου παρεδόθη ἀπὸ αὐτὸν τὸν Θεὸν τὸ εὐαγγέλιον, ἀποδεικνύεται ἀπὸ τὴν κατὰ τὸ παρελθὸν δρᾶσίν μου. Διότι ἠκούσατε τὴν διαγωγήν, ποὺ ἔδειξα κάποτε, ὅταν ἠκολούθουν τὸν νόμον καὶ τὰ ἔθιμα τῶν Ἰουδαίων. Ἠκούσατε δηλαδή, ὅτι ὑπερβολικὰ κατεδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ προσεπάθουν νὰ τὴν καταστρέψω. 14 Καὶ προώδευα εἰς τὸν Ἰουδαϊσμὸν περισσότερον ἀπὸ πολλοὺς συνομήλικάς μου εἰς τὸ ἔθνος μου καὶ ἐδείκνυον περισσότερον ἀπὸ αὐτοὺς ζῆλον ὑπὲρ τῶν παραδόσεων, ποὺ παρελάβομεν ἀπὸ τοὺς πατέρας. 15 Ὅταν ὅμως εὐηρεστήθη ὁ Θεός, ὁ ὁποῖος μὲ ἐξεχώρισε καὶ μὲ ἐξέλεξεν ἀπὸ τὸν καιρὸν ἀκόμη, ποὺ ἤμην εἰς τὴν κοιλίαν τῆς μητρός μου, καὶ μὲ ἐκάλεσε διὰ τῆς χάριτός του, χωρὶς ἐγὼ ἀπὸ τὰ ἔργα μου νὰ εἶμαι ἄξιος διὰ μίαν τέτοιαν ἐκλογήν, 16 διὰ νὰ ἀποκαλύψῃ τὸν Υἱὸν αὐτοῦ εἰς τὸ βάθος τῆς ψυχῆς μου, διὰ νὰ τὸν κηρύττω μεταξὺ τῶν ἐθνῶν, εὐθὺς δὲν συνεβουλεύθην σάρκα καὶ αἷμα, δηλαδὴ ἄνθρωπόν τινα οἰονδήποτε. 17 Οὔτε ἀνέβην εἰς τὰ Ἱεροσόλυμα πρὸς συνάντησιν τῶν Ἀποστόλων, ποὺ εἶχον κληθῆ πρὸ ἑμοῦ εἰς τὸ ἀποστολικὸν ἀξίωμα, ἀλλὰ ἐπῆγα εἰς τὴν Ἀραβίαν καὶ πάλιν ἐπέστρεψα εἰς τὴν Δαμασκόν. 18 Ἔπειτα, μετὰ τρία ἔτη ἀφ’ ὅτου ἐπέστρεψα εἰς τὸν Χριστόν, ἀνέβην εἰς Ἱεροσόλυμα διὰ νὰ γνωρίσω τὸν Πέτρον καὶ ἔμεινα πλησίον τοῦ δεκαπέντε ἡμέρας. 19 Ἄλλον δὲ ἀπὸ τοὺς ἀποστόλους δὲν εἶδον παρὰ μόνον τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
«Πᾶνος»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου