Κυριακή 15 Ιανουαρίου 2023

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς ΙΒ΄ ΛΟΥΚΑ 8 Ἰανουαρίου 2023


Ἑωθινόν
 
Ἦχος πλ. β´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
Ἦχος πλ. β´ - Ἑωθινόν Θ´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ´ 19 - 31

19 Εἰς ἐπιβεβαίωσιν λοιπὸν τῆς μαρτυρίας ταύτης τῆς Μαρίας, ὅταν ἐβράδυασε κατὰ τὴν ἡμέραν ἐκείνην, τὴν πρώτην τῆς ἑβδομάδος, καὶ ἐνῷ αἱ θύραι τοῦ σπιτιοῦ, ὅπου ἦσαν μαζευμένοι οἱ μαθηταί, ἦσαν κλεισταὶ ἕνεκα τοῦ φόβου, ποὺ εἶχαν οὗτοι διὰ τοὺς Ἰουδαίους, ἦλθεν ὁ Ἰησοῦς καὶ ἐστάθη εἰς τὸ μέσον καὶ εἶπεν εἰς αὐτούς· ἂς εἶναι εἰρήνη εἰς σᾶς. 20 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τὴν πλευράν του διὰ να ἴδουν τὰ σημάδια τῶν πληγῶν καὶ πεισθοῦν, ὅτι αὐτὸς ἦτο ὁ σταυρωθεὶς Διδάσκαλός των. Κατόπιν λοιπὸν τῆς πληροφορίας, τὴν ὁποίαν διὰ τῆς ἐπιδείξεως αὐτῆς τῶν θεραπευθεισῶν πληγῶν ἐσχημάτισαν, ἐχάρησαν οἱ μαθηταί, ὅταν εἶδαν τὸν Κύριον. 21 Ὅταν λοιπὸν ἡσύχασε κάπως ἡ πρώτη σφοδρὰ συγκίνησις, ποὺ ἐδοκίμασαν ἐξ αἰτίας τῆς μεγάλης των χαρᾶς οἱ μαθηταί, εἶπε πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς ἐν σχέσει πρὸς τὴν μέλλουσαν κλῆσιν καὶ ἀποστολὴν των· Ἂς εἶναι εἰρήνη εἰς σᾶς. Καθὼς μὲ ἀπέστειλεν ὁ Πατὴρ διὰ τὸ ἔργον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἔτσι καὶ ἐγὼ σᾶς στέλλω πρὸς ἑξακολούθησιν τοῦ αὐτοῦ ἔργου. 22 Καὶ ἀφοῦ εἶπεν αὐτό, προκειμένου νὰ μεταδώσῃ εἰς αὐτοὺς τὴν πνοὴν τῆς νέας οὐρανίου ζωῆς, ἐνεφύσησεν εἰς τὰ πρόσωπά των, ὅπως ἄλλοτε ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, καὶ τοὺς εἶπε· Λάβετε Πνεῦμα Ἅγιον. 23 Εἰς ὅποιους συγχωρήσετε τὰς ἁμαρτίας, τοὺς συγχωροῦνται αὐταὶ καὶ ἀπὸ τὸν Θεόν· εἰς ὅποιους δὲ τὰς κρατεῖτε ἀσυγχώρητες, θὰ μείνουν γιὰ πάντα κρατημένες. 24 Ὁ Θωμᾶς ὅμως, ἕνας ἀπὸ τοὺς δώδεκα Ἀποστόλους, ποὺ ἐλέγετο ἀπὸ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν γλῶσσαν Ἑβραίους Δίδυμος, δὲν ἦτο μαζί τους, ὅταν ἦλθεν ὁ Ἰησοῦς. 25 Ὅταν λοιπὸν ἦλθε, τοῦ ἔλεγαν οἱ ἄλλοι μαθηταί· Εἴδαμεν τὸν Κύριον. Αὐτὸς ὅμως τοὺς ἀπήντησεν· Ἐὰν δὲν ἴδω μὲ τὰ μάτια μου εἰς τὰς χεῖρας του τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι τῶν καρφιῶν καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, ὥστε ὄχι μόνον μὲ τὰ μάτια μου, ἀλλὰ καὶ μὲ τὰ δάκτυλά μου νὰ βεβαιωθῶ, δὲν θὰ πιστεύσω. 26 Πράγματι δὲ ὕστερα ἀπὸ ὀκτὼ ἡμέρας ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταὶ καὶ μαζὶ μὲ αὐτοὺς ἦτο καὶ ὁ Θωμᾶς. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ ἦσαν κλεισταὶ αἰ θύραι καὶ ἐστάθη εἰς τὸ μέσον τῶν μαθητῶν καὶ εἶπεν· ἄς εἶναι εἰρήνη εἰς σᾶς. 27 Ἔπειτα λέγει εἰς τὸν Θωμᾶν· Φέρε ἐδῶ τὸν δάκτυλόν σου. Καὶ ἐνῷ μὲ τὴν ψηλάφησίν σου θὰ ἐξετάζῃς τὰ σημάδια τῶν πληγῶν μου, συγχρόνως καὶ μὲ τὰ μάτια σου ἴδε τὰς χεῖράς μου καὶ φέρε κάτω ἀπὸ τὰ ἐνδύματά μου τὴν χεῖρα σου καὶ βάλε την εἰς τὴν πλευράν μου, ποὺ ἐκτυπήθη ἀπὸ τὴν λόγχην,καὶ μὴ ἀφίνῃς τὸν ἑαυτόν σου νὰ κυριευθῇ ἀπὸ τὴν ἀπιστίαν, ὥστε νὰ γίνῃς μονίμως καὶ ἀνεπανορθώτως ἄπιστος, ἀλλὰ προόδευε καὶ στηρίζου εἰς τὴν πίστιν, ὥστε νὰ γίνῃς ἀμετακίνητος καὶ ἀδιάσειστος εἰς αὐτήν. 28 Καὶ ὁ Θωμᾶς τότε ἀπεκρίθη καὶ εἶπεν εἰς αὐτόν· Πιστεύω καὶ ὁμολογῶ, ὅτι εἶσαι ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Ἐπίστευσες, ἐπειδὴ μὲ εἶδες. Μακαριώτεροι καὶ περισσότερον καλοτύχοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι, καίτοι δὲν εἶδαν μὲ τὰ μάτια τους, ὅπως εἶδες σύ, ἐπίστευσαν. Καὶ θὰ πιστεύσουν οὕτως ὅλα τὰ μέλη τῆς Ἐκκλησίας μου κατὰ τὰς ἐπερχομένας γενεάς. 30 Σύμφωνα λοιπὸν μὲ ὅσα ἐξιστορήσαμεν, ἐκτὸς ἀπὸ τὸ θαῦμα τῆς Ἀναστάσεώς του ἔκαμεν ὁ Ἰησοῦς ἐμπρὸς εἰς τὰ μάτια τῶν μαθητῶν του καὶ πολλὰ ἄλλα ἀποδεικτικὰ θαύματα, ποὺ ἐδείκνυαν τὴν θεότητά του καὶ τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό. 31 Αὐτὰ δέ, ποὺ ἐξεθέσαμεν, ἐγράφησαν διὰ νὰ πιστεύσετε, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ὑπὸ τῶν προφητῶν προκηρυχθεὶς Χριστός, ὁ μονογενὴς Υἱός τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ἔχετε ὡς ἀναφαίρετον κτῆμα σας τὴν νέαν καὶ θείαν καὶ αἰωνίαν ζωήν, ἡ ὁποία μεταδίδεται εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων διὰ μέσου αὐτοῦ καὶ τῆς ἐπικλήσεως τοῦ ὀνόματός του.
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΖ´ 12 - 19

12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΖ´ 12 - 19

12 Καὶ ὅταν εἰσήρχετο εἰς κάποιο χωρίον, τὸν συνήντησαν δέκα λεπροὶ ἄνδρες, οἱ ὁποῖοι ἐστάθησαν ἀπὸ μακράν, ἐπειδὴ σύμφωνα μὲ τὸν νόμον κάθε λεπρὸς ἐθεωρεῖτο ἀκάθαρτος καὶ δὲν τοῦ ἐπετρέπετο νὰ πλησιάσῃ κανένα. 13 Καὶ αὐτοὶ ἔβγαλαν φωνὴν μεγάλην καὶ εἶπαν· Ἰησοῦ, Κύριε, κάμε ἔλεος εἰς ἡμᾶς καὶ θεράπευσέ μας. 14 Καὶ ὅταν τοὺς εἶδε, εἶπε πρὸς αὐτούς· Πηγαίνετε καὶ δείξατε τὸ σῶμα σας εἰς τοὺς ἱερεῖς διὰ νὰ βεβαιώσουν αὐτοί, σύμφωνα μὲ τὴν διάταξιν τοῦ νόμου, ἐὰν πράγματι ἐθεραπεύθητε. Καὶ συνέβη, ὅταν αὐτοὶ ἐπήγαιναν νὰ ἐξετασθοῦν ἀπὸ τοὺς ἱερεῖς, ἐκαθαρίσθησαν ἀπὸ τὴν λέπραν. 15 Ἕνας δὲ ἀπὸ αὐτούς, ὅταν εἶδε ὅτι ἐθεραπεύθη, ἐπέστρεψε καὶ μὲ φωνὴν μεγάλην ἐκφράζων τὴν χαρὰν καὶ εὐγνωμοσύνην του ἐδόξαζε τὸν Θεόν, ποὺ διὰ μέσου τοῦ Ἰησοῦ τὸν ἐθεράπευσε. 16 Καὶ ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς πλησίον τῶν ποδῶν τοῦ Ἰησοῦ καὶ τὸν εὐχαριστεῖ. Καὶ αὐτὸς ἦτο Σαμαρείτης, σχισματικὸς καὶ ὀλιγώτερον φωτισμένος ἀπὸ τοὺς Ἰουδαίους καὶ συνεπῶς δὲν θὰ ἐπερίμενε κανεὶς νὰ δείξῃ αὐτὸς εὐγνωμοσύνην, ὁποίαν δὲν ἔδειξαν οἱ ἄλλοι ἐννέα, ποὺ ἦσαν Ἰσραηλῖται. 17 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπε· Δὲν ἐκαθαρίσθησαν ἀπὸ τὴν λέπραν καὶ οἱ δέκα; Οἱ δὲ ἄλλοι ἐννέα ποὺ εἶναι; 18 Ἐχάθησαν νὰ γυρίσουν πίσω καὶ νὰ δώσουν δόξαν εἰς τὸν Θεόν, ἐκτὸς ἀπὸ τὸν ξένον αὐτόν, ποὺ δὲν ἀνήκει εἰς τὸ γνήσιον ἰουδαϊκὸν γένος; 19 Καὶ εἶπε πρὸς αὐτόν· Σήκω καὶ πήγαινε· ἡ πίστις σου δὲν ἐθεράπευσε τὸ σῶμα σου μόνον, ἀλλ’ ἀποτελεῖ καὶ καλὴν ἀρχήν, ποὺ θὰ σὲ ὁδηγηση εἰς τὴν πνευματικὴν σωτηρίαν.
 

 Ἀπόστολος
 
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ´ 4 - 11

4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ´ 4 - 11

4 Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὁ αἴτιος καὶ ὁ χορηγὸς τῆς πνευματικῆς ταύτης ζωῆς μας, τότε καὶ σεῖς μαζὶ μὲ αὐτὸν θὰ φανερωθῆτε δοξασμένοι. 5 Νεκρώσατε λοιπὸν τὰ μέλη σας, ποὺ ἐπιθυμοῦν τὰς γηΐνας ἀπολαύσεις καὶ ἡδονάς. Νεκρώσατε τὴν πορνείαν, τὴν άκαθαρσίαν, κάθε πάθος καὶ ὑποδούλωσιν εἰς τὸ κακόν, κάθε κακὴν ἐπιθυμίαν, καὶ τὴν πλεονεξίαν, ἡ ὁποία εἶναι λατρεία εἰς τὸ εἴδωλον τοῦ χρήματος. 6 Διὰ τὰ ἁμαρτήματα αὐτὰ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ εἰς αὐτούς, ποὺ συστηματικὲς καὶ μὲ ἐπιμονὴν ἀπειθοῦν. 7 Εἰς τὰ ἁμαρτήματα αὐτὰ καὶ σεῖς ἐπεριπατήσατε καὶ ἐδουλεύσατε κάποτε, ὅταν ἐζῆτε μεταξὺ αὐτῶν τῶν ἀπειθῶν ἀνθρώπων. 8 Τώρα ὅμως βγάλετε ἀπὸ ἐπάνω σας καὶ σεῖς, σὰν ἄλλο ἀκάθαρτον ἔνδυμα, ὅλα αὐτὰ τὰ κακά, τὴν ὀργήν, τὸν θυμόν, τὴν στρεβλότητα καὶ πονηρίαν, τὴν κακολογίαν, τὴν αἰσχρολογίαν ἀπὸ τὸ στόμα σας. 9 Μὴ ψεύδεσθε μεταξύ σας ὁ ἕνας εἰς τὸν ἄλλον, ἀφοῦ πλέον ἐγδυθήκατε τὸν παλαιὸν διεφθαρμένον ἄνθρωπον μαζὶ μὲ τὰς πράξεις του, 10 καὶ ἀφοῦ ἐνδυθήκατε τὸν νέον ἄνθρωπον, ποὺ συνεχῶς ἀνανεοῦται καὶ γίνεται καινούργιος, ὥστε νὰ προοδεύῃ εἰς τὴν τελείαν γνῶσιν τοῦ Θεοῦ. Καὶ γίνεται καινούργιος μὲ τὸ νὰ λαμβάνῃ τὴν αὐτὴν μορφὴν πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ, ποὺ τὸν ἔκτισεν. 11 Εἰς αὐτὸν δὲ τὸν νέον ἄνθρωπον δὲν ὑπάρχει διάκρισις Ἕλληνος καὶ Ἰουδαίου, περιτμημένου Ἰσραηλίτου καὶ ἀπεριτμήτου ἐθνικοῦ, βαρβάρου καὶ Σκύθου, δούλου καὶ ἐλευθέρου, ἀλλὰ καὶ ἐθνικότης καὶ καταγωγὴ καὶ ἀξίωμα καὶ τὰ πάντα, καθὼς καὶ εἰς πάντας τοὺς πιστοὺς εἶναι ὁ Χριστός.
 
«Πᾶνος» 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου